s-209
| οἳ ἐπείτε ἀπίκοντο παντὶ στόλῳ ἐς τὴν Σικελίην ἀπέθανον μάχῃ ἑσσωθέντες ὑπό τε Φοινίκων καὶ Ἐγεσταίων |
s-210
| μοῦνος δὲ Εὐρυλέων τῶν συγκτιστέων περιεγένετο τούτου τοῦ πάθεος |
s-211
| συλλαβὼν δὲ οὗτος τῆς στρατιῆς τοὺς περιγενομένους ἔσχε Μινώην τὴν Σελινουσίων ἀποικίην καὶ συνελευθέρου Σελινουσίους τοῦ μουνάρχου Πειθαγόρεω |
s-212
| μετὰ δὲ ὡς τοῦτον κατεῖλε αὐτὸς τυραννίδι ἐπεχείρησε Σελινοῦντος καὶ ἐμουνάρχησε χρόνον ἐπ’ ὀλίγον |
s-213
| οἱ γάρ μιν Σελινούσιοι ἐπαναστάντες ἀπέκτειναν καταφυγόντα ἐπὶ Διὸς ἀγοραίου βωμόν |
s-214
| συνέσπετο δὲ Δωριέι καὶ συναπέθανε Φίλιππος ὁ Βουτακίδεω Κροτωνιήτης ἀνήρ ὃς ἁρμοσάμενος Τήλυος τοῦ Συβαρίτεω θυγατέρα ἔφυγε ἐκ Κρότωνος |
s-215
| ψευσθεὶς δὲ τοῦ γάμου οἴχετο πλέων ἐς Κυρήνην |
s-216
| ἐκ ταύτης δὲ ὁρμώμενος συνέσπετο οἰκηίῃ τε τριήρεϊ καὶ οἰκηίῃ ἀνδρῶν δαπάνῃ ἐών τε Ὀλυμπιονίκης καὶ κάλλιστος Ἑλλήνων τῶν κατ’ ἑωυτόν |
s-217
| διὰ δὲ τὸ ἑωυτοῦ κάλλος ἠνείκατο παρὰ Ἐγεσταίων τὰ οὐδεὶς ἄλλος |
s-218
| ἐπὶ γὰρ τοῦ τάφου αὐτοῦ ἡρώιον ἱδρυσάμενοι θυσίῃσι αὐτὸν ἱλάσκονται |
s-219
| Δωριεὺς μέν νυν τρόπῳ τοιούτῳ ἐτελεύτησε |
s-220
| εἰ δὲ ἠνέσχετο βασιλευόμενος ὑπὸ Κλεομένεος καὶ κατέμενε ἐν Σπάρτῃ ἐβασίλευσε ἂν Λακεδαίμονος |
s-221
| οὐ γάρ τινα πολλὸν χρόνον ἦρξε ὁ Κλεομένης ἀλλ’ ἀπέθανε ἄπαις θυγατέρα μούνην λιπών τῇ οὔνομα ἦν Γοργώ |
s-222
| ἀπικνέεται δὲ ὦν ὁ Ἀρισταγόρης ὁ Μιλήτου τύραννος ἐς τὴν Σπάρτην Κλεομένεος ἔχοντος τὴν ἀρχήν |
s-223
| τῷ δὴ ἐς λόγους ἤιε ὡς Λακεδαιμόνιοι λέγουσι ἔχων χάλκεον πίνακα ἐν τῷ γῆς ἁπάσης περίοδος ἐνετέτμητο καὶ θάλασσά τε πᾶσα καὶ ποταμοὶ πάντες |
s-224
| ἀπικνεόμενος δὲ ἐς λόγους ὁ Ἀρισταγόρης ἔλεγε πρὸς αὐτὸν τάδε |
s-225
| Κλεόμενες σπουδὴν μὲν τὴν ἐμὴν μὴ θωμάσῃς τῆς ἐνθαῦτα ἀπίξιος |
s-226
| τὰ γὰρ κατήκοντα ἐστὶ τοιαῦτα |
s-227
| Ἰώνων παῖδας δούλους εἶναι ἀντ’ ἐλευθέρων ὄνειδος καὶ ἄλγος μέγιστον μὲν αὐτοῖσι ἡμῖν |
s-228
| ἔτι δὲ τῶν λοιπῶν ὑμῖν ὅσῳ προέστατε τῆς Ἑλλάδος |
s-229
| νῦν ὦν πρὸς θεῶν τῶν Ἑλληνίων ῥύσασθε Ἴωνας ἐκ δουλοσύνης ἄνδρας ὁμαίμονας |
s-230
| εὐπετέως δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐστί |
s-231
| οὔτε γὰρ οἱ βάρβαροι ἄλκιμοι εἰσί ὑμεῖς τε τὰ ἐς τὸν πόλεμον ἐς τὰ μέγιστα ἀνήκετε ἀρετῆς πέρι ἥ τε μάχη αὐτῶν ἐστὶ τοιήδε τόξα καὶ αἰχμὴ βραχέα |
s-232
| ἀναξυρίδας δὲ ἔχοντες ἔρχονται ἐς τὰς μάχας καὶ κυρβασίας ἐπὶ τῇσι κεφαλῇσι |
s-233
| οὕτω εὐπετέες χειρωθῆναι εἰσί |
s-234
| τὰ θυμῷ βουλόμενοι αὐτοὶ ἂν ἔχοιτε |
s-235
| κατοίκηνται δὲ ἀλλήλων ἐχόμενοι ὡς ἐγὼ φράσω Ἰώνων μὲν τῶνδε οἵδε Λυδοί οἰκέοντές τε χώρην ἀγαθὴν καὶ πολυαργυρώτατοι ἐόντες |
s-236
| δεικνὺς δὲ ἔλεγε ταῦτα ἐς τῆς γῆς τὴν περίοδον τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην |
s-237
| Λυδῶν δέ ἔφη λέγων ὁ Ἀρισταγόρης οἵδε ἔχονται Φρύγες οἱ πρὸς τὴν ἠῶ πολυπροβατώτατοί τε ἐόντες πάντων τῶν ἐγὼ οἶδα καὶ πολυκαρπότατοι |
s-238
| Φρυγῶν δὲ ἔχονται Καππαδόκαι τοὺς ἡμεῖς Συρίους καλέομεν |
s-239
| τούτοισι δὲ πρόσουροι Κίλικες κατήκοντες ἐπὶ θάλασσαν τήνδε ἐν τῇ ἥδε Κύπρος νῆσος κέεται |
s-240
| οἳ πεντακόσια τάλαντα βασιλέι τὸν ἐπέτειον φόρον ἐπιτελεῦσι |
s-241
| Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε καὶ οὗτοι ἐόντες πολυπρόβατοι |
s-242
| Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντες |
s-243
| ἔχεται δὲ τούτων γῆ ἥδε Κισσίη ἐν τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάσπην κείμενα ἐστὶ τὰ Σοῦσα ταῦτα ἔνθα βασιλεύς τε μέγας δίαιταν ποιέεται καὶ τῶν χρημάτων οἱ θησαυροὶ ἐνθαῦτα εἰσί |
s-244
| ἑλόντες δὲ ταύτην τὴν πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε |
s-245
| ἀλλὰ περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους τοῖσι οὔτε χρυσοῦ ἐχόμενον ἐστι οὐδὲν οὔτε ἀργύρου τῶν πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνήσκειν |
s-246
| παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως ἄλλο τι αἱρήσεσθε |
s-247
| Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε |
s-248
| Κλεομένης δὲ ἀμείβετο τοῖσιδε |
s-249
| ὦ ξεῖνε Μιλήσιε ἀναβάλλομαί τοι ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι |
s-250
| βουλευομένοισι δέ σφι ταῦτα παραγίνονται βοηθέοντες Μιλήσιοί τε καὶ οἱ τούτων σύμμαχοι |
s-251
| ἐνθαῦτα δὲ τὰ μὲν πρότερον οἱ Κᾶρες ἐβουλεύοντο μετῆκαν |
s-252
| οἳ δὲ αὖτις πολεμέειν ἐξ ἀρχῆς ἀρτέοντο |
s-253
| καὶ ἐπιοῦσί τε τοῖσι Πέρσῃσι συμβάλλουσι καὶ μαχεσάμενοι ἐπὶ πλέον ἢ πρότερον ἑσσώθησαν |
s-254
| πεσόντων δὲ τῶν πάντων πολλῶν μάλιστα Μιλήσιοι ἐπλήγησαν |
s-255
| μετὰ δὲ τοῦτο τὸ τρῶμα ἀνέλαβόν τε καὶ ἀνεμαχέσαντο οἱ Κᾶρες |
s-256
| πυθόμενοι γὰρ ὡς στρατεύεσθαι ὁρμέαται οἱ Πέρσαι ἐπὶ τὰς πόλις σφέων ἐλόχησαν τὴν ἐν Πηδάσῳ ὁδόν ἐς τὴν ἐμπεσόντες οἱ Πέρσαι νυκτὸς διεφθάρησαν καὶ αὐτοὶ καὶ οἱ στρατηγοὶ αὐτῶν Δαυρίσης καὶ Ἀμόργης καὶ Σισιμάκης |
s-257
| σὺν δέ σφι ἀπέθανε καὶ Μύρσος ὁ Γύγεω |
s-258
| τοῦ δὲ λόχου τούτου ἡγεμὼν ἦν Ἡρακλείδης Ἰβανώλλιος ἀνὴρ Μυλασσεύς |
s-259
| οὗτοι μέν νυν τῶν Περσέων οὕτω διεφθάρησαν |
s-260
| Ὑμαίης δὲ καὶ αὐτὸς ἐὼν τῶν ἐπιδιωξάντων τοὺς ἐς Σάρδις στρατευσαμένους Ἰώνων τραπόμενος ἐς τὸν Προποντίδα εἷλε Κίον τὴν Μυσίην |
s-261
| ταύτην δὲ ἐξελών ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐκλελοιπέναι Δαυρίσην καὶ στρατεύεσθαι ἐπὶ Καρίης καταλιπὼν τὴν Προποντίδα ἐπὶ τὸν Ἑλλήσποντον ἦγε τὸν στρατόν καὶ εἷλε μὲν Αἰολέας πάντας ὅσοι τὴν Ἰλιάδα νέμονται εἷλε δὲ Γέργιθας τοὺς ὑπολειφθέντας τῶν ἀρχαίων Τευκρῶν |
s-262
| αὐτός τε Ὑμαίης αἱρέων ταῦτα τὰ ἔθνεα νούσῳ τελευτᾷ ἐν τῇ Τρῳάδι |
s-263
| οὗτος μὲν δὴ οὕτω ἐτελεύτησε |
s-264
| Ἀρταφρένης δὲ ὁ Σαρδίων ὕπαρχος καὶ Ὀτάνης ὁ τρίτος στρατηγὸς ἐτάχθησαν ἐπὶ τὴν Ἰωνίην καὶ τὴν προσεχέα Αἰολίδα στρατεύεσθαι |
s-265
| Ἰωνίης μέν νυν Κλαζομενὰς αἱρέουσι Αἰολέων δὲ Κύμην |
s-266
| ἁλισκομενέων δὲ τῶν πολίων ἦν γὰρ ὡς διέδεξε Ἀρισταγόρης ὁ Μιλήσιος ψυχὴν οὐκ ἄκρος ὃς ταράξας τὴν Ἰωνίην καὶ ἐγκερασάμενος πρήγματα μεγάλα δρησμὸν ἐβούλευε ὁρέων ταῦτα |
s-267
| πρὸς δέ οἱ καὶ ἀδύνατα ἐφάνη βασιλέα Δαρεῖον ὑπερβαλέσθαι |
s-268
| ταῦτα ἐπειρώτα ὁ Ἀρισταγόρης |
s-269
| Ἑκαταίου μέν νυν τοῦ Ἡγησάνδρου ἀνδρὸς λογοποιοῦ τουτέων μὲν ἐς οὐδετέρην στέλλειν ἔφερε ἡ γνώμη ἐν Λέρῳ δὲ τῇ νήσῳ τεῖχος οἰκοδομησάμενον ἡσυχίην ἄγειν ἢν ἐκπέσῃ ἐκ τῆς Μιλήτου |
s-270
| ἔπειτα δὲ ἐκ ταύτης ὁρμώμενον κατελεύσεσθαι ἐς τὴν Μίλητον |
s-271
| ταῦτα μὲν δὴ Ἑκαταῖος συνεβούλευε |
s-272
| αὐτῷ δὲ Ἀρισταγόρῃ ἡ πλείστη γνώμη ἦν ἐς τὴν Μύρκινον ἀπάγειν |
s-273
| τὴν μὲν δὴ Μίλητον ἐπιτράπει Πυθαγόρῃ ἀνδρὶ τῶν ἀστῶν δοκίμῳ |
s-274
| αὐτὸς δὲ παραλαβὼν πάντα τὸν βουλόμενον ἔπλεε ἐς τὴν Θρηίκην καὶ ἔσχε τὴν χώρην ἐπ’ ἣν ἐστάλη |
s-275
| ἐκ δὲ ταύτης ὁρμώμενος ἀπόλλυται ὑπὸ Θρηίκων αὐτός τε ὁ Ἀρισταγόρης καὶ ὁ στρατὸς αὐτοῦ πόλιν περικατήμενος καὶ βουλομένων τῶν Θρηίκων ὑποσπόνδων ἐξιέναι |
s-276
| ταῦτα μέν νυν ἰθέως ἀπικομένων ἐς τὴν Μίλητον τῶν Περσέων ἐγίνετο |
s-277
| μετὰ δὲ τῶν Ἰώνων συλλεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί καὶ δή κού σφι καὶ ἄλλοι ἠγορόωντο |
s-278
| ἐν δὲ δὴ καὶ ὁ Φωκαεὺς στρατηγὸς Διονύσιος λέγων τάδε |
s-279
| ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πρήγματα ἄνδρες Ἴωνες ἢ εἶναι ἐλευθέροισι ἢ δούλοισι καὶ τούτοισι ὡς δρηπέτῃσι |
s-280
| νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέκεσθαι τὸ παραχρῆμα μὲν πόνος ὑμῖν ἔσται |
s-281
| οἷοί τε δὲ ἔσεσθε ὑπερβαλόμενοι τοὺς ἐναντίους εἶναι ἐλεύθεροι |
s-282
| εἰ δὲ μαλακίῃ τε καὶ ἀταξίῃ διαχρήσησθε οὐδεμίαν ὑμέων ἔχω ἐλπίδα μὴ οὐ δώσειν ὑμέας δίκην βασιλέι τῆς ἀποστάσιος |
s-283
| ἀλλ’ ἐμοί τε πείθεσθε καὶ ἐμοὶ ὑμέας αὐτοὺς ἐπιτρέψατε |
s-284
| καὶ ὑμῖν ἐγώ θεῶν τὰ ἴσα νεμόντων ὑποδέκομαι ἢ οὐ συμμίξειν τοὺς πολεμίους ἢ συμμίσγοντας πολλὸν ἐλασσωθήσεσθαι |
s-285
| ταῦτα ἀκούσαντες οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ |
s-286
| ὁ δὲ ἀνάγων ἑκάστοτε ἐπὶ κέρας τὰς νέας ὅκως τοῖσι ἐρέτῃσι χρήσαιτο διέκπλοον ποιεύμενος τῇσι νηυσὶ δι’ ἀλληλέων καὶ τοὺς ἐπιβάτας ὁπλίσειε τὸ λοιπὸν τῆς ἡμέρης τὰς νέας ἔχεσκε ἐπ’ ἀγκυρέων παρεῖχέ τε τοῖσι Ἴωσι πόνον δι’ ἡμέρης |
s-287
| μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ ἐποίευν τὸ κελευόμενον |
s-288
| τῇ δὲ ἐπὶ ταύτῃσι οἱ Ἴωνες οἷα ἀπαθέες ἐόντες πόνων τοιούτων τετρυμένοι τε ταλαιπωρίῃσί τε καὶ ἡλίῳ ἔλεξαν πρὸς ἑωυτοὺς τάδε |
s-289
| τίνα δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν |
s-290
| ὁ δὲ παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι πολλοὶ δὲ ἐπίδοξοι τὸ αὐτὸ τοῦτο πείσεσθαι εἰσί πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέσσον καὶ ὅ τι ὦν ἄλλο παθεῖν ἐστι καὶ τὴν μέλλουσαν δουληίην ὑπομεῖναι ἥτις ἔσται μᾶλλον ἢ τῇ παρεούσῃ συνέχεσθαι |
s-291
| φέρετε τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ |
s-292
| ταῦτα ἔλεξαν καὶ μετὰ ταῦτα αὐτίκα πείθεσθαι οὐδεὶς ἤθελε ἀλλ’ οἷα στρατιὴ σκηνάς τε πηξάμενοι ἐν τῇ νήσῳ ἐσκιητροφέοντο καὶ ἐσβαίνειν οὐκ ἐθέλεσκον ἐς τὰς νέας οὐδ’ ἀναπειρᾶσθαι |
s-293
| μαθόντες δὲ ταῦτα τὰ γινόμενα ἐκ τῶν Ἰώνων οἱ στρατηγοὶ τῶν Σαμίων ἐνθαῦτα δὴ παρ’ Αἰάκεος τοῦ Συλοσῶντος κείνους τοὺς πρότερον ἔπεμπε λόγους ὁ Αἰάκης κελευόντων τῶν Περσέων δεόμενος σφέων ἐκλιπεῖν τὴν Ἰώνων συμμαχίην οἱ Σάμιοι ὦν ὁρῶντες ἐοῦσαν ἅμα μὲν ἀταξίην πολλὴν ἐκ τῶν Ἰώνων ἐδέκοντο τοὺς λόγους |
s-294
| ἅμα δὲ κατεφαίνετό σφι εἶναι ἀδύνατα τὰ βασιλέος πρήγματα ὑπερβαλέσθαι |
s-295
| προφάσιος ὦν ἐπιλαβόμενοι ἐπείτε τάχιστα εἶδον τοὺς Ἴωνας οὐ βουλομένους εἶναι χρηστούς ἐν κέρδεϊ ἐποιεῦντο περιποιῆσαι τά τε ἱρὰ τὰ σφέτερα καὶ τὰ ἴδια |
s-296
| ὁ δὲ Αἰάκης παρ’ ὅτευ τοὺς λόγους ἐδέκοντο οἱ Σάμιοι παῖς μὲν ἦν Συλοσῶντος τοῦ Αἰάκεος |
s-297
| τύραννος δὲ ἐὼν Σάμου ὑπὸ τοὺ Μιλησίου Ἀρισταγόρεω ἀπεστέρητο τὴν ἀρχὴν κατά περ οἱ ἄλλοι τῆς Ἰωνίης τύραννοι |
s-298
| τότε ὦν ἐπεὶ ἐπέπλεον οἱ Φοίνικες οἱ Ἴωνες ἀντανῆγον καὶ αὐτοὶ τὰς νέας ἐπὶ κέρας |
s-299
| ὡς δὲ καὶ ἀγχοῦ ἐγίνοντο καὶ συνέμισγον ἀλλήλοισι τὸ ἐνθεῦτεν οὐκ ἔχω ἀτρεκέως συγγράψαι οἵτινες τῶν Ἰώνων ἐγίνοντο ἄνδρες κακοὶ ἢ ἀγαθοὶ ἐν τῇ ναυμαχίῃ ταύτῃ |
s-300
| ἀλλήλους γὰρ καταιτιῶνται |
s-301
| λέγονται δὲ Σάμιοι ἐνθαῦτα κατὰ τὰ συγκείμενα πρὸς τὸν Αἰάκεα ἀειράμενοι τὰ ἱστία ἀποπλῶσαι ἐκ τῆς τάξιος ἐς τὴν Σάμον πλὴν ἕνδεκα νεῶν |
s-302
| τουτέων δὲ οἱ τριήραρχοι παρέμενον καὶ ἐναυμάχεον ἀνηκουστήσαντες τοῖσι στρατηγοῖσι |
s-303
| καί σφι τὸ κοινὸν τῶν Σαμίων ἔδωκε διὰ τοῦτο τὸ πρῆγμα ἐν στήλῃ ἀναγραφῆναι πατρόθεν ὡς ἀνδράσι ἀγαθοῖσι γενομένοισι καὶ ἔστι αὕτη ἡ στήλη ἐν τῇ ἀγορῇ |
s-304
| ἰδόμενοι δὲ καὶ Λέσβιοι τοὺς προσεχέας φεύγοντας τὸ αὐτὸ ἐποίευν τοῖσι Σαμίοισι |
s-305
| ὣς δὲ καὶ οἱ πλεῦνες τῶν Ἰώνων ἐποίευν τὰ αὐτὰ ταῦτα |
s-306
| τῶν δὲ παραμεινάντων ἐν τῇ ναυμαχίῃ περιέφθησαν τρηχύτατα Χῖοι ὡς ἀποδεικνύμενοί τε ἔργα λαμπρὰ καὶ οὐκ ἐθελοκακέοντες |
s-307
| παρείχοντο μὲν γάρ ὥσπερ καὶ πρότερον εἰρέθη νέας ἑκατόν καὶ ἐπ’ ἑκάστης αὐτέων ἄνδρας τεσσεράκοντα τῶν ἀστῶν λογάδας ἐπιβατεύοντας |
s-308
| ὁρέοντες δὲ τοὺς πολλοὺς τῶν συμμάχων προδιδόντας οὐκ ἐδικαίευν γίνεσθαι τοῖσι κακοῖσι αὐτῶν ὅμοιοι ἀλλὰ μετ’ ὀλίγων συμμάχων μεμουνωμένοι διεκπλέοντες ἐναυμάχεον ἐς ὃ τῶν πολεμίων ἑλόντες νέας συχνὰς ἀπέβαλον τῶν σφετερέων τὰς πλεῦνας |