s-304
| ἰδόμενοι δὲ καὶ Λέσβιοι τοὺς προσεχέας φεύγοντας τὸ αὐτὸ ἐποίευν τοῖσι Σαμίοισι |
s-305
| ὣς δὲ καὶ οἱ πλεῦνες τῶν Ἰώνων ἐποίευν τὰ αὐτὰ ταῦτα |
s-306
| τῶν δὲ παραμεινάντων ἐν τῇ ναυμαχίῃ περιέφθησαν τρηχύτατα Χῖοι ὡς ἀποδεικνύμενοί τε ἔργα λαμπρὰ καὶ οὐκ ἐθελοκακέοντες |
s-307
| παρείχοντο μὲν γάρ ὥσπερ καὶ πρότερον εἰρέθη νέας ἑκατόν καὶ ἐπ’ ἑκάστης αὐτέων ἄνδρας τεσσεράκοντα τῶν ἀστῶν λογάδας ἐπιβατεύοντας |
s-308
| ὁρέοντες δὲ τοὺς πολλοὺς τῶν συμμάχων προδιδόντας οὐκ ἐδικαίευν γίνεσθαι τοῖσι κακοῖσι αὐτῶν ὅμοιοι ἀλλὰ μετ’ ὀλίγων συμμάχων μεμουνωμένοι διεκπλέοντες ἐναυμάχεον ἐς ὃ τῶν πολεμίων ἑλόντες νέας συχνὰς ἀπέβαλον τῶν σφετερέων τὰς πλεῦνας |
s-309
| Χῖοι μὲν δὴ τῇσι λοιπῇσι τῶν νεῶν ἀποφεύγουσι ἐς τὴν ἑωυτῶν |
s-310
| ὅσοισι δὲ τῶν Χίων ἀδύνατοι ἦσαν αἱ νέες ὑπὸ τρωμάτων οὗτοι δὲ ὡς ἐδιώκοντο καταφυγγάνουσι πρὸς τὴν Μυκάλην |
s-311
| νέας μὲν δὴ αὐτοῦ ταύτῃ ἐποκείλαντες κατέλιπον |
s-312
| οἳ δὲ πεζῇ ἐκομίζοντο διὰ τῆς ἠπείρου |
s-313
| οὗτοι μὲν τοίνυν τοιαύτῃσι περιέπιπτον τύχῃσι |
s-314
| Διονύσιος δὲ ὁ Φωκαεὺς ἐπείτε ἔμαθε τῶν Ἰώνων τὰ πρήγματα διεφθαρμένα νέας ἑλὼν τρεῖς τῶν πολεμίων ἀπέπλεε ἐς μὲν Φώκαιαν οὐκέτι εὖ εἰδὼς ὡς ἀνδραποδιεῖται σὺν τῇ ἄλλῃ Ἰωνίῃ |
s-315
| ὁ δὲ ἰθέως ὡς εἶχε ἔπλεε ἐς Φοινίκην |
s-316
| γαύλους δὲ ἐνθαῦτα καταδύσας καὶ χρήματα λαβὼν πολλὰ ἔπλεε ἐς Σικελίην |
s-317
| ὁρμώμενος δὲ ἐνθεῦτεν ληιστὴς κατεστήκεε Ἑλλήνων μὲν οὐδενός Καρχηδονίων δὲ καὶ Τυρσηνῶν |
s-318
| χρεωμένοισι γὰρ Ἀργείοισι ἐν Δελφοῖσι περὶ σωτηρίης τῆς πόλιος τῆς σφετέρης ἐχρήσθη ἐπίκοινον χρηστήριον τὸ μὲν ἐς αὐτοὺς τοὺς Ἀργείους φέρον τὴν δὲ παρενθήκην ἔχρησε ἐς Μιλησίους |
s-319
| τὸ μέν νυν ἐς τοὺς Ἀργείους ἔχον ἐπεὰν κατὰ τοῦτο γένωμαι τοῦ λόγου τότε μνησθήσομαι |
s-320
| τὰ δὲ τοῖσι Μιλησίοισι οὐ παρεοῦσι ἔχρησε ἔχει ὧδε |
s-321
| καὶ τότε δή Μίλητε κακῶν ἐπιμήχανε ἔργων πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ |
s-322
| σαὶ δ’ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις |
s-323
| νηοῦ δ’ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει |
s-324
| τότε δὴ ταῦτα τοὺς Μιλησίους κατελάμβανε ὁκότε ἄνδρες μὲν οἱ πλεῦνες ἐκτείνοντο ὑπὸ τῶν Περσέων ἐόντων κομητέων |
s-325
| γυναῖκες δὲ καὶ τέκνα ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο |
s-326
| ἱρὸν δὲ τὸ ἐν Διδύμοισι καὶ ὁ νηός τε καὶ τὸ χρηστήριον συληθέντα ἐνεπίμπρατο |
s-327
| τῶν δ’ ἐν τῷ ἱρῷ τούτῳ χρημάτων πολλάκις μνήμην ἑτέρωθι τοῦ λόγου ἐποιησάμην |
s-328
| τὰ δὲ νησιωτικὰ ἔθνεα τὰ ἐκ τῆς Ἐρυθρῆς θαλάσσης ἑπόμενα νήσων δὲ ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς ἀγχοτάτω τῶν Μηδικῶν εἶχον ἐσθῆτά τε καὶ ὅπλα |
s-329
| τούτων δὲ τῶν νησιωτέων ἦρχε Μαρδόντης ὁ Βαγαίου ὃς ἐν Μυκάλῃ στρατηγέων δευτέρῳ ἔτεϊ τούτων ἐτελεύτησε ἐν τῇ μάχῃ |
s-330
| ταῦτα ἦν τὰ κατ’ ἤπειρον στρατευόμενά τε ἔθνεα καὶ τεταγμένα ἐς τὸν πεζόν |
s-331
| τούτου ὦν τοῦ στρατοῦ ἦρχον μὲν οὗτοι οἵ περ εἰρέαται καὶ οἱ διατάξαντες καὶ ἐξαριθμήσαντες οὗτοι ἦσαν καὶ χιλιάρχας τε καὶ μυριάρχας ἀποδέξαντες |
s-332
| ἑκατοντάρχας δὲ καὶ δεκάρχας οἱ μυριάρχαι |
s-333
| τελέων δὲ καὶ ἐθνέων ἦσαν ἄλλοι σημάντορες |
s-334
| ἦσαν μὲν δὴ οὗτοι οἵ περ εἰρέαται ἄρχοντες |
s-335
| ἐστρατήγεον δὲ τούτων τε καὶ τοῦ σύμπαντος στρατοῦ τοῦ πεζοῦ Μαρδόνιός τε ὁ Γοβρύεω καὶ Τριτανταίχμης ὁ Ἀρταβάνου τοῦ γνώμην θεμένου μὴ στρατεύεσθαι ἐπὶ Ἑλλάδα καὶ Σμερδομένης ὁ Ὀτάνεω Δαρείου ἀμφότεροι οὗτοι ἀδελφεῶν παῖδες Ξέρξῃ δὲ ἐγίνοντο ἀνεψιοί καὶ Μασίστης ὁ Δαρείου τε καὶ Ἀτόσσης παῖς καὶ Γέργις ὁ Ἀριάζου καὶ Μεγάβυζος ὁ Ζωπύρου |
s-336
| οὗτοι ἦσαν στρατηγοὶ τοῦ σύμπαντος πεζοῦ χωρὶς τῶν μυρίων |
s-337
| τῶν δὲ μυρίων τούτων Περσέων τῶν ἀπολελεγμένων ἐστρατήγεε μὲν Ὑδάρνης ὁ Ὑδάρνεος |
s-338
| ἐκαλέοντο δὲ ἀθάνατοι οἱ Πέρσαι οὗτοι ἐπὶ τοῦδε |
s-339
| εἴ τις αὐτῶν ἐξέλιπε τὸν ἀριθμὸν ἢ θανάτῳ βιηθεὶς ἢ νούσῳ ἄλλος ἀνὴρ ἀραίρητο καὶ ἐγίνοντο οὐδαμὰ οὔτε πλεῦνες μυρίων οὔτε ἐλάσσονες |
s-340
| κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι καὶ αὐτοὶ ἄριστοι ἦσαν |
s-341
| σκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρηται |
s-342
| χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον ἁρμαμάξας τε ἅμα ἤγοντο ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην |
s-343
| σῖτα δέ σφι χωρὶς τῶν ἄλλων στρατιωτέων κάμηλοί τε καὶ ὑποζύγια ἦγον |
s-344
| ἱππεύει δὲ ταῦτα τὰ ἔθνεα |
s-345
| πλὴν οὐ πάντα παρείχετο ἵππον ἀλλὰ τοσάδε μοῦνα |
s-346
| Πέρσαι μὲν τὴν αὐτὴν ἐσκευασμένοι καὶ ὁ πεζὸς αὐτῶν |
s-347
| πλὴν ἐπὶ τῇσι κεφαλῇσι εἶχον ἔνιοι αὐτῶν καὶ χάλκεα καὶ σιδήρεα ἐξεληλαμένα ποιήματα |
s-348
| εἰσὶ δὲ τινὲς νομάδες ἄνθρωποι Σαγάρτιοι καλεόμενοι ἔθνος μὲν Περσικὸν καὶ φωνῇ |
s-349
| σκευὴν δὲ μεταξὺ ἔχουσι πεποιημένην τῆς τε Περσικῆς καὶ τῆς Πακτυϊκῆς |
s-350
| οἳ παρείχοντο μὲν ἵππον ὀκτακισχιλίην |
s-351
| ὅπλα δὲ οὐ νομίζουσι ἔχειν οὔτε χάλκεα οὔτε σιδήρεα ἔξω ἐγχειριδίων |
s-352
| χρέωνται δὲ σειρῇσι πεπλεγμένῃσι ἐξ ἱμάντων |
s-353
| ταύτῃσι πίσυνοι ἔρχονται ἐς πόλεμον |
s-354
| ἡ δὲ μάχη τούτων τῶν ἀνδρῶν ἥδε |
s-355
| ἐπεὰν συμμίσγωσι τοῖσι πολεμίοισι βάλλουσι τὰς σειρὰς ἐπ’ ἄκρῳ βρόχους ἐχούσας |
s-356
| ὅτευ δ’ ἂν τύχῃ ἤν τε ἵππου ἤν τε ἀνθρώπου ἐπ’ ἑωυτὸν ἕλκει |
s-357
| οἳ δὲ ἐν ἕρκεσι ἐμπαλασσόμενοι διαφθείρονται |
s-358
| τούτων μὲν αὕτη ἡ μάχη καὶ ἐπετετάχατο ἐς τοὺς Πέρσας |
s-359
| Μῆδοι δὲ τήν περ ἐν τῷ πεζῷ εἶχον σκευήν καὶ Κίσσιοι ὡσαύτως |
s-360
| Ἰνδοὶ δὲ σκευῇ μὲν ἐσεσάχατο τῇ αὐτῇ καὶ ἐν τῷ πεζῷ |
s-361
| ἤλαυνον δὲ κέλητας καὶ ἅρματα |
s-362
| ὑπὸ δὲ τοῖσι ἅρμασι ὑπῆσαν ἵπποι καὶ ὄνοι ἄγριοι |
s-363
| Βάκτριοι δὲ ἐσκευάδατο ὡσαύτως καὶ ἐν τῷ πεζῷ καὶ Κάσπιοι ὁμοίως |
s-364
| Λίβυες δὲ καὶ αὐτοὶ κατά περ ἐν τῷ πεζῷ |
s-365
| ἤλαυνον δὲ καὶ οὗτοι πάντες ἅρματα |
s-366
| ὣς δ’ αὕτως Κάσπιοι καὶ Παρικάνιοι ἐσεσάχατο ὁμοίως καὶ ἐν τῷ πεζῷ |
s-367
| Ἀράβιοι δὲ σκευὴν μὲν εἶχον τὴν αὐτὴν καὶ ἐν τῷ πεζῷ |
s-368
| ἤλαυνον δὲ πάντες καμήλους ταχυτῆτα οὐ λειπομένας ἵππων |
s-369
| ταῦτα τὰ ἔθνεα μοῦνα ἱππεύει |
s-370
| ἀριθμὸς δὲ τῆς ἵππου ἐγένετο ὀκτὼ μυριάδες πάρεξ τῶν καμήλων καὶ τῶν ἁρμάτων |
s-371
| οἱ μέν νυν ἄλλοι ἱππέες ἐτετάχατο κατὰ τέλεα |
s-372
| Ἀράβιοι δὲ ἔσχατοι ἐπετετάχατο |
s-373
| ἅτε γὰρ τῶν ἵππων οὔτι ἀνεχομένων τὰς καμήλους ὕστεροι ἐτετάχατο ἵνα μὴ φοβέοιτο τὸ ἱππικόν |
s-374
| Ἵππαρχοι δὲ ἦσαν Ἁρμαμίθρης τε καὶ Τίθαιος Δάτιος παῖδες |
s-375
| ὁ δὲ τρίτος σφι συνίππαρχος Φαρνούχης κατελέλειπτο ἐν Σάρδισι νοσέων |
s-376
| ὡς γὰρ ὁρμῶντο ἐκ Σαρδίων ἐπὶ συμφορὴν περιέπεσε ἀνεθέλητον |
s-377
| ἐλαύνοντι γάρ οἱ ὑπὸ τοὺς πόδας τοῦ ἵππου ὑπέδραμε κύων καὶ ὁ ἵππος οὐ προϊδὼν ἐφοβήθη τε καὶ στὰς ὀρθὸς ἀπεσείσατο τὸν Φαρνούχεα |
s-378
| πεσὼν δὲ αἷμά τε ἤμεε καὶ ἐς φθίσιν περιῆλθε ἡ νοῦσος |
s-379
| τὸν δὲ ἵππον αὐτίκα κατ’ ἀρχὰς ἐποίησαν ὡς ἐκέλευε |
s-380
| ἀπαγαγόντες οἱ οἰκέται ἐς τὸν χῶρον ἐν τῷ περ κατέβαλε τὸν δεσπότην ἐν τοῖσι γούνασι ἀπέταμον τὰ σκέλεα |
s-381
| Φαρνούχης μὲν οὕτω παρελύθη τῆς ἡγεμονίης |
s-382
| τῶν δὲ τριηρέων ἀριθμὸς μὲν ἐγένετο ἑπτὰ καὶ διηκόσιαι καὶ χίλιαι |
s-383
| παρείχοντο δὲ αὐτὰς οἵδε |
s-384
| Φοίνικες μὲν σὺν Σύροισι τοῖσι ἐν τῇ Παλαιστίνῃ τριηκοσίας ὧδε ἐσκευασμένοι |
s-385
| περὶ μὲν τῇσι κεφαλῇσι κυνέας εἶχον ἀγχοτάτω πεποιημένας τρόπον τὸν Ἑλληνικόν ἐνδεδυκότες δὲ θώρηκας λινέους ἀσπίδας δὲ ἴτυς οὐκ ἐχούσας εἶχον καὶ ἀκόντια |
s-386
| οὗτοι δὲ οἱ Φοίνικες τὸ παλαιὸν οἴκεον ὡς αὐτοὶ λέγουσι ἐπὶ τῇ Ἐρυθρῇ θαλάσσῃ |
s-387
| ἐνθεῦτεν δὲ ὑπερβάντες τῆς Συρίης οἰκέουσι τὸ παρὰ θάλασσαν |
s-388
| τῆς δὲ Συρίης τοῦτο τὸ χωρίον καὶ τὸ μέχρι Αἰγύπτου πᾶν Παλαιστίνη καλέεται |
s-389
| Αἰγύπτιοι δὲ νέας παρείχοντο διηκοσίας |
s-390
| οὗτοι δὲ εἶχον περὶ μὲν τῇσι κεφαλῇσι κράνεα χηλευτά ἀσπίδας δὲ κοίλας τὰς ἴτυς μεγάλας ἐχούσας καὶ δόρατά τε ναύμαχα καὶ τύχους μεγάλους |
s-391
| τὸ δὲ πλῆθος αὐτῶν θωρηκοφόροι ἦσαν |
s-392
| μαχαίρας δὲ μεγάλας εἶχον |
s-393
| Προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς |
s-394
| εἰ δὲ μήγε μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν οὐρανοῖς |
s-395
| ὅταν οὖν ποιῇς ἐλεημοσύνην μὴ σαλπίσῃς ἔμπροσθέν σου ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων |
s-396
| ἀμὴν λέγω ὑμῖν |
s-397
| ἀπέχουσιν τὸν μισθὸν αὐτῶν |
s-398
| σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου ὅπως ἡ σοῦ ἐλεημοσύνη ᾖ ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι |
s-399
| καὶ ὅταν προσεύχησθε οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί |
s-400
| ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι ὅπως φανῶσιν τοῖς ἀνθρώποις |
s-401
| ἀμὴν λέγω ὑμῖν |
s-402
| ἀπέχουσιν τὸν μισθὸν αὐτῶν |
s-403
| σὺ δὲ ὅταν προσεύχῃ εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ |