Dependency Tree

Universal Dependencies - Ancient Greek - PROIEL

LanguageAncient Greek
ProjectPROIEL
Corpus Parttrain
AnnotationHaug, Dag

Select a sentence

Showing 102 - 201 of 15016 • previousnext

s-102 ταῦτα δέ σφι ποιήσασι καὶ ὀφθεῖσι ὑπὸ τῆς πανηγύριος τελευτὴ τοῦ βίου ἀρίστη ἐπεγένετο
s-103 Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεηνιέων τὴν ῥώμην αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν
s-104 οἵων τέκνων ἐκύρησε
s-105 δὲ μήτηρ περιχαρής ἐοῦσα τῷ τε ἔργῳ καὶ τῇ φήμῃ στᾶσα ἀντίον τοῦ ἀγάλματος εὔχετο Κλεόβι τε καὶ Βίτωνι τοῖσι ἑωυτῆς τέκνοισι οἵ μιν ἐτίμησαν μεγάλως τὴν θεὸν δοῦναι τὸ ἀνθρώπῳ τυχεῖν ἄριστον ἐστί
s-106 μετὰ ταύτην δὲ τὴν εὐχὴν ὡς ἔθυσάν τε καὶ εὐωχήθησαν κατακοιμηθέντες ἐν αὐτῷ τῷ ἱρῷ οἱ νεηνίαι οὐκέτι ἀνέστησαν ἀλλ’ ἐν τέλεϊ τούτῳ ἔσχοντο
s-107 Ἀργεῖοι δὲ σφέων εἰκόνας ποιησάμενοι ἀνέθεσαν ἐς Δελφοὺς ὡς ἀριστῶν γενομένων
s-108 Σόλων μὲν δὴ εὐδαιμονίης δευτερεῖα ἔνεμε τούτοισι
s-109 Κροῖσος δὲ σπερχθεὶς εἶπε
s-110 ξεῖνε Ἀθηναῖε δ’ ἡμετέρη εὐδαιμονίη οὕτω τοι ἀπέρριπται ἐς τὸ μηδὲν ὥστε οὐδὲ ἰδιωτέων ἀνδρῶν ἀξίους ἡμέας ἐποίησας
s-111 δὲ εἶπε
s-112 Κροῖσε ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πρηγμάτων πέρι
s-113 ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν ἐστὶ ἰδεῖν τὰ μή τις ἐθέλει πολλὰ δὲ καὶ παθεῖν
s-114 ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι
s-115 οὗτοι ἐόντες ἐνιαυτοὶ ἑβδομήκοντα παρέχονται ἡμέρας διηκοσίας καὶ πεντακισχιλίας καὶ δισμυρίας ἐμβολίμου μηνὸς μὴ γινομένου
s-116 εἰ δὲ δὴ ἐθελήσει τὸ ἕτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι ἵνα δὴ αἱ ὧραι συμβαίνωσι παραγινόμεναι ἐς τὸ δέον μῆνες μὲν παρὰ τὰ ἑβδομήκοντα ἔτεα οἱ ἐμβόλιμοι γίνονται τριήκοντα πέντε ἡμέραι δὲ ἐκ τῶν μηνῶν τούτων χίλιαι πεντήκοντα
s-117 τουτέων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδομήκοντα ἔτεα ἐουσέων πεντήκοντα καὶ διηκοσιέων καὶ ἑξακισχιλιέων καὶ δισμυριέων ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον προσάγει πρῆγμα
s-118 οὕτω ὦν Κροῖσε πᾶν ἐστὶ ἄνθρωπος συμφορή
s-119 ἐμοὶ δὲ σὺ καὶ πλουτέειν μέγα φαίνεαι καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων
s-120 ἐκεῖνο δὲ τὸ εἴρεό με οὔκω σε ἐγὼ λέγω πρὶν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι
s-121 οὐ γάρ τι μέγα πλούσιος μᾶλλον τοῦ ἐπ’ ἡμέρην ἔχοντος ὀλβιώτερος ἐστί εἰ μή οἱ τύχη ἐπίσποιτο πάντα καλὰ ἔχοντα εὖ τελευτῆσαὶ τὸν βίον
s-122 πολλοὶ μὲν γὰρ ζάπλουτοι ἀνθρώπων ἀνόλβιοι εἰσί πολλοὶ δὲ μετρίως ἔχοντες βίου εὐτυχέες
s-123 μὲν δὴ μέγα πλούσιος ἀνόλβιος δὲ δυοῖσι προέχει τοῦ εὐτυχέος μοῦνον οὗτος δὲ τοῦ πλουσίου καὶ ἀνόλβου πολλοῖσι
s-124 μὲν ἐπιθυμίην ἐκτελέσαι καί ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος
s-125 δὲ τοῖσιδε προέχει ἐκείνου
s-126 εἰ δὲ πρὸς τούτοισι ἔτι τελευτήσῃ τὸν βίον εὖ οὗτος ἐκεῖνος τὸν σὺ ζητέεις ὄλβιος κεκλῆσθαι ἄξιος ἐστί
s-127 πρὶν δ’ ἂν τελευτήσῃ ἐπισχεῖν μηδὲ καλέειν κω ὄλβιον ἀλλ’ εὐτυχέα
s-128 τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθρωπον ἐόντα ἀδύνατον ἐστί ὥσπερ χώρη οὐδεμία καταρκέει πάντα ἑωυτῇ παρέχουσα ἀλλὰ ἄλλο μὲν ἔχει ἑτέρου δὲ ἐπιδέεται
s-129 δὲ ἂν τὰ πλεῖστα ἔχῃ αὕτη ἀρίστη
s-130 ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκες ἐστί
s-131 τὸ μὲν γὰρ ἔχει
s-132 ἄλλου δὲ ἐνδεές ἐστι
s-133 ὃς δ’ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ καὶ ἔπειτα τελευτήσῃ εὐχαρίστως τὸν βίον οὗτος παρ’ ἐμοὶ τὸ οὔνομα τοῦτο βασιλεῦ δίκαιος ἐστὶ φέρεσθαι
s-134 σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν κῇ ἀποβήσεται
s-135 πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον θεὸς προρρίζους ἀνέτρεψε
s-136 ταῦτα λέγων τῷ Κροίσῳ οὔ κως οὔτε ἐχαρίζετο οὔτε λόγου μιν ποιησάμενος οὐδενὸς ἀποπέμπεται κάρτα δόξας ἀμαθέα εἶναι ὃς τὰ παρεόντα ἀγαθὰ μετεὶς τὴν τελευτὴν παντὸς χρήματος ὁρᾶν ἐκέλευε
s-137 μετὰ δὲ Σόλωνα οἰχόμενον ἔλαβέ ἐκ θεοῦ νέμεσις μεγάλη Κροῖσον ὡς εἰκάσαι ὅτι ἐνόμισε ἑωυτὸν εἶναι ἀνθρώπων ἁπάντων ὀλβιώτατον
s-138 αὐτίκα δέ οἱ εὕδοντι ἐπέστη ὄνειρος ὅς οἱ τὴν ἀληθείην ἔφαινε τῶν μελλόντων γενέσθαι κακῶν κατὰ τὸν παῖδα
s-139 ἦσαν δὲ τῷ Κροίσῳ δύο παῖδες τῶν ἕτερος μὲν διέφθαρτο ἦν γὰρ δὴ κωφός δὲ ἕτερος τῶν ἡλίκων μακρῷ τὰ πάντα πρῶτος
s-140 οὔνομα δέ οἱ ἦν Ἄτυς
s-141 τοῦτον δὴ ὦν τὸν Ἄτυν σημαίνει τῷ Κροίσῳ ὄνειρος ὡς ἀπολέει μιν αἰχμῇ σιδηρέῃ βληθέντα
s-142 δ’ ἐπείτε ἐξηγέρθη καὶ ἑωυτῷ λόγον ἔδωκε καταρρωδήσας τὸν ὄνειρον ἄγεται μὲν τῷ παιδὶ γυναῖκα
s-143 ἐωθότα δὲ στρατηγέειν μιν τῶν Λυδῶν οὐδαμῇ ἔτι ἐπὶ τοιοῦτο πρῆγμα ἐξέπεμπε
s-144 ἀκόντια δὲ καὶ δοράτια καὶ τά τοιαῦτα πάντα τοῖσι χρέωνται ἐς πόλεμον ἄνθρωποι ἐκ τῶν ἀνδρεώνων ἐκκομίσας ἐς τοὺς θαλάμους συνένησε μή τί οἱ κρεμάμενον τῷ παιδὶ ἐμπέσῃ
s-145 παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία κατὰ νόμους τοὺς ἐπιχωρίους καθαρσίου ἐδέετο κυρῆσαι
s-146 Κροῖσος δέ μιν ἐκάθηρε
s-147 ἔστι δὲ παραπλησίη κάθαρσις τοῖσι Λυδοῖσι καὶ τοῖσι Ἕλλησι
s-148 ἐπείτε δὲ τὰ νομιζόμενα ἐποίησε Κροῖσος ἐπυνθάνετο ὁκόθεν τε καὶ τίς εἴη λέγων τάδε
s-149 ἄνθρωπε τίς τε ἐὼν καὶ κόθεν τῆς Φρυγίης ἥκων ἐπίστιός μοι ἐγένεο
s-150 τίνα τε ἀνδρῶν γυναικῶν ἐφόνευσας
s-151 δὲ ἀμείβετο
s-152 βασιλεῦ Γορδίεω μὲν τοῦ Μίδεω εἰμὶ παῖς
s-153 ὀνομάζομαι δὲ Ἄδρηστος
s-154 φονεύσας δὲ ἀδελφεὸν ἐμεωυτοῦ ἀέκων πάρειμι ἐξεληλαμένος τε ὑπὸ τοῦ πατρὸς καὶ ἐστερημένος πάντων
s-155 Κροῖσος δέ μιν ἀμείβετο τοῖσιδε
s-156 ἀνδρῶν τε φίλων τυγχάνεις ἔκγονος ἐὼν καὶ ἐλήλυθας ἐς φίλους ἔνθα ἀμηχανήσεις χρήματος οὐδενὸς μένων ἐν ἡμετέρου συμφορήν τε ταύτην ὡς κουφότατα φέρων κερδανέεις πλεῖστον
s-157 μὲν δὴ δίαιταν εἶχε ἐν Κροίσου
s-158 ἐν δὲ τῷ αὐτῷ χρόνῳ τούτῳ ἐν τῷ Μυσίῳ Ὀλύμπῳ ὑὸς χρῆμα γίνεται μέγα
s-159 ὁρμώμενος δὲ οὗτος ἐκ τοῦ ὄρεος τούτου τὰ τῶν Μυσῶν ἔργα διαφθείρεσκε
s-160 πολλάκις δὲ οἱ Μυσοὶ ἐπ’ αὐτὸν ἐξελθόντες ποιέεσκον μὲν κακὸν οὐδέν
s-161 ἔπασχον δὲ πρὸς αὐτοῦ
s-162 τέλος δὲ ἀπικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε
s-163 βασιλεῦ ὑὸς χρῆμα μέγιστον ἀνεφάνη ἡμῖν ἐν τῇ χώρῃ ὃς τὰ ἔργα διαφθείρει
s-164 τοῦτον προθυμεόμενοι ἑλεῖν οὐ δυνάμεθα
s-165 νῦν ὦν προσδεόμεθά σευ τὸν παῖδα καὶ λογάδας νεηνίας καὶ κύνας συμπέμψαι ἡμῖν ὡς ἄν μιν ἐξέλωμεν ἐκ τῆς χώρης
s-166 οἳ μὲν δὴ τούτων ἐδέοντο
s-167 Κροῖσος δὲ μνημονεύων τοῦ ὀνείρου τὰ ἔπεα ἔλεγέ σφι τάδε
s-168 παιδὸς μὲν πέρι τοῦ ἐμοῦ μὴ μνησθῆτε ἔτι
s-169 οὐ γὰρ ἂν ὑμῖν συμπέμψαιμι
s-170 νεόγαμός τε γὰρ ἐστὶ καὶ ταῦτά οἱ νῦν μέλει
s-171 Λυδῶν μέντοι λογάδας καὶ τὸ κυνηγέσιον πᾶν συμπέμψω καὶ διακελεύσομαι τοῖσι ἰοῦσι εἶναι ὡς προθυμοτάτοισι συνεξελεῖν ὑμῖν τὸ θηρίον ἐκ τῆς χώρης
s-172 ταῦτα ἀμείψατο
s-173 ἀποχρεωμένων δὲ τούτοισι τῶν Μυσῶν ἐπεσέρχεται τοῦ Κροίσου παῖς ἀκηκοὼς τῶν ἐδέοντο οἱ Μυσοί
s-174 οὐ φαμένου δὲ τοῦ Κροίσου τόν γε παῖδά σφι συμπέμψειν λέγει πρὸς αὐτὸν νεηνίης τάδε
s-175 πάτερ τὰ κάλλιστα πρότερον κοτὲ καὶ γενναιότατα ἡμῖν ἦν ἔς τε πολέμους καὶ ἐς ἄγρας φοιτέοντας εὐδοκιμέειν
s-176 νῦν δὲ ἀμφοτέρων με τούτων ἀποκληίσας ἔχεις οὔτε τινὰ δειλίην μοι παριδὼν οὔτε ἀθυμίην
s-177 νῦν τε τέοισί με χρὴ ὄμμασι ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτέοντα φαίνεσθαι
s-178 κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἶναι κοῖος δέ τις τῇ νεογάμῳ γυναικί
s-179 κοίῳ δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν
s-180 ἐμὲ ὦν σὺ μέτες ἰέναι ἐπὶ τὴν θήρην λόγῳ ἀνάπεισον ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεόμενα
s-181 ἀμείβεται Κροῖσος τοῖσιδε
s-182 παῖ οὔτε δειλίην οὔτε ἄλλο οὐδὲν ἄχαρι παριδών τοι ποιέω ταῦτα ἀλλά μοι ὄψις ὀνείρου ἐν τῷ ὕπνῳ ἐπιστᾶσα ἔφη σε ὀλιγοχρόνιον ἔσεσθαι
s-183 ὑπὸ γὰρ αἰχμῆς σιδηρέης ἀπολέεσθαι
s-184 πρὸς ὧν τὴν ὄψιν ταύτην τόν τε γάμον τοι τοῦτον ἔσπευσα καὶ ἐπὶ τὰ παραλαμβανόμενα οὐκ ἀποπέμπω φυλακὴν ἔχων εἴ κως δυναίμην ἐπὶ τῆς ἐμῆς σε ζόης διακλέψαι
s-185 εἷς γὰρ μοι μοῦνος τυγχάνεις ἐὼν παῖς
s-186 τὸν γὰρ δὴ ἕτερον διεφθαρμένον τὴν ἀκοὴν οὐκ εἶναί μοι λογίζομαι
s-187 ἀμείβεται νεηνίης τοῖσιδε
s-188 συγγνώμη μὲν πάτερ τοι ἰδόντι γε ὄψιν τοιαύτην περὶ ἐμὲ φυλακὴν ἔχειν
s-189 τὸ δὲ οὐ μανθάνεις ἀλλὰ λέληθέ σε τὸ ὄνειρον ἐμέ τοί δίκαιον ἐστί φράζειν
s-190 φής τοι τὸ ὄνειρον ὑπὸ αἰχμῆς σιδηρέης φάναι ἐμὲ τελευτήσειν
s-191 ὑὸς δὲ κοῖαι μὲν εἰσὶ χεῖρες κοίη δὲ αἰχμὴ σιδηρέη τὴν σὺ φοβέαι
s-192 εἰ μὲν γὰρ ὑπὸ ὀδόντος τοι εἶπε τελευτήσειν με ἄλλου τευ τι τούτῳ ἔοικε χρῆν δή σε ποιέειν τὰ ποιέεις
s-193 νῦν δὲ ὑπὸ αἰχμῆς
s-194 ἐπείτε ὦν οὐ πρὸς ἄνδρας ἡμῖν γίνεται μάχη μέτες με
s-195 ἀμείβεται Κροῖσος
s-196 παῖ ἔστι τῇ με νικᾷς γνώμην ἀποφαίνων περὶ τοῦ ἐνυπνίου
s-197 ὡς ὦν νενικημένος ὑπὸ σέο μεταγινώσκω μετίημί τε σὲ ἰέναι ἐπὶ τὴν ἄγρην
s-198 εἴπας δὲ ταῦτα Κροῖσος μεταπέμπεται τὸν Φρύγα Ἄδρηστον
s-199 ἀπικομένῳ δέ οἱ λέγει τάδε
s-200 Ἄδρηστε ἐγώ σε συμφορῇ πεπληγμένον ἀχάρι τήν τοι οὐκ ὀνειδίζω ἐκάθηρα καὶ οἰκίοισι ὑποδεξάμενος ἔχω παρέχων πᾶσαν δαπάνην
s-201 νῦν ὤν ὀφείλεις γὰρ ἐμοῦ προποιήσαντος χρηστὰ ἐς σὲ χρηστοῖσί με ἀμείβεσθαι φύλακα παιδός σε τοῦ ἐμοῦ χρηίζω γενέσθαι ἐς ἄγρην ὁρμωμένου μή τινες κατ’ ὁδὸν κλῶπες κακοῦργοι ἐπὶ δηλήσι φανέωσι ὑμῖν

Text viewDownload CoNNL-U