s-402
| ἀπέχουσιν τὸν μισθὸν αὐτῶν |
s-403
| σὺ δὲ ὅταν προσεύχῃ εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ |
s-404
| καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι |
s-405
| Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί |
s-406
| δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται |
s-407
| μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς |
s-408
| οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν |
s-409
| οὕτως οὖν προσεύχεσθε ὑμεῖς |
s-410
| πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἁγιασθήτω τὸ ὄνομά σου |
s-411
| ἐλθάτω ἡ βασιλεία σου |
s-412
| γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς |
s-413
| τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον |
s-414
| καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν |
s-415
| καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ |
s-416
| Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος |
s-417
| ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν |
s-418
| Ὅταν δὲ νηστεύητε μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί |
s-419
| ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες |
s-420
| ἀμὴν λέγω ὑμῖν |
s-421
| ἀπέχουσιν τὸν μισθὸν αὐτῶν |
s-422
| σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυφαίῳ |
s-423
| καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι |
s-424
| Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν |
s-425
| θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν |
s-426
| ὅπου γάρ ἐστιν ὁ θησαυρός σου ἐκεῖ ἔσται καὶ ἡ καρδία σου |
s-427
| Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός |
s-428
| ἐὰν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται |
s-429
| ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται |
s-430
| εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν τὸ σκότος πόσον |
s-431
| Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν |
s-432
| ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει |
s-433
| οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ |
s-434
| Διὰ τοῦτο λέγω ὑμῖν |
s-435
| μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε |
s-436
| οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος |
s-437
| ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά |
s-438
| οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν |
s-439
| τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα |
s-440
| καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε |
s-441
| καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν |
s-442
| οὐ κοπιῶσιν |
s-443
| οὐδὲ νήθουσιν |
s-444
| λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων |
s-445
| εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν οὐ πολλῷ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι |
s-446
| μὴ οὖν μεριμνήσητε λέγοντες τί φάγωμεν ἤ τί πίωμεν ἤ τί περιβαλώμεθα |
s-447
| πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν |
s-448
| οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων |
s-449
| ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν |
s-450
| μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον |
s-451
| ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς |
s-452
| ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς |
s-453
| Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ |
s-454
| καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ |
s-455
| καὶ οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες |
s-456
| πόθεν τούτῳ ταῦτα καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ |
s-457
| καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται |
s-458
| οὐχ οὗτός ἐστιν ὁ τέκτων ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος |
s-459
| καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς |
s-460
| καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ |
s-461
| καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι ἑαυτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ |
s-462
| καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν |
s-463
| καὶ ἐθαύμασεν διὰ τὴν ἀπιστίαν αὐτῶν |
s-464
| Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων |
s-465
| Καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον μὴ ἄρτον μὴ πήραν μὴ εἰς τὴν ζώνην χαλκόν ἀλλὰ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας |
s-466
| καὶ ἔλεγεν αὐτοῖς |
s-467
| ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν |
s-468
| καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς |
s-469
| καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοῶσιν καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον |
s-470
| Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρώδης φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ |
s-471
| ἄλλοι δὲ ἔλεγον ὅτι Ἡλείας ἐστίν |
s-472
| ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν |
s-473
| ἀκούσας δὲ ὁ Ἡρώδης ἔλεγεν |
s-474
| ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην οὗτος ἠγέρθη |
s-475
| Αὐτὸς γὰρ ὁ Ἡρώδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν |
s-476
| ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι |
s-477
| οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου |
s-478
| ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι καὶ οὐκ ἠδύνατο |
s-479
| ὁ γὰρ Ἡρώδης ἐφοβεῖτο τὸν Ἰωάννην εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει καὶ ἡδέως αὐτοῦ ἤκουεν |
s-480
| καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρώδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις |
s-481
| ὁ δὲ βασιλεὺς εἶπεν τῷ κορασίῳ |
s-482
| αἴτησόν με ὃ ἐὰν θέλῃς καὶ δώσω σοι |
s-483
| καὶ ὤμοσεν αὐτῇ ὅτι |
s-484
| ὃ ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου |
s-485
| καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς |
s-486
| τί αἰτήσωμαι |
s-487
| ἡ δὲ εἶπεν |
s-488
| τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος |
s-489
| καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα |
s-490
| θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ |
s-491
| καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν |
s-492
| καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ |
s-493
| καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς |
s-494
| καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθαν καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸν ἐν μνημείῳ |
s-495
| Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποίησαν καὶ ἐδίδαξαν |
s-496
| καὶ λέγει αὐτοῖς |
s-497
| δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον |
s-498
| ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί καὶ οὐδὲ φαγεῖν εὐκαίρουν |
s-499
| καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ’ ἰδίαν |
s-500
| καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν αὐτοὺς πολλοί καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς |
s-501
| Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά |