Dependency Tree

Universal Dependencies - Ancient Greek - PROIEL

LanguageAncient Greek
ProjectPROIEL
Corpus Parttest
AnnotationHaug, Dag

Select a sentence

Showing 501 - 600 of 1047 • previousnext

s-501 Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά
s-502 καὶ ἤδη ὥρας πολλῆς γινομένης προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἔλεγον ὅτι ἔρημός ἐστιν τόπος καὶ ἤδη ὥρα πολλή
s-503 ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν
s-504 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς
s-505 δότε αὐτοῖς ὑμεῖς φαγεῖν
s-506 καὶ λέγουσιν αὐτῷ
s-507 ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν
s-508 δὲ λέγει αὐτοῖς
s-509 πόσους ἄρτους ἔχετε
s-510 ὑπάγετε
s-511 ἴδετε
s-512 καὶ γνόντες λέγουσιν
s-513 πέντε καὶ δύο ἰχθύας
s-514 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ
s-515 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα
s-516 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ἵνα παρατιθῶσιν αὐτοῖς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν
s-517 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν
s-518 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων
s-519 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες
s-520 Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον
s-521 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι
s-522 καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς
s-523 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν ἦν γὰρ ἄνεμος ἐναντίος αὐτοῖς περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης
s-524 καὶ ἤθελεν παρελθεῖν αὐτούς
s-525 οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν
s-526 πάντες γὰρ αὐτὸν εἶδαν καὶ ἐταράχθησαν
s-527 δὲ εὐθὺς ἐλάλησεν μετ’ αὐτῶν καὶ λέγει αὐτοῖς
s-528 θαρσεῖτε
s-529 ἐγώ εἰμι
s-530 μὴ φοβεῖσθε
s-531 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον καὶ ἐκόπασεν ἄνεμος
s-532 καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο
s-533 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις ἀλλ’ ἦν αὐτῶν καρδία πεπωρωμένη
s-534 Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν
s-535 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν
s-536 καὶ ὅπου ἐὰν εἰσεπορεύετο εἰς κώμας εἰς πόλεις εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα καὶ ἄν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται
s-537 καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσώζοντο
s-538 Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσίν
s-539 τινὲς δὲ τῶν Φαρισαίων εἶπον
s-540 τί ποιεῖτε οὐκ ἔξεστιν ποιεῖν τοῖς σάββασιν
s-541 καὶ ἀποκριθεὶς Ἰησοῦς πρὸς αὐτοὺς εἶπεν
s-542 οὐδὲ τοῦτο ἀνέγνωτε ἐποίησεν Δαυεὶδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ὄντες
s-543 ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβεν καὶ ἔφαγεν καὶ ἔδωκεν καὶ τοῖς μετ’ αὐτοῦ οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς
s-544 καὶ ἔλεγεν αὐτοῖς ὅτι κύριός ἐστιν υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου
s-545 Ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν
s-546 καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ χεὶρ αὐτοῦ δεξιὰ ἦν ξηρά
s-547 παρετηροῦντο δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ
s-548 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν
s-549 εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα
s-550 ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον
s-551 καὶ ἀναστὰς ἔστη
s-552 εἶπεν δὲ Ἰησοῦς πρὸς αὐτούς
s-553 ἐπερωτῶ ὑμᾶς εἰ ἔξεστιν τῷ σαββάτῳ ἀγαθοποιῆσαι κακοποιῆσαι ψυχὴν σῶσαι ἀπολέσαι
s-554 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ
s-555 ἔκτεινον τὴν χεῖρά σου
s-556 δὲ ἐποίησεν καὶ ἀπεκατεστάθη χεὶρ αὐτοῦ
s-557 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ
s-558 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ
s-559 καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον ζηλωτήν καὶ Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώθ ὃς ἐγένετο προδότης
s-560 καὶ καταβὰς μετ’ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο
s-561 καὶ πᾶς ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας
s-562 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν
s-563 μακάριοι οἱ πτωχοί ὅτι ὑμετέρα ἐστὶν βασιλεία τοῦ θεοῦ
s-564 μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε
s-565 μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε
s-566 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου
s-567 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε
s-568 ἰδοὺ γὰρ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ
s-569 κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν
s-570 Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν
s-571 οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι νῦν ὅτι πεινάσετε
s-572 οὐαί οἱ γελῶντες νῦν ὅτι πενθήσετε καὶ κλαύσετε
s-573 οὐαὶ ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι
s-574 κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν
s-575 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν
s-576 ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν
s-577 καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς
s-578 εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς
s-579 προσεύχεσθε περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς
s-580 τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς
s-581 παντὶ αἰτοῦντί σε δίδου καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει
s-582 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως
s-583 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς ποία ὑμῖν χάρις ἐστίν
s-584 καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν
s-585 καὶ γὰρ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς ποία ὑμῖν χάρις ἐστὶν
s-586 καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν
s-587 καὶ ἐὰν δανίσητε παρ’ ὧν ἐλπίζετε λαβεῖν ποία ὑμῖν χάρις ἐστίν
s-588 καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα
s-589 Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδένα ἀπελπίζοντες
s-590 καὶ ἔσται μισθὸς ὑμῶν πολύς καὶ ἔσεσθε υἱοὶ ὑψίστου ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς
s-591 γίνεσθε οἰκτίρμονες καθὼς πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν
s-592 καὶ μὴ κρίνετε καὶ οὐ μὴ κριθῆτε
s-593 καὶ μὴ καταδικάζετε καὶ οὐ μὴ καταδικασθῆτε
s-594 ἀπολύετε καὶ ἀπολυθήσεσθε
s-595 δίδοτε καὶ δοθήσεται ὑμῖν
s-596 μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν
s-597 γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν
s-598 Εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς
s-599 μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν
s-600 οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται

Text viewDownload CoNNL-U