s-103
| εἴη δ̓ ἄνατον πρᾶγμα τοῦτ̓ ἀστοξένων. |
s-104
| τῶν γὰρ οὐ δεῖται πόλις. |
s-105
| ἴδοιτο δῆτ̓ ἄνατον φυγὰν ἱκεσία Θέμις Διὸς κλαρίου. |
s-106
| σὺ δὲ παῤ ὀψιγόνου μάθε γεραιόφρων· |
s-107
| οὔτοι κάθησθε δωμάτων ἐφέστιοι ἐμῶν. |
s-108
| τὸ κοινὸν δ̓ εἰ μιαίνεται πόλις, ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη. |
s-109
| ἐγὼ δ̓ ἂν οὐ κραίνοιμ̓ ὑπόσχεσιν πάρος, ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι. |
s-110
| πρύτανις ἄκριτος ὤν, κρατύνεις βωμόν, ἑστίαν χθονός, μονοψήφοισι νεύμασιν σέθεν, μονοσκήπτροισι δ̓ ἐν θρόνοις χρέος πᾶν ἐπικραίνεις· |
s-111
| ἄγος φυλάσσου. |
s-112
| μένει τοι Ζηνὸς ἱκταίου κότος δυσπαραθέλκτους παθόντος οἴκτοις. |
s-113
| δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ. |
s-114
| μή τί ποτ̓ οὖν γενοίμαν ὑποχείριος κράτεσιν ἀρσένων. |
s-115
| ὕπαστρον δέ τοι μῆχαρ ὁρίζομαι γάμου δύσφρονος φυγάν· |
s-116
| ξύμμαχον δ̓ ἑλόμενος δίκαν κρῖνε σέβας τὸ πρὸς θεῶν. |
s-117
| μή μ̓ αἱροῦ κριτήν. |
s-118
| μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου; |
s-119
| φρόντισον καὶ γενοῦ πανδίκως εὐσεβὴς πρόξενος· |
s-120
| γνῶθι δ̓ ὕβριν ἀνέρων καὶ φύλαξαι κότον. |
s-121
| μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν ἀπὸ βρετέων βίᾳ δίκας ἀγομέναν ἱππηδὸν ἀμπύκων, πολυμίτων πέπλων τ̓ ἐπιλαβὰς ἐμῶν. |
s-122
| ἴσθι γάρ· |
s-123
| παισὶ τάδε καὶ δόμοις, ὁπότεῤ ἂν κτίσῃς, μένει ἄρ ἐκτίνειν ὁμοιΐαν θέμιν. |
s-124
| τάδε φράσαι δίκαια Διόθεν κράτη. |
s-125
| καὶ δὴ πέφρασμαι. |
s-126
| δεῦρο δ̓ ἐξοκέλλεται. |
s-127
| ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν πᾶσ̓ ἔστ̓ ἀνάγκη, καὶ γεγόμφωται σκάφος στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον. |
s-128
| ὅπως δ̓ ὅμαιμον αἷμα μὴ γενήσεται, δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη. |
s-129
| γένοιτο δ̓ εὖ παρὰ γνώμην ἐμήν. |
s-130
| πολλῶν ἄκουσον τέρματ̓ αἰδοίων λόγων. |
s-131
| ἤκουσα, καὶ λέγοις ἄν. |
s-132
| οὔ με φεύξεται. |
s-133
| ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων |
s-134
| τάχ̓ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι. |
s-135
| λέξον τίν̓ αὐδὴν τήνδε γηρυθεῖσ̓ ἔσῃ. |
s-136
| τί σοι περαίνει μηχανὴ συζωμάτων; |
s-137
| ἀλλ̓ ἁπλῶς φράσον. |
s-138
| ἤκουσα μαστικτῆρα καρδίας λόγον. |
s-139
| ξυνῆκας· |
s-140
| ὠμμάτωσα γὰρ σαφέστερον. |
s-141
| εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ̓ ἐκπράξω χρέος, μίασμ̓ ἔλεξας οὐχ ὑπερτοξεύσιμον. |
s-142
| εἰ δ̓ αὖθ̓ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους, πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν, ἄνδρας γυναικῶν οὕνεχ̓ αἱμάξαι πέδον; |
s-143
| καὶ γὰρ τάχ̓ ἄν τις οἰκτίσας ἰδὼν τάδε ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου, ὑμῖν δ̓ ἂν εἴη δῆμος εὐμενέστερος· |
s-144
| τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει. |
s-145
| πολλῶν τάδ̓ ἡμῖν ἐστιν ἠξιωμένα, αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν. |
s-146
| Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος τρέφει. |
s-147
| φύλαξαι μὴ θράσος τέκῃ φόβον· |
s-148
| καὶ δὴ φίλον τις ἔκταν̓ ἀγνοίας ὕπο. |
s-149
| στείχοιτ̓ ἄν, ἄνδρες· |
s-150
| εὖ γὰρ ὁ ξένος λέγει. |
s-151
| ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας· |
s-152
| καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν ναύτην ἄγοντας τόνδ̓ ἐφέστιον θεῶν. |
s-153
| τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι· |
s-154
| ἐγὼ δὲ πῶς δρῶ; |
s-155
| ποῦ θράσος νέμεις ἐμοί; |
s-156
| κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου. |
s-157
| καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν. |
s-158
| λευρὸν κατ̓ ἄλσος νῦν ἐπιστρέφου τόδε. |
s-159
| καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με; |
s-160
| οὔτοι πτερωτῶν ἁρπαγαῖς σ̓ ἐκδώσομεν. |
s-161
| εὔφημον εἴη τοὔπος εὐφημουμένῃ. |
s-162
| ἀεί γ̓ ἄναρκτόν ἐστι δεῖμ̓ ἐξαίσιον. |
s-163
| σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. |
s-164
| ἀλλ̓ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. |
s-165
| ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ· |
s-166
| καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν. |