s-103
| Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεηνιέων τὴν ῥώμην αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν |
s-104
| οἵων τέκνων ἐκύρησε |
s-105
| ἡ δὲ μήτηρ περιχαρής ἐοῦσα τῷ τε ἔργῳ καὶ τῇ φήμῃ στᾶσα ἀντίον τοῦ ἀγάλματος εὔχετο Κλεόβι τε καὶ Βίτωνι τοῖσι ἑωυτῆς τέκνοισι οἵ μιν ἐτίμησαν μεγάλως τὴν θεὸν δοῦναι τὸ ἀνθρώπῳ τυχεῖν ἄριστον ἐστί |
s-106
| μετὰ ταύτην δὲ τὴν εὐχὴν ὡς ἔθυσάν τε καὶ εὐωχήθησαν κατακοιμηθέντες ἐν αὐτῷ τῷ ἱρῷ οἱ νεηνίαι οὐκέτι ἀνέστησαν ἀλλ’ ἐν τέλεϊ τούτῳ ἔσχοντο |
s-107
| Ἀργεῖοι δὲ σφέων εἰκόνας ποιησάμενοι ἀνέθεσαν ἐς Δελφοὺς ὡς ἀριστῶν γενομένων |
s-108
| Σόλων μὲν δὴ εὐδαιμονίης δευτερεῖα ἔνεμε τούτοισι |
s-109
| Κροῖσος δὲ σπερχθεὶς εἶπε |
s-110
| ὦ ξεῖνε Ἀθηναῖε ἡ δ’ ἡμετέρη εὐδαιμονίη οὕτω τοι ἀπέρριπται ἐς τὸ μηδὲν ὥστε οὐδὲ ἰδιωτέων ἀνδρῶν ἀξίους ἡμέας ἐποίησας |
s-111
| ὁ δὲ εἶπε |
s-112
| ὦ Κροῖσε ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πρηγμάτων πέρι |
s-113
| ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν ἐστὶ ἰδεῖν τὰ μή τις ἐθέλει πολλὰ δὲ καὶ παθεῖν |
s-114
| ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι |
s-115
| οὗτοι ἐόντες ἐνιαυτοὶ ἑβδομήκοντα παρέχονται ἡμέρας διηκοσίας καὶ πεντακισχιλίας καὶ δισμυρίας ἐμβολίμου μηνὸς μὴ γινομένου |
s-116
| εἰ δὲ δὴ ἐθελήσει τὸ ἕτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι ἵνα δὴ αἱ ὧραι συμβαίνωσι παραγινόμεναι ἐς τὸ δέον μῆνες μὲν παρὰ τὰ ἑβδομήκοντα ἔτεα οἱ ἐμβόλιμοι γίνονται τριήκοντα πέντε ἡμέραι δὲ ἐκ τῶν μηνῶν τούτων χίλιαι πεντήκοντα |
s-117
| τουτέων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδομήκοντα ἔτεα ἐουσέων πεντήκοντα καὶ διηκοσιέων καὶ ἑξακισχιλιέων καὶ δισμυριέων ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον προσάγει πρῆγμα |
s-118
| οὕτω ὦν Κροῖσε πᾶν ἐστὶ ἄνθρωπος συμφορή |
s-119
| ἐμοὶ δὲ σὺ καὶ πλουτέειν μέγα φαίνεαι καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων |
s-120
| ἐκεῖνο δὲ τὸ εἴρεό με οὔκω σε ἐγὼ λέγω πρὶν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι |
s-121
| οὐ γάρ τι ὁ μέγα πλούσιος μᾶλλον τοῦ ἐπ’ ἡμέρην ἔχοντος ὀλβιώτερος ἐστί εἰ μή οἱ τύχη ἐπίσποιτο πάντα καλὰ ἔχοντα εὖ τελευτῆσαὶ τὸν βίον |
s-122
| πολλοὶ μὲν γὰρ ζάπλουτοι ἀνθρώπων ἀνόλβιοι εἰσί πολλοὶ δὲ μετρίως ἔχοντες βίου εὐτυχέες |
s-123
| ὁ μὲν δὴ μέγα πλούσιος ἀνόλβιος δὲ δυοῖσι προέχει τοῦ εὐτυχέος μοῦνον οὗτος δὲ τοῦ πλουσίου καὶ ἀνόλβου πολλοῖσι |
s-124
| ὃ μὲν ἐπιθυμίην ἐκτελέσαι καί ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος |
s-125
| ὁ δὲ τοῖσιδε προέχει ἐκείνου |
s-126
| εἰ δὲ πρὸς τούτοισι ἔτι τελευτήσῃ τὸν βίον εὖ οὗτος ἐκεῖνος τὸν σὺ ζητέεις ὁ ὄλβιος κεκλῆσθαι ἄξιος ἐστί |
s-127
| πρὶν δ’ ἂν τελευτήσῃ ἐπισχεῖν μηδὲ καλέειν κω ὄλβιον ἀλλ’ εὐτυχέα |
s-128
| τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθρωπον ἐόντα ἀδύνατον ἐστί ὥσπερ χώρη οὐδεμία καταρκέει πάντα ἑωυτῇ παρέχουσα ἀλλὰ ἄλλο μὲν ἔχει ἑτέρου δὲ ἐπιδέεται |
s-129
| ἣ δὲ ἂν τὰ πλεῖστα ἔχῃ αὕτη ἀρίστη |
s-130
| ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκες ἐστί |
s-131
| τὸ μὲν γὰρ ἔχει |
s-132
| ἄλλου δὲ ἐνδεές ἐστι |
s-133
| ὃς δ’ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ καὶ ἔπειτα τελευτήσῃ εὐχαρίστως τὸν βίον οὗτος παρ’ ἐμοὶ τὸ οὔνομα τοῦτο ὦ βασιλεῦ δίκαιος ἐστὶ φέρεσθαι |
s-134
| σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν κῇ ἀποβήσεται |
s-135
| πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον ὁ θεὸς προρρίζους ἀνέτρεψε |
s-136
| ταῦτα λέγων τῷ Κροίσῳ οὔ κως οὔτε ἐχαρίζετο οὔτε λόγου μιν ποιησάμενος οὐδενὸς ἀποπέμπεται κάρτα δόξας ἀμαθέα εἶναι ὃς τὰ παρεόντα ἀγαθὰ μετεὶς τὴν τελευτὴν παντὸς χρήματος ὁρᾶν ἐκέλευε |
s-137
| μετὰ δὲ Σόλωνα οἰχόμενον ἔλαβέ ἐκ θεοῦ νέμεσις μεγάλη Κροῖσον ὡς εἰκάσαι ὅτι ἐνόμισε ἑωυτὸν εἶναι ἀνθρώπων ἁπάντων ὀλβιώτατον |
s-138
| αὐτίκα δέ οἱ εὕδοντι ἐπέστη ὄνειρος ὅς οἱ τὴν ἀληθείην ἔφαινε τῶν μελλόντων γενέσθαι κακῶν κατὰ τὸν παῖδα |
s-139
| ἦσαν δὲ τῷ Κροίσῳ δύο παῖδες τῶν ὁ ἕτερος μὲν διέφθαρτο ἦν γὰρ δὴ κωφός ὁ δὲ ἕτερος τῶν ἡλίκων μακρῷ τὰ πάντα πρῶτος |
s-140
| οὔνομα δέ οἱ ἦν Ἄτυς |
s-141
| τοῦτον δὴ ὦν τὸν Ἄτυν σημαίνει τῷ Κροίσῳ ὁ ὄνειρος ὡς ἀπολέει μιν αἰχμῇ σιδηρέῃ βληθέντα |
s-142
| ὃ δ’ ἐπείτε ἐξηγέρθη καὶ ἑωυτῷ λόγον ἔδωκε καταρρωδήσας τὸν ὄνειρον ἄγεται μὲν τῷ παιδὶ γυναῖκα |
s-143
| ἐωθότα δὲ στρατηγέειν μιν τῶν Λυδῶν οὐδαμῇ ἔτι ἐπὶ τοιοῦτο πρῆγμα ἐξέπεμπε |
s-144
| ἀκόντια δὲ καὶ δοράτια καὶ τά τοιαῦτα πάντα τοῖσι χρέωνται ἐς πόλεμον ἄνθρωποι ἐκ τῶν ἀνδρεώνων ἐκκομίσας ἐς τοὺς θαλάμους συνένησε μή τί οἱ κρεμάμενον τῷ παιδὶ ἐμπέσῃ |
s-145
| παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία κατὰ νόμους τοὺς ἐπιχωρίους καθαρσίου ἐδέετο κυρῆσαι |
s-146
| Κροῖσος δέ μιν ἐκάθηρε |
s-147
| ἔστι δὲ παραπλησίη ἡ κάθαρσις τοῖσι Λυδοῖσι καὶ τοῖσι Ἕλλησι |
s-148
| ἐπείτε δὲ τὰ νομιζόμενα ἐποίησε ὁ Κροῖσος ἐπυνθάνετο ὁκόθεν τε καὶ τίς εἴη λέγων τάδε |
s-149
| ὦ ἄνθρωπε τίς τε ἐὼν καὶ κόθεν τῆς Φρυγίης ἥκων ἐπίστιός μοι ἐγένεο |
s-150
| τίνα τε ἀνδρῶν ἢ γυναικῶν ἐφόνευσας |
s-151
| ὁ δὲ ἀμείβετο |
s-152
| ὦ βασιλεῦ Γορδίεω μὲν τοῦ Μίδεω εἰμὶ παῖς |
s-153
| ὀνομάζομαι δὲ Ἄδρηστος |
s-154
| φονεύσας δὲ ἀδελφεὸν ἐμεωυτοῦ ἀέκων πάρειμι ἐξεληλαμένος τε ὑπὸ τοῦ πατρὸς καὶ ἐστερημένος πάντων |
s-155
| Κροῖσος δέ μιν ἀμείβετο τοῖσιδε |
s-156
| ἀνδρῶν τε φίλων τυγχάνεις ἔκγονος ἐὼν καὶ ἐλήλυθας ἐς φίλους ἔνθα ἀμηχανήσεις χρήματος οὐδενὸς μένων ἐν ἡμετέρου συμφορήν τε ταύτην ὡς κουφότατα φέρων κερδανέεις πλεῖστον |
s-157
| ὃ μὲν δὴ δίαιταν εἶχε ἐν Κροίσου |
s-158
| ἐν δὲ τῷ αὐτῷ χρόνῳ τούτῳ ἐν τῷ Μυσίῳ Ὀλύμπῳ ὑὸς χρῆμα γίνεται μέγα |
s-159
| ὁρμώμενος δὲ οὗτος ἐκ τοῦ ὄρεος τούτου τὰ τῶν Μυσῶν ἔργα διαφθείρεσκε |
s-160
| πολλάκις δὲ οἱ Μυσοὶ ἐπ’ αὐτὸν ἐξελθόντες ποιέεσκον μὲν κακὸν οὐδέν |
s-161
| ἔπασχον δὲ πρὸς αὐτοῦ |
s-162
| τέλος δὲ ἀπικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε |
s-163
| ὦ βασιλεῦ ὑὸς χρῆμα μέγιστον ἀνεφάνη ἡμῖν ἐν τῇ χώρῃ ὃς τὰ ἔργα διαφθείρει |
s-164
| τοῦτον προθυμεόμενοι ἑλεῖν οὐ δυνάμεθα |
s-165
| νῦν ὦν προσδεόμεθά σευ τὸν παῖδα καὶ λογάδας νεηνίας καὶ κύνας συμπέμψαι ἡμῖν ὡς ἄν μιν ἐξέλωμεν ἐκ τῆς χώρης |
s-166
| οἳ μὲν δὴ τούτων ἐδέοντο |
s-167
| Κροῖσος δὲ μνημονεύων τοῦ ὀνείρου τὰ ἔπεα ἔλεγέ σφι τάδε |
s-168
| παιδὸς μὲν πέρι τοῦ ἐμοῦ μὴ μνησθῆτε ἔτι |
s-169
| οὐ γὰρ ἂν ὑμῖν συμπέμψαιμι |
s-170
| νεόγαμός τε γὰρ ἐστὶ καὶ ταῦτά οἱ νῦν μέλει |
s-171
| Λυδῶν μέντοι λογάδας καὶ τὸ κυνηγέσιον πᾶν συμπέμψω καὶ διακελεύσομαι τοῖσι ἰοῦσι εἶναι ὡς προθυμοτάτοισι συνεξελεῖν ὑμῖν τὸ θηρίον ἐκ τῆς χώρης |
s-172
| ταῦτα ἀμείψατο |
s-173
| ἀποχρεωμένων δὲ τούτοισι τῶν Μυσῶν ἐπεσέρχεται ὁ τοῦ Κροίσου παῖς ἀκηκοὼς τῶν ἐδέοντο οἱ Μυσοί |
s-174
| οὐ φαμένου δὲ τοῦ Κροίσου τόν γε παῖδά σφι συμπέμψειν λέγει πρὸς αὐτὸν ὁ νεηνίης τάδε |
s-175
| ὦ πάτερ τὰ κάλλιστα πρότερον κοτὲ καὶ γενναιότατα ἡμῖν ἦν ἔς τε πολέμους καὶ ἐς ἄγρας φοιτέοντας εὐδοκιμέειν |
s-176
| νῦν δὲ ἀμφοτέρων με τούτων ἀποκληίσας ἔχεις οὔτε τινὰ δειλίην μοι παριδὼν οὔτε ἀθυμίην |
s-177
| νῦν τε τέοισί με χρὴ ὄμμασι ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτέοντα φαίνεσθαι |
s-178
| κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἶναι κοῖος δέ τις τῇ νεογάμῳ γυναικί |
s-179
| κοίῳ δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν |
s-180
| ἐμὲ ὦν σὺ ἢ μέτες ἰέναι ἐπὶ τὴν θήρην ἢ λόγῳ ἀνάπεισον ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεόμενα |
s-181
| ἀμείβεται Κροῖσος τοῖσιδε |
s-182
| ὦ παῖ οὔτε δειλίην οὔτε ἄλλο οὐδὲν ἄχαρι παριδών τοι ποιέω ταῦτα ἀλλά μοι ὄψις ὀνείρου ἐν τῷ ὕπνῳ ἐπιστᾶσα ἔφη σε ὀλιγοχρόνιον ἔσεσθαι |
s-183
| ὑπὸ γὰρ αἰχμῆς σιδηρέης ἀπολέεσθαι |
s-184
| πρὸς ὧν τὴν ὄψιν ταύτην τόν τε γάμον τοι τοῦτον ἔσπευσα καὶ ἐπὶ τὰ παραλαμβανόμενα οὐκ ἀποπέμπω φυλακὴν ἔχων εἴ κως δυναίμην ἐπὶ τῆς ἐμῆς σε ζόης διακλέψαι |
s-185
| εἷς γὰρ μοι μοῦνος τυγχάνεις ἐὼν παῖς |
s-186
| τὸν γὰρ δὴ ἕτερον διεφθαρμένον τὴν ἀκοὴν οὐκ εἶναί μοι λογίζομαι |
s-187
| ἀμείβεται ὁ νεηνίης τοῖσιδε |
s-188
| συγγνώμη μὲν ὦ πάτερ τοι ἰδόντι γε ὄψιν τοιαύτην περὶ ἐμὲ φυλακὴν ἔχειν |
s-189
| τὸ δὲ οὐ μανθάνεις ἀλλὰ λέληθέ σε τὸ ὄνειρον ἐμέ τοί δίκαιον ἐστί φράζειν |
s-190
| φής τοι τὸ ὄνειρον ὑπὸ αἰχμῆς σιδηρέης φάναι ἐμὲ τελευτήσειν |
s-191
| ὑὸς δὲ κοῖαι μὲν εἰσὶ χεῖρες κοίη δὲ αἰχμὴ σιδηρέη τὴν σὺ φοβέαι |
s-192
| εἰ μὲν γὰρ ὑπὸ ὀδόντος τοι εἶπε τελευτήσειν με ἢ ἄλλου τευ ὅ τι τούτῳ ἔοικε χρῆν δή σε ποιέειν τὰ ποιέεις |
s-193
| νῦν δὲ ὑπὸ αἰχμῆς |
s-194
| ἐπείτε ὦν οὐ πρὸς ἄνδρας ἡμῖν γίνεται ἡ μάχη μέτες με |
s-195
| ἀμείβεται Κροῖσος |
s-196
| ὦ παῖ ἔστι τῇ με νικᾷς γνώμην ἀποφαίνων περὶ τοῦ ἐνυπνίου |
s-197
| ὡς ὦν νενικημένος ὑπὸ σέο μεταγινώσκω μετίημί τε σὲ ἰέναι ἐπὶ τὴν ἄγρην |
s-198
| εἴπας δὲ ταῦτα ὁ Κροῖσος μεταπέμπεται τὸν Φρύγα Ἄδρηστον |
s-199
| ἀπικομένῳ δέ οἱ λέγει τάδε |
s-200
| Ἄδρηστε ἐγώ σε συμφορῇ πεπληγμένον ἀχάρι τήν τοι οὐκ ὀνειδίζω ἐκάθηρα καὶ οἰκίοισι ὑποδεξάμενος ἔχω παρέχων πᾶσαν δαπάνην |
s-201
| νῦν ὤν ὀφείλεις γὰρ ἐμοῦ προποιήσαντος χρηστὰ ἐς σὲ χρηστοῖσί με ἀμείβεσθαι φύλακα παιδός σε τοῦ ἐμοῦ χρηίζω γενέσθαι ἐς ἄγρην ὁρμωμένου μή τινες κατ’ ὁδὸν κλῶπες κακοῦργοι ἐπὶ δηλήσι φανέωσι ὑμῖν |
s-202
| πρὸς δὲ τούτῳ καὶ σέ τοι χρεόν ἐστι ἰέναι ἔνθα ἀπολαμπρυνέαι τοῖσι ἔργοισι |