Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 3 - 102 of 166 • previousnext

s-3 ἔνθα δὲ λαίλαπι χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ̓ ὀμβροφόροισίν τ̓ ἀνέμοις ἀγρίας ἁλὸς ἀντήσαντες, ὄλοιντο, πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει, σφετεριξάμενοι πατραδέλφειαν τήνδ̓ ἀεκόντων ἐπιβῆναι.
s-4 ἐπωνυμίᾳ δ̓ ἐπεκραίνετο μόρσιμος αἰὼν εὐλόγως, Ἔπαφόν τ̓ ἐγέννασεν·
s-5 γνώσεται δὲ λόγους τις ἐν μάκει.
s-6 ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως ὤλετο πρὸς χειρὸς ἕθεν δυσμάτορος κότου τυχών·
s-7 ἥβᾳ μὴ τέλεον δόντες ἔχειν παῤ αἶσαν, ὕβριν δ̓ ἑτοίμως στυγοῦντες, πέλοιτ̓ ἂν ἔνδικοι γάμοις.
s-8 ἔστι δὲ κἀκ πολέμου τειρομένοις βωμὸς ἀρῆς φυγάσιν ῥῦμα, δαιμόνων σέβας.
s-9 Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
s-10 παντᾷ τοι φλεγέθει κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ μερόπεσσι λαοῖς.
s-11 δαυλοὶ γὰρ πραπίδων δάσκιοί τε τείνουσιν πόροι κατιδεῖν ἄφραστοι.
s-12 ἰάπτει δ̓ ἐλπίδων ἀφ̓ ὑψιπύργων πανώλεις βροτούς, βίαν δ̓ οὔτιν̓ ἐξοπλίζει·
s-13 ἥμενος ὃν φρόνημά πως αὐτόθεν ἐξέπραξεν ἔμπας ἑδράνων ἐφ̓ ἁγνῶν.
s-14 ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν, καρβᾶνα δ̓ αὐδὰν εὖ, γᾶ, κοννεῖς.
s-15 πολλάκι δ̓ ἐμπίτνω ξὺν λακίδι λινοσινεῖ Σιδονίᾳ καλύπτρᾳ.
s-16 ποῖ τόδε κῦμ̓ ἀπάξει;
s-17 ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν, καρβᾶνα δ̓ αὐδὰν εὖ, γᾶ, κοννεῖς.
s-18 πολλάκι δ̓ ἐμπίτνω ξὺν λακίδι λινοσινεῖ Σιδονίᾳ καλύπτρᾳ.
s-19 πλάτα μὲν οὖν λινορραφής τε δόμος ἅλα στέγων δορὸς ἀχείματόν μ̓ ἔπεμπε σὺν πνοαῖς·
s-20 οὐ δὲ μέμφομαι·
s-21 τελευτὰς δ̓ ἐν χρόνῳ πατήρ μοι παντόπτας πρευμενεῖς κτίσειεν,
s-22 σπέρμα σεμνᾶς μέγα ματρὸς εὐνὰς ἀνδρῶν, , ἄγαμον ἀδάματον ἐκφυγεῖν.
s-23 σπέρμα σεμνᾶς μέγα ματρὸς εὐνὰς ἀνδρῶν, , ἄγαμον ἀδάματον ἐκφυγεῖν.
s-24 κοννῶ δ̓ ἄγαν γαμετᾶς οὐρανόνικον.
s-25 χαλεποῦ γὰρ ἐκ πνεύματος εἶσι χειμών.
s-26 ὑψόθεν δ̓ εὖ κλύοι καλούμενος.
s-27 παῖδες, φρονεῖν χρή·
s-28 καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν αἰνῶ φυλάξαι τἄμ̓ ἔπη δελτουμένας.
s-29 ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·
s-30 σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·
s-31 τάχ̓ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.
s-32 φθογγῇ δ̓ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ, τὸ μὴ μάταιον δ̓ ἐκ μετωποσωφρόνων ἴτω προσώπων ὄμματος παῤ ἡσύχου.
s-33 καὶ μὴ πρόλεσχος μη δ̓ ἐφολκὸς ἐν λόγῳ γένῃ.
s-34 μέμνησο δ̓ εἴκειν·
s-35 χρεῖος εἶ ξένη φυγάς.
s-36 θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
s-37 πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
s-38 φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν κεδνὰς ἐφετμάς.
s-39 Ζεὺς δὲ γεννήτωρ ἴδοι·
s-40 ἴδοιτο δῆτα πρευμενοῦς ἀπ̓ ὄμματος·
s-41 θέλοιμ̓ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
s-42 Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας.
s-43 κείνου θέλοντος εὖ τελευτήσει τάδε.
s-44 καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.
s-45 εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.
s-46 συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
s-47 τίν̓ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;
s-48 ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
s-49 ἀλλ̓ εὖ τ̓ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.
s-50 ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.
s-51 πάντων δ̓ ἀνάκτων τῶνδε κοινοβωμίαν σέβεσθ̓·
s-52 ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;
s-53 πῶς δ̓ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα ἁγνὸς γένοιτ̓ ἄν;
s-54 σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον, ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.
s-55 ὅπως δὲ χώραν οὔ τε κηρύκων ὕπο, ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν ἔτλητ̓ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
s-56 κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων κεῖνται παῤ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις·
s-57 μόνον τόδ̓ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
s-58 καὶ τἄλλα πόλλ̓ ἔτ̓ εἰκάσαι δίκαιον ἦν, εἰ μὴ παρόντι φθόγγος ἦν σημανῶν.
s-59 εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
s-60 πρὸς ταῦτ̓ ἀμείβου καὶ λέγ̓ εὐθαρσὴς ἐμοί.
s-61 τοῦ γηγενοῦς γάρ εἰμ̓ ἐγὼ Παλαίχθονος ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
s-62 ἐμοῦ δ̓ ἄνακτος εὐλόγως ἐπώνυμον γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
s-63 συντέμνει δ̓ ὅρος ὑγρᾶς θαλάσσης·
s-64 τῶνδε τἀπὶ τάδε κρατῶ.
s-65 αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
s-66 τούτων ἄκη τομαῖα καὶ λυτήρια πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ μνήμην ποτ̓ ἀντίμισθον ηὕρετ̓ ἐν λιταῖς.
s-67 ἔχουσα δ̓ ἤδη τἀπ̓ ἐμοῦ τεκμήρια γένος τ̓ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
s-68 μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.
s-69 Ἀργεῖαι γένος ἐξευχόμεσθα, σπέρματ̓ εὐτέκνου βοός·
s-70 καὶ ταῦτ̓ ἀληθῆ πάντα προσφύσω λόγῳ.
s-71 Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.
s-72 καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν, Κύπριος χαρακτήρ τ̓ ἐν γυναικείοις τύποις εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·
s-73 κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ Ἰὼ γενέσθαι τῇ δ̓ ἐν Ἀργείᾳ χθονί;
s-74 πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
s-75 βοῦν τὴν γυναῖκ̓ ἔθηκεν Ἀργεία θεός.
s-76 οὔκουν πελάζει Ζεὺς ἐπ̓ εὐκραίρῳ βοΐ;
s-77 τὸν πάνθ̓ ὁρῶντα φύλακ̓ ἐπέστησεν βοΐ.
s-78 ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
s-79 τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;
s-80 οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
s-81 τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
s-82 καὶ ταῦτ̓ ἔλεξας πάντα συγκόλλως ἐμοί.
s-83 καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
s-84 καὶ Ζεύς γ̓ ἐφάπτωρ χειρὶ φιτύει γόνον.
s-85 τίς οὖν Δῖος πόρτις εὔχεται βοός;
s-86 τίν̓ οὖν ἔτ̓ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
s-87 τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.
s-88 καὶ τοῦδ̓ ἄνοιγε τοὔνομ̓ ἀφθόνῳ λόγῳ.
s-89 εἰδὼς δ̓ ἁμὸν ἀρχαῖον γένος πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.
s-90 δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς τἀρχαῖον.
s-91 ἀλλὰ πῶς πατρῷα δώματα λιπεῖν ἔτλητε;
s-92 τίς κατέσκηψεν τύχη;
s-93 πόνου δ̓ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·
s-94 τί φὴς ἱκνεῖσθαι τῶνδ̓ ἀγωνίων θεῶν, λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
s-95 τίς δ̓ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;
s-96 σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
s-97 πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
s-98 βαρέα σύ γ̓ εἶπας, πόλεμον ἄρασθαι νέον.
s-99 ἀλλ̓ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
s-100 αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ̓ ἐστεμμένην.
s-101 πέφρικα λεύσσων τάσδ̓ ἕδρας κατασκίους.
s-102 ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον νεύονθ̓ ὅμιλον τόνδ̓ ἀγωνίων θεῶν.

Text viewDownload CoNNL-U