Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 104 - 203 of 166 • previous

s-104 τῶν γὰρ οὐ δεῖται πόλις.
s-105 ἴδοιτο δῆτ̓ ἄνατον φυγὰν ἱκεσία Θέμις Διὸς κλαρίου.
s-106 σὺ δὲ παῤ ὀψιγόνου μάθε γεραιόφρων·
s-107 οὔτοι κάθησθε δωμάτων ἐφέστιοι ἐμῶν.
s-108 τὸ κοινὸν δ̓ εἰ μιαίνεται πόλις, ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.
s-109 ἐγὼ δ̓ ἂν οὐ κραίνοιμ̓ ὑπόσχεσιν πάρος, ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.
s-110 πρύτανις ἄκριτος ὤν, κρατύνεις βωμόν, ἑστίαν χθονός, μονοψήφοισι νεύμασιν σέθεν, μονοσκήπτροισι δ̓ ἐν θρόνοις χρέος πᾶν ἐπικραίνεις·
s-111 ἄγος φυλάσσου.
s-112 μένει τοι Ζηνὸς ἱκταίου κότος δυσπαραθέλκτους παθόντος οἴκτοις.
s-113 δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ.
s-114 μή τί ποτ̓ οὖν γενοίμαν ὑποχείριος κράτεσιν ἀρσένων.
s-115 ὕπαστρον δέ τοι μῆχαρ ὁρίζομαι γάμου δύσφρονος φυγάν·
s-116 ξύμμαχον δ̓ ἑλόμενος δίκαν κρῖνε σέβας τὸ πρὸς θεῶν.
s-117 μή μ̓ αἱροῦ κριτήν.
s-118 μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;
s-119 φρόντισον καὶ γενοῦ πανδίκως εὐσεβὴς πρόξενος·
s-120 γνῶθι δ̓ ὕβριν ἀνέρων καὶ φύλαξαι κότον.
s-121 μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν ἀπὸ βρετέων βίᾳ δίκας ἀγομέναν ἱππηδὸν ἀμπύκων, πολυμίτων πέπλων τ̓ ἐπιλαβὰς ἐμῶν.
s-122 ἴσθι γάρ·
s-123 παισὶ τάδε καὶ δόμοις, ὁπότεῤ ἂν κτίσῃς, μένει ἄρ ἐκτίνειν ὁμοιΐαν θέμιν.
s-124 τάδε φράσαι δίκαια Διόθεν κράτη.
s-125 καὶ δὴ πέφρασμαι.
s-126 δεῦρο δ̓ ἐξοκέλλεται.
s-127 τοῖσιν τοῖς πόλεμον αἴρεσθαι μέγαν πᾶσ̓ ἔστ̓ ἀνάγκη, καὶ γεγόμφωται σκάφος στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
s-128 ὅπως δ̓ ὅμαιμον αἷμα μὴ γενήσεται, δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
s-129 γένοιτο δ̓ εὖ παρὰ γνώμην ἐμήν.
s-130 πολλῶν ἄκουσον τέρματ̓ αἰδοίων λόγων.
s-131 ἤκουσα, καὶ λέγοις ἄν.
s-132 οὔ με φεύξεται.
s-133 ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων
s-134 τάχ̓ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.
s-135 λέξον τίν̓ αὐδὴν τήνδε γηρυθεῖσ̓ ἔσῃ.
s-136 τί σοι περαίνει μηχανὴ συζωμάτων;
s-137 ἀλλ̓ ἁπλῶς φράσον.
s-138 ἤκουσα μαστικτῆρα καρδίας λόγον.
s-139 ξυνῆκας·
s-140 ὠμμάτωσα γὰρ σαφέστερον.
s-141 εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ̓ ἐκπράξω χρέος, μίασμ̓ ἔλεξας οὐχ ὑπερτοξεύσιμον.
s-142 εἰ δ̓ αὖθ̓ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους, πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν, ἄνδρας γυναικῶν οὕνεχ̓ αἱμάξαι πέδον;
s-143 καὶ γὰρ τάχ̓ ἄν τις οἰκτίσας ἰδὼν τάδε ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου, ὑμῖν δ̓ ἂν εἴη δῆμος εὐμενέστερος·
s-144 τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
s-145 πολλῶν τάδ̓ ἡμῖν ἐστιν ἠξιωμένα, αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
s-146 Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος τρέφει.
s-147 φύλαξαι μὴ θράσος τέκῃ φόβον·
s-148 καὶ δὴ φίλον τις ἔκταν̓ ἀγνοίας ὕπο.
s-149 στείχοιτ̓ ἄν, ἄνδρες·
s-150 εὖ γὰρ ξένος λέγει.
s-151 ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·
s-152 καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν ναύτην ἄγοντας τόνδ̓ ἐφέστιον θεῶν.
s-153 τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·
s-154 ἐγὼ δὲ πῶς δρῶ;
s-155 ποῦ θράσος νέμεις ἐμοί;
s-156 κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
s-157 καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.
s-158 λευρὸν κατ̓ ἄλσος νῦν ἐπιστρέφου τόδε.
s-159 καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;
s-160 οὔτοι πτερωτῶν ἁρπαγαῖς σ̓ ἐκδώσομεν.
s-161 εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
s-162 ἀεί γ̓ ἄναρκτόν ἐστι δεῖμ̓ ἐξαίσιον.
s-163 σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.
s-164 ἀλλ̓ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.
s-165 ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ·
s-166 καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.

Text viewDownload CoNNL-U