Dependency Tree

Universal Dependencies - Ancient Greek - PROIEL

LanguageAncient Greek
ProjectPROIEL
Corpus Parttest
AnnotationHaug, Dag

Select a sentence

Showing 602 - 701 of 1047 • previousnext

s-602 κατηρτισμένος δὲ πᾶς ἔσται ὡς διδάσκαλος αὐτοῦ
s-603 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου
s-604 τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς
s-605 πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου ἀδελφέ ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων
s-606 ὑποκριτά ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ καὶ τότε διαβλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν
s-607 οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν
s-608 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται
s-609 οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα οὐδὲ ἐκ βάτου σταφυλὴν τρυγῶσιν
s-610 ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν καὶ πονηρὸς ἐκ τοῦ πονηροῦ προφέρει τὸ πονηρόν
s-611 ἐκ γὰρ περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ
s-612 Τί δέ με καλεῖτε κύριε κύριε καὶ οὐ ποιεῖτε λέγω
s-613 πᾶς ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος
s-614 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν
s-615 πλημμύρης δὲ γενομένης προσέρηξεν ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν
s-616 δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου προσέρηξεν ποταμός
s-617 καὶ εὐθὺς συνέπεσεν
s-618 καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα
s-619 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς
s-620 ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ
s-621 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ
s-622 τί τοῦτο ἀκούω περὶ σοῦ
s-623 ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου
s-624 οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν
s-625 εἶπεν δὲ ἐν ἑαυτῷ οἰκονόμος
s-626 τί ποιήσω ὅτι κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ
s-627 σκάπτειν οὐκ ἰσχύω
s-628 ἐπαιτεῖν αἰσχύνομαι
s-629 ἔγνων τί ποιήσω ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν
s-630 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ
s-631 πόσον ὀφείλεις τῷ κυρίῳ μου
s-632 δὲ εἶπεν
s-633 ἑκατὸν βάτους ἐλαίου
s-634 δὲ εἶπεν αὐτῷ
s-635 δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα
s-636 ἔπειτα ἑτέρῳ εἶπεν
s-637 σὺ δὲ πόσον ὀφείλεις
s-638 δὲ εἶπεν
s-639 ἑκατὸν κόρους σίτου
s-640 λέγει αὐτῷ
s-641 δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα
s-642 καὶ ἐπῄνεσεν κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν
s-643 ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσίν
s-644 καὶ ἐγὼ ὑμῖν λέγω
s-645 ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς
s-646 πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν καὶ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν
s-647 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει
s-648 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε τὸ ὑμέτερον τίς δώσει ὑμῖν
s-649 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν
s-650 γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει
s-651 οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ
s-652 Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες καὶ ἐξεμυκτήριζον αὐτόν
s-653 καὶ εἶπεν αὐτοῖς
s-654 ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων
s-655 δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν
s-656 ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ
s-657 νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου
s-658 ἀπὸ τότε βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται
s-659 εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν τοῦ νόμου μίαν κεραίαν πεσεῖν
s-660 πᾶς ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει καὶ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει
s-661 Ἄνθρωπος δέ τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς
s-662 πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου
s-663 ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ
s-664 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ
s-665 ἀπέθανεν δὲ καὶ πλούσιος καὶ ἐτάφη
s-666 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὑπάρχων ἐν βασάνοις ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ
s-667 καὶ αὐτὸς φωνήσας εἶπεν
s-668 πάτερ Ἀβραάμ ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ
s-669 εἶπεν δὲ Ἀβραάμ
s-670 τέκνον μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου καὶ Λάζαρος ὁμοίως τὰ κακά
s-671 νῦν δὲ ὧδε παρακαλεῖται
s-672 σὺ δὲ ὀδυνᾶσαι
s-673 καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν
s-674 εἶπεν δέ
s-675 ἐρωτῶ οὖν σε πάτερ ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου ἔχω γὰρ πέντε ἀδελφούς ὅπως διαμαρτύρηται αὐτοῖς ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου
s-676 λέγει δὲ αὐτῷ Ἀβραάμ
s-677 ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας
s-678 ἀκουσάτωσαν αὐτῶν
s-679 δὲ εἶπεν
s-680 οὐχί πάτερ Ἀβραάμ ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς μετανοήσουσιν
s-681 εἶπεν δὲ αὐτῷ
s-682 εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται
s-683 Μετὰ ταῦτα ἀπῆλθεν Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος
s-684 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς ὅτι ἑώρων τὰ σημεῖα ἐποίει ἐπὶ τῶν ἀσθενούντων
s-685 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς καὶ ἐκεῖ ἐκαθέζετο μετὰ τῶν μαθητῶν αὐτοῦ
s-686 ἦν δὲ ἐγγὺς τὸ πάσχα ἑορτὴ τῶν Ἰουδαίων
s-687 ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον
s-688 πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι
s-689 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν
s-690 αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν
s-691 ἀποκρίνεται αὐτῷ Φίλιππος
s-692 διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ
s-693 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου
s-694 ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια
s-695 ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους
s-696 εἶπεν Ἰησοῦς
s-697 ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν
s-698 ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ
s-699 ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι
s-700 ἔλαβεν οὖν τοὺς ἄρτους Ἰησοῦς καὶ εὐχαρίστησεν καὶ ἔδωκεν τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον
s-701 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ

Text viewDownload CoNNL-U