s-106
| ταῦτά τε δὴ ὦν ἐπιτελέα ἐγίνετο καὶ ὁ Κῦρος παραλαβὼν τὸν λαγὸν ἀνέσχισε |
s-107
| εὑρὼν δὲ ἐν αὐτῷ τὸ βυβλίον ἐνεὸν λαβὼν ἐπελέγετο |
s-108
| τὰ δὲ γράμματα ἔλεγε τάδε |
s-109
| ὦ παῖ Καμβύσεω σὲ γὰρ θεοὶ ἐπορῶσι |
s-110
| οὐ γὰρ ἂν κοτὲ ἐς τοσοῦτο τύχης ἀπίκευ |
s-111
| σύ νυν Ἀστυάγεα τὸν σεωυτοῦ φονέα τῖσαι |
s-112
| κατὰ μὲν γὰρ τὴν τούτου προθυμίην τέθνηκας |
s-113
| τὸ δὲ κατὰ θεούς τε καὶ ἐμὲ περίεις |
s-114
| τά σε καὶ πάλαι δοκέω πάντα ἐκμεμαθηκέναι σέο τε αὐτοῦ περὶ ὡς ἐπρήχθη καὶ οἷα ἐγὼ ὑπὸ Ἀστυάγεος πέπονθα ὅτι σε οὐκ ἀπέκτεινα ἀλλὰ ἔδωκα τῷ βουκόλῳ |
s-115
| σύ νυν ἢν βούλῃ ἐμοὶ πείθεσθαι τῆς περ Ἀστυάγης ἄρχει χώρης ταύτης ἁπάσης ἄρξεις |
s-116
| Πέρσας γὰρ ἀναπείσας ἀπίστασθαι στρατηλάτεε ἐπὶ Μήδους |
s-117
| καὶ ἤν τε ἐγὼ ὑπὸ Ἀστυάγεος ἀποδεχθέω στρατηγὸς ἀντία σεῦ ἔστι τοι τὰ σὺ βούλεαι ἤν τε τῶν τις δοκίμων ἄλλος Μήδων |
s-118
| πρῶτοι γὰρ οὗτοι ἀποστάντες ἀπ’ ἐκείνου καὶ γενόμενοι πρὸς σέο Ἀστυάγεα καταιρέειν πειρήσονται |
s-119
| ὡς ὦν ἑτοίμου τοῦ γε ἐνθάδε ἐόντος ποίεε ταῦτα καὶ ποίεε κατὰ τάχος |
s-120
| ἀκούσας ταῦτα ὁ Κῦρος ἐφρόντιζε ὅτεῳ τρόπῳ σοφωτάτῳ Πέρσας ἀναπείσει ἀπίστασθαι |
s-121
| φροντίζων δὲ εὑρίσκεται ταῦτα καιριώτατα εἶναι |
s-122
| ἐποίεε δὴ ταῦτα |
s-123
| γράψας ἐς βυβλίον τὰ ἐβούλετο ἁλίην τῶν Περσέων ἐποιήσατο |
s-124
| μετὰ δὲ ἀναπτύξας τὸ βυβλίον καὶ ἐπιλεγόμενος ἔφη Ἀστυάγεά μιν στρατηγὸν Περσέων ἀποδεικνύναι |
s-125
| νῦν τε ἔφη λέγων ὦ Πέρσαι προαγορεύω ὑμῖν παρεῖναι ἕκαστον ἔχοντα δρέπανον |
s-126
| Κῦρος μὲν ταῦτα προηγόρευσε |
s-127
| ἔστι δὲ Πέρσεων συχνὰ γένεα |
s-128
| καὶ τὰ μὲν αὐτῶν ὁ Κῦρος συνάλισε καὶ ἀνέπεισε ἀπίστασθαι ἀπὸ Μήδων |
s-129
| ἔστι δὲ τάδε ἐξ ὧν οἱ ἄλλοι πάντες ἀρτέαται Πέρσαι Πασαργάδαι Μαράφιοι Μάσπιοι |
s-130
| τούτων Πασαργάδαι εἰσὶ ἄριστοι ἐν τοῖσι καὶ Ἀχαιμενίδαι εἰσὶ φρήτρη ἔνθεν οἱ βασιλέες οἱ Περσεῖδαι γεγόνασι |
s-131
| ἄλλοι δὲ Πέρσαι εἰσὶ οἵδε Πανθιαλαῖοι Δηρουσιαῖοι Γερμάνιοι |
s-132
| οὗτοι μὲν πάντες ἀροτῆρες εἰσί οἱ δὲ ἄλλοι νομάδες Δάοι Μάρδοι Δροπικοὶ Σαγάρτιοι |
s-133
| Πέρσας δὲ οἶδα νόμοισι τοιοῖσιδε χρεωμένους |
s-134
| ἀγάλματα μὲν καὶ νηοὺς καὶ βωμοὺς οὐκ ἐν νόμῳ ποιευμένους ἱδρύεσθαι ἀλλὰ καὶ τοῖσι ποιεῦσι μωρίην ἐπιφέρουσι ὡς μὲν ἐμοὶ δοκέειν ὅτι οὐκ ἀνθρωποφυέας ἐνόμισαν τοὺς θεοὺς κατά περ οἱ Ἕλληνες εἶναι |
s-135
| οἳ δὲ νομίζουσι Διὶ μὲν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντες θυσίας ἔρδειν τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλέοντες |
s-136
| θύουσι δὲ ἡλίῳ τε καὶ σελήνῃ καὶ γῇ καὶ πυρὶ καὶ ὕδατι καὶ ἀνέμοισι |
s-137
| τούτοισι μὲν δὴ θύουσι μούνοισι ἀρχῆθεν |
s-138
| ἐπιμεμαθήκασι δὲ καὶ τῇ Οὐρανίῃ θύειν παρά τε Ἀσσυρίων μαθόντες καὶ Ἀραβίων |
s-139
| καλέουσι δὲ Ἀσσύριοι τὴν Ἀφροδίτην Μύλιττα Ἀράβιοι δὲ Ἀλιλάτ Πέρσαι δὲ Μίτραν |
s-140
| θυσίη δὲ τοῖσι Πέρσῃσι περὶ τοὺς εἰρημένους θεοὺς ἥδε κατέστηκε |
s-141
| οὔτε βωμοὺς ποιεῦνται οὔτε πῦρ ἀνακαίουσι μέλλοντες θύειν |
s-142
| οὐ σπονδῇ χρέωνται οὐκὶ αὐλῷ οὐ στέμμασι οὐκὶ οὐλῇσι |
s-143
| τῶν δὲ ὡς ἑκάστῳ θύειν θέλῃ ἐς χῶρον καθαρὸν ἀγαγὼν τὸ κτῆνος καλέει τὸν θεόν ἐστεφανωμένος τὸν τιάραν μυρσίνῃ μάλιστα |
s-144
| ἑωυτῷ μὲν δὴ τῷ θύοντι ἰδίῃ μούνῳ οὔ οἱ ἐγγίνεται ἀρᾶσθαι ἀγαθά |
s-145
| ὁ δὲ τοῖσι πᾶσι Πέρσῃσι κατεύχεται εὖ γίνεσθαι καὶ τῷ βασιλέι |
s-146
| ἐν γὰρ δὴ τοῖσι ἅπασι Πέρσῃσι καὶ αὐτὸς γίνεται |
s-147
| ἐπεὰν δὲ διαμιστύλας κατὰ μέλεα τὸ ἱρήιον ἑψήσῃ τὰ κρέα ὑποπάσας ποίην ὡς ἁπαλωτάτην μάλιστα δὲ τὸ τρίφυλλον ἐπὶ ταύτης ἔθηκε ὦν πάντα τὰ κρέα |
s-148
| διαθέντος δὲ αὐτοῦ Μάγος ἀνὴρ παρεστεὼς ἐπαείδει θεογονίην οἵην δὴ ἐκεῖνοι λέγουσι εἶναι τὴν ἐπαοιδήν |
s-149
| ἄνευ γὰρ δὴ Μάγου οὔ σφι νόμος ἐστὶ θυσίας ποιέεσθαι |
s-150
| ἐπισχὼν δὲ ὀλίγον χρόνον ἀποφέρεται ὁ θύσας τὰ κρέα καὶ χρᾶται ὅ τι μιν λόγος αἱρέει |
s-151
| ἡμέρην δὲ ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο |
s-152
| ἐν ταύτῃ δὲ πλέω δαῖτα τῶν ἀλλέων δικαιεῦσι προτίθεσθαι |
s-153
| ἐν τῇ οἱ εὐδαίμονες αὐτῶν βοῦν καὶ ἵππον καὶ κάμηλον καὶ ὄνον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοισι οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτιθέαται |
s-154
| σίτοισι δὲ ὀλίγοισι χρέωνται ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι |
s-155
| καὶ διὰ τοῦτο φασὶ Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι ὅτι σφι ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον |
s-156
| εἰ δέ τι παραφέροιτο ἐσθίοντας ἂν οὐ παύεσθαι |
s-157
| οἴνῳ δὲ κάρτα προσκέαται καί σφι οὐκ ἐμέσαι ἔξεστι οὐκὶ οὐρῆσαι ἀντίον ἄλλου |
s-158
| ταῦτα μέν νυν οὕτω φυλάσσεται |
s-159
| μεθυσκόμενοι δὲ ἐώθασι βουλεύεσθαι τὰ σπουδαιέστατα τῶν πρηγμάτων |
s-160
| τὸ δ’ ἂν ἅδῃ σφι βουλευομένοισι τοῦτο τῇ ὑστεραίῃ νήφουσι προτιθεῖ ὁ στέγαρχος ἐν τοῦ ἂν ἐόντες βουλεύωνται |
s-161
| καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι χρέωνται αὐτῷ |
s-162
| ἢν δὲ μὴ ἅδῃ μετιεῖσι |
s-163
| τὰ δ’ ἂν νήφοντες προβουλεύσωνται μεθυσκόμενοι ἐπιδιαγινώσκουσι |
s-164
| ἐντυγχάνοντες δ’ ἀλλήλοισι ἐν τῇσι ὁδοῖσι τῷδε ἄν τις διαγνοίη εἰ ὅμοιοί εἰσὶ οἱ συντυγχάνοντες |
s-165
| ἀντὶ γὰρ τοῦ προσαγορεύειν ἀλλήλους φιλέουσι τοῖσι στόμασι |
s-166
| ἢν δὲ ᾖ ὁ ἕτερος ὑποδεέστερος ὀλίγῳ τὰς παρειὰς φιλέονται |
s-167
| ἢν δὲ πολλῷ ᾖ ὁ ἕτερος ἀγεννέστερος προσπίπτων προσκυνέει τὸν ἕτερον |
s-168
| τιμῶσι δὲ ἐκ πάντων τοὺς ἄγχιστα ἑωυτῶν οἰκέοντας μετά γε ἑωυτούς δευτέρα δὲ τοὺς δευτέρους |
s-169
| μετὰ δὲ κατὰ λόγον προβαίνοντες τιμῶσι |
s-170
| ἥκιστα δὲ τοὺς ἑωυτῶν ἑκαστάτω οἰκημένους ἐν τιμῇ ἄγονται νομίζοντες ἑωυτοὺς εἶναι ἀνθρώπων μακρῷ τὰ πάντα ἀρίστους τοὺς δὲ ἄλλους κατὰ λόγον τῆς ἀρετῆς ἀντέχεσθαι τοὺς δὲ ἑκαστάτω οἰκέοντας ἀπὸ ἑωυτῶν κακίστους εἶναι |
s-171
| ἐπὶ δὲ Μήδων ἀρχὸν τῶν καὶ ἦρχε τὰ ἔθνεα ἀλλήλων συναπάντων μὲν Μῆδοι καὶ τῶν ἄγχιστα οἰκεόντων σφίσι οὗτοι δὲ καὶ τῶν ὁμούρων οἳ δὲ μάλα τῶν ἐχομένων |
s-172
| κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ οἱ Πέρσαι τιμῶσι |
s-173
| προέβαινε γὰρ δὴ τὸ ἔθνος ἄρχον τε καὶ ἐπιτροπεῦον |
s-174
| ξεινικὰ δὲ νόμαια Πέρσαι προσίενται ἀνδρῶν μάλιστα |
s-175
| καὶ γὰρ δὴ τὴν Μηδικὴν ἐσθῆτα νομίσαντες τῆς ἑωυτῶν εἶναι καλλίω φορέουσι καὶ ἐς τοὺς πολέμους τοὺς Αἰγυπτίους θώρηκας |
s-176
| καὶ εὐπαθείας τε παντοδαπὰς πυνθανόμενοι ἐπιτηδεύουσι καὶ δὴ καὶ ἀπ’ Ἑλλήνων μαθόντες παισὶ μίσγονται |
s-177
| γαμέουσι δὲ ἕκαστος αὐτῶν πολλὰς μὲν κουριδίας γυναῖκας |
s-178
| πολλῷ δ’ ἔτι πλεῦνας παλλακὰς κτῶνται |
s-179
| ἀνδραγαθίη δὲ αὕτη ἀποδέδεκται μετὰ τὸ μάχεσθαι εἶναι ἀγαθόν ὃς ἂν πολλοὺς ἀποδέξῃ παῖδας |
s-180
| τῷ δὲ τοὺς πλείστους ἀποδεικνύντι δῶρα ἐκπέμπει βασιλεὺς ἀνὰ πᾶν ἔτος |
s-181
| τὸ πολλὸν δ’ ἡγέαται ἰσχυρὸν εἶναι |
s-182
| παιδεύουσι δὲ τοὺς παῖδας ἀπὸ πενταέτεος ἀρξάμενοι μέχρι εἰκοσαέτεος τρία μοῦνα ἰχνεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι |
s-183
| πρὶν δὲ ἢ πενταέτης γένηται οὐκ ἀπικνέεται ἐς ὄψιν τῷ πατρί ἀλλὰ παρὰ τῇσι γυναιξὶ δίαιταν ἔχει |
s-184
| τοῦδε δὲ εἵνεκα τοῦτο οὕτω ποιέεται ἵνα ἢν ἀποθάνῃ τρεφόμενος μηδεμίαν ἄσην τῷ πατρὶ προσβάλῃ |
s-185
| αἰνέω μέν νυν τόνδε τὸν νόμον αἰνέω δὲ καὶ τόνδε τὸ μὴ μιῆς αἰτίης εἵνεκα μήτε αὐτὸν τὸν βασιλέα μηδένα φονεύειν μήτε τῶν ἄλλων Περσέων μηδένα τῶν ἑωυτοῦ οἰκετέων ἐπὶ μιῇ αἰτίῃ ἀνήκεστον πάθος ἔρδειν |
s-186
| ἀλλὰ λογισάμενος ἢν εὑρίσκῃ πλέω τε καὶ μέζω τὰ ἀδικήματα ἐόντα τῶν ὑπουργημάτων οὕτω τῷ θυμῷ χρᾶται |
s-187
| ἀποκτεῖναι δὲ οὐδένα κω λέγουσι τὸν ἑωυτοῦ πατέρα οὐδὲ μητέρα ἀλλὰ ὁκόσα ἤδη τοιαῦτα ἐγένετο πᾶσαν ἀνάγκην φασὶ ἀναζητεόμενα ταῦτα ἀνευρεθῆναι ἤτοι ὑποβολιμαῖα ἐόντα ἢ μοιχίδια |
s-188
| οὐ γὰρ δή φασι οἰκὸς εἶναι τόν γε ἀληθέως τοκέα ὑπὸ τοῦ ἑωυτοῦ παιδὸς ἀποθνήσκειν |
s-189
| ἅσσα δέ σφι ποιέειν οὐκ ἔξεστι ταῦτα οὐδὲ λέγειν ἔξεστι |
s-190
| αἴσχιστον δὲ αὐτοῖσι τὸ ψεύδεσθαι νενόμισται δεύτερα δὲ τὸ ὀφείλειν χρέος |
s-191
| πολλῶν μὲν καὶ ἄλλων εἵνεκα |
s-192
| μάλιστα δὲ ἀναγκαίην φασὶ εἶναι τὸν ὀφείλοντα καί τι ψεῦδος λέγειν |
s-193
| ὃς ἂν δὲ τῶν ἀστῶν λέπρην ἢ λεύκην ἔχῃ ἐς πόλιν οὗτος οὐ κατέρχεται οὐδὲ συμμίσγεται τοῖσι ἄλλοισι Πέρσῃσι |
s-194
| φασὶ δέ μιν ἐς τὸν ἥλιον ἁμαρτόντα τι ταῦτα ἔχειν |
s-195
| ξεῖνον δὲ πάντα τὸν λαμβανόμενον ὑπὸ τουτέων πολλοὶ ἐξελαύνουσι ἐκ τῆς χώρης |
s-196
| καὶ τὰς λευκὰς περιστεράς τὴν αὐτὴν αἰτίην ἐπιφέροντες |
s-197
| ἐς ποταμὸν δὲ οὔτε ἐνουρέουσι οὔτε ἐμπτύουσι οὐ χεῖρας ἐναπονίζονται οὐδὲ ἄλλον οὐδένα περιορῶσι ἀλλὰ σέβονται ποταμοὺς μάλιστα |
s-198
| καὶ τόδε ἄλλο σφι ὧδε συμπέπτωκε γίνεσθαι τὸ Πέρσας μὲν αὐτοὺς λέληθε ἡμέας μέντοι οὔ |
s-199
| τὰ οὐνόματά σφι ἐόντα ὅμοια τοῖσι σώμασι καὶ τῇ μεγαλοπρεπείῃ τελευτῶσι πάντα ἐς τὸ αὐτὸ γράμμα τὸ Δωριέες μὲν σὰν καλέουσι Ἴωνες δὲ σίγμα |
s-200
| ἐς τοῦτο διζήμενος εὑρήσεις τελευτῶντα τῶν Περσέων τὰ οὐνόματα οὐ τὰ μὲν τὰ δ’ οὔ ἀλλὰ πάντα ὁμοίως |
s-201
| ταῦτα δὲ οὗτοι λέγουσι |
s-202
| μαρτύρια δὲ τούτων ἑκάτεροι ἀποδεικνύουσι τάδε |
s-203
| Συβαρῖται μὲν τέμενός τε καὶ νηὸν ἐόντα παρὰ τὸν ξηρὸν Κρᾶθιν τὸν ἱδρύσασθαι συνελόντα τὴν πόλιν Δωριέα λέγουσι Ἀθηναίῃ ἐπωνύμῳ Κραθίῃ |
s-204
| τοῦτο δὲ αὐτοῦ Δωριέος τὸν θάνατον μαρτύριον μέγιστον ποιεῦνται ὅτι παρὰ τὰ μεμαντευμένα ποιέων διεφθάρη |
s-205
| εἰ γὰρ δὴ μὴ παρέπρηξε μηδέν ἐπ’ ὁ δὲ ἐστάλη ἐποίεε εἷλε ἂν τὴν Ἐρυκίνην χώρην καὶ ἑλὼν κατέσχε οὐδ’ ἂν αὐτός τε καὶ ἡ στρατιὴ διεφθάρη |