Dependency Tree

Universal Dependencies - Ancient Greek - PROIEL

LanguageAncient Greek
ProjectPROIEL
Corpus Parttest
AnnotationHaug, Dag

Select a sentence

Showing 302 - 401 of 1047 • previousnext

s-302 τουτέων δὲ οἱ τριήραρχοι παρέμενον καὶ ἐναυμάχεον ἀνηκουστήσαντες τοῖσι στρατηγοῖσι
s-303 καί σφι τὸ κοινὸν τῶν Σαμίων ἔδωκε διὰ τοῦτο τὸ πρῆγμα ἐν στήλῃ ἀναγραφῆναι πατρόθεν ὡς ἀνδράσι ἀγαθοῖσι γενομένοισι καὶ ἔστι αὕτη στήλη ἐν τῇ ἀγορῇ
s-304 ἰδόμενοι δὲ καὶ Λέσβιοι τοὺς προσεχέας φεύγοντας τὸ αὐτὸ ἐποίευν τοῖσι Σαμίοισι
s-305 ὣς δὲ καὶ οἱ πλεῦνες τῶν Ἰώνων ἐποίευν τὰ αὐτὰ ταῦτα
s-306 τῶν δὲ παραμεινάντων ἐν τῇ ναυμαχίῃ περιέφθησαν τρηχύτατα Χῖοι ὡς ἀποδεικνύμενοί τε ἔργα λαμπρὰ καὶ οὐκ ἐθελοκακέοντες
s-307 παρείχοντο μὲν γάρ ὥσπερ καὶ πρότερον εἰρέθη νέας ἑκατόν καὶ ἐπ’ ἑκάστης αὐτέων ἄνδρας τεσσεράκοντα τῶν ἀστῶν λογάδας ἐπιβατεύοντας
s-308 ὁρέοντες δὲ τοὺς πολλοὺς τῶν συμμάχων προδιδόντας οὐκ ἐδικαίευν γίνεσθαι τοῖσι κακοῖσι αὐτῶν ὅμοιοι ἀλλὰ μετ’ ὀλίγων συμμάχων μεμουνωμένοι διεκπλέοντες ἐναυμάχεον ἐς τῶν πολεμίων ἑλόντες νέας συχνὰς ἀπέβαλον τῶν σφετερέων τὰς πλεῦνας
s-309 Χῖοι μὲν δὴ τῇσι λοιπῇσι τῶν νεῶν ἀποφεύγουσι ἐς τὴν ἑωυτῶν
s-310 ὅσοισι δὲ τῶν Χίων ἀδύνατοι ἦσαν αἱ νέες ὑπὸ τρωμάτων οὗτοι δὲ ὡς ἐδιώκοντο καταφυγγάνουσι πρὸς τὴν Μυκάλην
s-311 νέας μὲν δὴ αὐτοῦ ταύτῃ ἐποκείλαντες κατέλιπον
s-312 οἳ δὲ πεζῇ ἐκομίζοντο διὰ τῆς ἠπείρου
s-313 οὗτοι μὲν τοίνυν τοιαύτῃσι περιέπιπτον τύχῃσι
s-314 Διονύσιος δὲ Φωκαεὺς ἐπείτε ἔμαθε τῶν Ἰώνων τὰ πρήγματα διεφθαρμένα νέας ἑλὼν τρεῖς τῶν πολεμίων ἀπέπλεε ἐς μὲν Φώκαιαν οὐκέτι εὖ εἰδὼς ὡς ἀνδραποδιεῖται σὺν τῇ ἄλλῃ Ἰωνίῃ
s-315 δὲ ἰθέως ὡς εἶχε ἔπλεε ἐς Φοινίκην
s-316 γαύλους δὲ ἐνθαῦτα καταδύσας καὶ χρήματα λαβὼν πολλὰ ἔπλεε ἐς Σικελίην
s-317 ὁρμώμενος δὲ ἐνθεῦτεν ληιστὴς κατεστήκεε Ἑλλήνων μὲν οὐδενός Καρχηδονίων δὲ καὶ Τυρσηνῶν
s-318 χρεωμένοισι γὰρ Ἀργείοισι ἐν Δελφοῖσι περὶ σωτηρίης τῆς πόλιος τῆς σφετέρης ἐχρήσθη ἐπίκοινον χρηστήριον τὸ μὲν ἐς αὐτοὺς τοὺς Ἀργείους φέρον τὴν δὲ παρενθήκην ἔχρησε ἐς Μιλησίους
s-319 τὸ μέν νυν ἐς τοὺς Ἀργείους ἔχον ἐπεὰν κατὰ τοῦτο γένωμαι τοῦ λόγου τότε μνησθήσομαι
s-320 τὰ δὲ τοῖσι Μιλησίοισι οὐ παρεοῦσι ἔχρησε ἔχει ὧδε
s-321 καὶ τότε δή Μίλητε κακῶν ἐπιμήχανε ἔργων πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ
s-322 σαὶ δ’ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις
s-323 νηοῦ δ’ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει
s-324 τότε δὴ ταῦτα τοὺς Μιλησίους κατελάμβανε ὁκότε ἄνδρες μὲν οἱ πλεῦνες ἐκτείνοντο ὑπὸ τῶν Περσέων ἐόντων κομητέων
s-325 γυναῖκες δὲ καὶ τέκνα ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο
s-326 ἱρὸν δὲ τὸ ἐν Διδύμοισι καὶ νηός τε καὶ τὸ χρηστήριον συληθέντα ἐνεπίμπρατο
s-327 τῶν δ’ ἐν τῷ ἱρῷ τούτῳ χρημάτων πολλάκις μνήμην ἑτέρωθι τοῦ λόγου ἐποιησάμην
s-328 τὰ δὲ νησιωτικὰ ἔθνεα τὰ ἐκ τῆς Ἐρυθρῆς θαλάσσης ἑπόμενα νήσων δὲ ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς ἀγχοτάτω τῶν Μηδικῶν εἶχον ἐσθῆτά τε καὶ ὅπλα
s-329 τούτων δὲ τῶν νησιωτέων ἦρχε Μαρδόντης Βαγαίου ὃς ἐν Μυκάλῃ στρατηγέων δευτέρῳ ἔτεϊ τούτων ἐτελεύτησε ἐν τῇ μάχῃ
s-330 ταῦτα ἦν τὰ κατ’ ἤπειρον στρατευόμενά τε ἔθνεα καὶ τεταγμένα ἐς τὸν πεζόν
s-331 τούτου ὦν τοῦ στρατοῦ ἦρχον μὲν οὗτοι οἵ περ εἰρέαται καὶ οἱ διατάξαντες καὶ ἐξαριθμήσαντες οὗτοι ἦσαν καὶ χιλιάρχας τε καὶ μυριάρχας ἀποδέξαντες
s-332 ἑκατοντάρχας δὲ καὶ δεκάρχας οἱ μυριάρχαι
s-333 τελέων δὲ καὶ ἐθνέων ἦσαν ἄλλοι σημάντορες
s-334 ἦσαν μὲν δὴ οὗτοι οἵ περ εἰρέαται ἄρχοντες
s-335 ἐστρατήγεον δὲ τούτων τε καὶ τοῦ σύμπαντος στρατοῦ τοῦ πεζοῦ Μαρδόνιός τε Γοβρύεω καὶ Τριτανταίχμης Ἀρταβάνου τοῦ γνώμην θεμένου μὴ στρατεύεσθαι ἐπὶ Ἑλλάδα καὶ Σμερδομένης Ὀτάνεω Δαρείου ἀμφότεροι οὗτοι ἀδελφεῶν παῖδες Ξέρξῃ δὲ ἐγίνοντο ἀνεψιοί καὶ Μασίστης Δαρείου τε καὶ Ἀτόσσης παῖς καὶ Γέργις Ἀριάζου καὶ Μεγάβυζος Ζωπύρου
s-336 οὗτοι ἦσαν στρατηγοὶ τοῦ σύμπαντος πεζοῦ χωρὶς τῶν μυρίων
s-337 τῶν δὲ μυρίων τούτων Περσέων τῶν ἀπολελεγμένων ἐστρατήγεε μὲν Ὑδάρνης Ὑδάρνεος
s-338 ἐκαλέοντο δὲ ἀθάνατοι οἱ Πέρσαι οὗτοι ἐπὶ τοῦδε
s-339 εἴ τις αὐτῶν ἐξέλιπε τὸν ἀριθμὸν θανάτῳ βιηθεὶς νούσῳ ἄλλος ἀνὴρ ἀραίρητο καὶ ἐγίνοντο οὐδαμὰ οὔτε πλεῦνες μυρίων οὔτε ἐλάσσονες
s-340 κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι καὶ αὐτοὶ ἄριστοι ἦσαν
s-341 σκευὴν μὲν τοιαύτην εἶχον περ εἴρηται
s-342 χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον ἁρμαμάξας τε ἅμα ἤγοντο ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην
s-343 σῖτα δέ σφι χωρὶς τῶν ἄλλων στρατιωτέων κάμηλοί τε καὶ ὑποζύγια ἦγον
s-344 ἱππεύει δὲ ταῦτα τὰ ἔθνεα
s-345 πλὴν οὐ πάντα παρείχετο ἵππον ἀλλὰ τοσάδε μοῦνα
s-346 Πέρσαι μὲν τὴν αὐτὴν ἐσκευασμένοι καὶ πεζὸς αὐτῶν
s-347 πλὴν ἐπὶ τῇσι κεφαλῇσι εἶχον ἔνιοι αὐτῶν καὶ χάλκεα καὶ σιδήρεα ἐξεληλαμένα ποιήματα
s-348 εἰσὶ δὲ τινὲς νομάδες ἄνθρωποι Σαγάρτιοι καλεόμενοι ἔθνος μὲν Περσικὸν καὶ φωνῇ
s-349 σκευὴν δὲ μεταξὺ ἔχουσι πεποιημένην τῆς τε Περσικῆς καὶ τῆς Πακτυϊκῆς
s-350 οἳ παρείχοντο μὲν ἵππον ὀκτακισχιλίην
s-351 ὅπλα δὲ οὐ νομίζουσι ἔχειν οὔτε χάλκεα οὔτε σιδήρεα ἔξω ἐγχειριδίων
s-352 χρέωνται δὲ σειρῇσι πεπλεγμένῃσι ἐξ ἱμάντων
s-353 ταύτῃσι πίσυνοι ἔρχονται ἐς πόλεμον
s-354 δὲ μάχη τούτων τῶν ἀνδρῶν ἥδε
s-355 ἐπεὰν συμμίσγωσι τοῖσι πολεμίοισι βάλλουσι τὰς σειρὰς ἐπ’ ἄκρῳ βρόχους ἐχούσας
s-356 ὅτευ δ’ ἂν τύχῃ ἤν τε ἵππου ἤν τε ἀνθρώπου ἐπ’ ἑωυτὸν ἕλκει
s-357 οἳ δὲ ἐν ἕρκεσι ἐμπαλασσόμενοι διαφθείρονται
s-358 τούτων μὲν αὕτη μάχη καὶ ἐπετετάχατο ἐς τοὺς Πέρσας
s-359 Μῆδοι δὲ τήν περ ἐν τῷ πεζῷ εἶχον σκευήν καὶ Κίσσιοι ὡσαύτως
s-360 Ἰνδοὶ δὲ σκευῇ μὲν ἐσεσάχατο τῇ αὐτῇ καὶ ἐν τῷ πεζῷ
s-361 ἤλαυνον δὲ κέλητας καὶ ἅρματα
s-362 ὑπὸ δὲ τοῖσι ἅρμασι ὑπῆσαν ἵπποι καὶ ὄνοι ἄγριοι
s-363 Βάκτριοι δὲ ἐσκευάδατο ὡσαύτως καὶ ἐν τῷ πεζῷ καὶ Κάσπιοι ὁμοίως
s-364 Λίβυες δὲ καὶ αὐτοὶ κατά περ ἐν τῷ πεζῷ
s-365 ἤλαυνον δὲ καὶ οὗτοι πάντες ἅρματα
s-366 ὣς δ’ αὕτως Κάσπιοι καὶ Παρικάνιοι ἐσεσάχατο ὁμοίως καὶ ἐν τῷ πεζῷ
s-367 Ἀράβιοι δὲ σκευὴν μὲν εἶχον τὴν αὐτὴν καὶ ἐν τῷ πεζῷ
s-368 ἤλαυνον δὲ πάντες καμήλους ταχυτῆτα οὐ λειπομένας ἵππων
s-369 ταῦτα τὰ ἔθνεα μοῦνα ἱππεύει
s-370 ἀριθμὸς δὲ τῆς ἵππου ἐγένετο ὀκτὼ μυριάδες πάρεξ τῶν καμήλων καὶ τῶν ἁρμάτων
s-371 οἱ μέν νυν ἄλλοι ἱππέες ἐτετάχατο κατὰ τέλεα
s-372 Ἀράβιοι δὲ ἔσχατοι ἐπετετάχατο
s-373 ἅτε γὰρ τῶν ἵππων οὔτι ἀνεχομένων τὰς καμήλους ὕστεροι ἐτετάχατο ἵνα μὴ φοβέοιτο τὸ ἱππικόν
s-374 Ἵππαρχοι δὲ ἦσαν Ἁρμαμίθρης τε καὶ Τίθαιος Δάτιος παῖδες
s-375 δὲ τρίτος σφι συνίππαρχος Φαρνούχης κατελέλειπτο ἐν Σάρδισι νοσέων
s-376 ὡς γὰρ ὁρμῶντο ἐκ Σαρδίων ἐπὶ συμφορὴν περιέπεσε ἀνεθέλητον
s-377 ἐλαύνοντι γάρ οἱ ὑπὸ τοὺς πόδας τοῦ ἵππου ὑπέδραμε κύων καὶ ἵππος οὐ προϊδὼν ἐφοβήθη τε καὶ στὰς ὀρθὸς ἀπεσείσατο τὸν Φαρνούχεα
s-378 πεσὼν δὲ αἷμά τε ἤμεε καὶ ἐς φθίσιν περιῆλθε νοῦσος
s-379 τὸν δὲ ἵππον αὐτίκα κατ’ ἀρχὰς ἐποίησαν ὡς ἐκέλευε
s-380 ἀπαγαγόντες οἱ οἰκέται ἐς τὸν χῶρον ἐν τῷ περ κατέβαλε τὸν δεσπότην ἐν τοῖσι γούνασι ἀπέταμον τὰ σκέλεα
s-381 Φαρνούχης μὲν οὕτω παρελύθη τῆς ἡγεμονίης
s-382 τῶν δὲ τριηρέων ἀριθμὸς μὲν ἐγένετο ἑπτὰ καὶ διηκόσιαι καὶ χίλιαι
s-383 παρείχοντο δὲ αὐτὰς οἵδε
s-384 Φοίνικες μὲν σὺν Σύροισι τοῖσι ἐν τῇ Παλαιστίνῃ τριηκοσίας ὧδε ἐσκευασμένοι
s-385 περὶ μὲν τῇσι κεφαλῇσι κυνέας εἶχον ἀγχοτάτω πεποιημένας τρόπον τὸν Ἑλληνικόν ἐνδεδυκότες δὲ θώρηκας λινέους ἀσπίδας δὲ ἴτυς οὐκ ἐχούσας εἶχον καὶ ἀκόντια
s-386 οὗτοι δὲ οἱ Φοίνικες τὸ παλαιὸν οἴκεον ὡς αὐτοὶ λέγουσι ἐπὶ τῇ Ἐρυθρῇ θαλάσσῃ
s-387 ἐνθεῦτεν δὲ ὑπερβάντες τῆς Συρίης οἰκέουσι τὸ παρὰ θάλασσαν
s-388 τῆς δὲ Συρίης τοῦτο τὸ χωρίον καὶ τὸ μέχρι Αἰγύπτου πᾶν Παλαιστίνη καλέεται
s-389 Αἰγύπτιοι δὲ νέας παρείχοντο διηκοσίας
s-390 οὗτοι δὲ εἶχον περὶ μὲν τῇσι κεφαλῇσι κράνεα χηλευτά ἀσπίδας δὲ κοίλας τὰς ἴτυς μεγάλας ἐχούσας καὶ δόρατά τε ναύμαχα καὶ τύχους μεγάλους
s-391 τὸ δὲ πλῆθος αὐτῶν θωρηκοφόροι ἦσαν
s-392 μαχαίρας δὲ μεγάλας εἶχον
s-393 Προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς
s-394 εἰ δὲ μήγε μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν οὐρανοῖς
s-395 ὅταν οὖν ποιῇς ἐλεημοσύνην μὴ σαλπίσῃς ἔμπροσθέν σου ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων
s-396 ἀμὴν λέγω ὑμῖν
s-397 ἀπέχουσιν τὸν μισθὸν αὐτῶν
s-398 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἀριστερά σου τί ποιεῖ δεξιά σου ὅπως σοῦ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ καὶ πατήρ σου βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι
s-399 καὶ ὅταν προσεύχησθε οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί
s-400 ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι ὅπως φανῶσιν τοῖς ἀνθρώποις
s-401 ἀμὴν λέγω ὑμῖν

Text viewDownload CoNNL-U