s-2
| ἀρσενοπληθῆ δ̓ ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ, πρὶν πόδα χέρσῳ τῆδ̓ ἐν ἀσώδει θεῖναι, ξὺν ὄχῳ ταχυήρει πέμψατε πόντονδ̓· |
s-3
| ἔνθα δὲ λαίλαπι χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ̓ ὀμβροφόροισίν τ̓ ἀνέμοις ἀγρίας ἁλὸς ἀντήσαντες, ὄλοιντο, πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει, σφετεριξάμενοι πατραδέλφειαν τήνδ̓ ἀεκόντων ἐπιβῆναι. |
s-4
| ἐπωνυμίᾳ δ̓ ἐπεκραίνετο μόρσιμος αἰὼν εὐλόγως, Ἔπαφόν τ̓ ἐγέννασεν· |
s-5
| γνώσεται δὲ λόγους τις ἐν μάκει. |
s-6
| ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως ὤλετο πρὸς χειρὸς ἕθεν δυσμάτορος κότου τυχών· |
s-7
| ἥβᾳ μὴ τέλεον δόντες ἔχειν παῤ αἶσαν, ὕβριν δ̓ ἑτοίμως στυγοῦντες, πέλοιτ̓ ἂν ἔνδικοι γάμοις. |
s-8
| ἔστι δὲ κἀκ πολέμου τειρομένοις βωμὸς ἀρῆς φυγάσιν ῥῦμα, δαιμόνων σέβας. |
s-9
| Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη. |
s-10
| παντᾷ τοι φλεγέθει κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ μερόπεσσι λαοῖς. |
s-11
| δαυλοὶ γὰρ πραπίδων δάσκιοί τε τείνουσιν πόροι κατιδεῖν ἄφραστοι. |
s-12
| ἰάπτει δ̓ ἐλπίδων ἀφ̓ ὑψιπύργων πανώλεις βροτούς, βίαν δ̓ οὔτιν̓ ἐξοπλίζει· |
s-13
| ἥμενος ὃν φρόνημά πως αὐτόθεν ἐξέπραξεν ἔμπας ἑδράνων ἐφ̓ ἁγνῶν. |
s-14
| ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν, καρβᾶνα δ̓ αὐδὰν εὖ, γᾶ, κοννεῖς. |
s-15
| πολλάκι δ̓ ἐμπίτνω ξὺν λακίδι λινοσινεῖ Σιδονίᾳ καλύπτρᾳ. |
s-16
| ποῖ τόδε κῦμ̓ ἀπάξει; |
s-17
| ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν, καρβᾶνα δ̓ αὐδὰν εὖ, γᾶ, κοννεῖς. |
s-18
| πολλάκι δ̓ ἐμπίτνω ξὺν λακίδι λινοσινεῖ Σιδονίᾳ καλύπτρᾳ. |
s-19
| πλάτα μὲν οὖν λινορραφής τε δόμος ἅλα στέγων δορὸς ἀχείματόν μ̓ ἔπεμπε σὺν πνοαῖς· |
s-20
| οὐ δὲ μέμφομαι· |
s-21
| τελευτὰς δ̓ ἐν χρόνῳ πατήρ μοι παντόπτας πρευμενεῖς κτίσειεν, |
s-22
| σπέρμα σεμνᾶς μέγα ματρὸς εὐνὰς ἀνδρῶν, ἒ ἔ, ἄγαμον ἀδάματον ἐκφυγεῖν. |
s-23
| σπέρμα σεμνᾶς μέγα ματρὸς εὐνὰς ἀνδρῶν, ἒ ἔ, ἄγαμον ἀδάματον ἐκφυγεῖν. |
s-24
| κοννῶ δ̓ ἄγαν γαμετᾶς οὐρανόνικον. |
s-25
| χαλεποῦ γὰρ ἐκ πνεύματος εἶσι χειμών. |
s-26
| ὑψόθεν δ̓ εὖ κλύοι καλούμενος. |
s-27
| παῖδες, φρονεῖν χρή· |
s-28
| καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν αἰνῶ φυλάξαι τἄμ̓ ἔπη δελτουμένας. |
s-29
| ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ· |
s-30
| σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι· |
s-31
| τάχ̓ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι. |
s-32
| φθογγῇ δ̓ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ, τὸ μὴ μάταιον δ̓ ἐκ μετωποσωφρόνων ἴτω προσώπων ὄμματος παῤ ἡσύχου. |
s-33
| καὶ μὴ πρόλεσχος μη δ̓ ἐφολκὸς ἐν λόγῳ γένῃ. |
s-34
| μέμνησο δ̓ εἴκειν· |
s-35
| χρεῖος εἶ ξένη φυγάς. |
s-36
| θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας. |
s-37
| πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις. |
s-38
| φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν κεδνὰς ἐφετμάς. |
s-39
| Ζεὺς δὲ γεννήτωρ ἴδοι· |
s-40
| ἴδοιτο δῆτα πρευμενοῦς ἀπ̓ ὄμματος· |
s-41
| θέλοιμ̓ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν. |
s-42
| ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας. |
s-43
| κείνου θέλοντος εὖ τελευτήσει τάδε. |
s-44
| καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε. |
s-45
| εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς. |
s-46
| συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων. |
s-47
| τίν̓ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι; |
s-48
| ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ. |
s-49
| ἀλλ̓ εὖ τ̓ ἔπεμψεν εὖ τε δεξάσθω χθονί. |
s-50
| ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω. |
s-51
| πάντων δ̓ ἀνάκτων τῶνδε κοινοβωμίαν σέβεσθ̓· |
s-52
| ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; |
s-53
| πῶς δ̓ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα ἁγνὸς γένοιτ̓ ἄν; |
s-54
| σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον, ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε. |
s-55
| ὅπως δὲ χώραν οὔ τε κηρύκων ὕπο, ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν ἔτλητ̓ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει. |
s-56
| κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων κεῖνται παῤ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις· |
s-57
| μόνον τόδ̓ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ. |
s-58
| καὶ τἄλλα πόλλ̓ ἔτ̓ εἰκάσαι δίκαιον ἦν, εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν. |
s-59
| εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον. |
s-60
| πρὸς ταῦτ̓ ἀμείβου καὶ λέγ̓ εὐθαρσὴς ἐμοί. |
s-61
| τοῦ γηγενοῦς γάρ εἰμ̓ ἐγὼ Παλαίχθονος ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης. |
s-62
| ἐμοῦ δ̓ ἄνακτος εὐλόγως ἐπώνυμον γένος Πελασγῶν τήνδε καρποῦται χθόνα. |
s-63
| συντέμνει δ̓ ὅρος ὑγρᾶς θαλάσσης· |
s-64
| τῶνδε τἀπὶ τάδε κρατῶ. |
s-65
| αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν. |
s-66
| τούτων ἄκη τομαῖα καὶ λυτήρια πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ μνήμην ποτ̓ ἀντίμισθον ηὕρετ̓ ἐν λιταῖς. |
s-67
| ἔχουσα δ̓ ἤδη τἀπ̓ ἐμοῦ τεκμήρια γένος τ̓ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω. |
s-68
| μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις. |
s-69
| Ἀργεῖαι γένος ἐξευχόμεσθα, σπέρματ̓ εὐτέκνου βοός· |
s-70
| καὶ ταῦτ̓ ἀληθῆ πάντα προσφύσω λόγῳ. |
s-71
| Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις. |
s-72
| καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν, Κύπριος χαρακτήρ τ̓ ἐν γυναικείοις τύποις εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων· |
s-73
| κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ Ἰὼ γενέσθαι τῇ δ̓ ἐν Ἀργείᾳ χθονί; |
s-74
| πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε; |
s-75
| βοῦν τὴν γυναῖκ̓ ἔθηκεν Ἀργεία θεός. |
s-76
| οὔκουν πελάζει Ζεὺς ἐπ̓ εὐκραίρῳ βοΐ; |
s-77
| τὸν πάνθ̓ ὁρῶντα φύλακ̓ ἐπέστησεν βοΐ. |
s-78
| ποῖον πανόπτην οἰοβουκόλον λέγεις; |
s-79
| τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ; |
s-80
| οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας. |
s-81
| τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ. |
s-82
| καὶ ταῦτ̓ ἔλεξας πάντα συγκόλλως ἐμοί. |
s-83
| καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο. |
s-84
| καὶ Ζεύς γ̓ ἐφάπτωρ χειρὶ φιτύει γόνον. |
s-85
| τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός; |
s-86
| τίν̓ οὖν ἔτ̓ ἄλλον τῆσδε βλαστημὸν λέγεις; |
s-87
| τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον. |
s-88
| καὶ τοῦδ̓ ἄνοιγε τοὔνομ̓ ἀφθόνῳ λόγῳ. |
s-89
| εἰδὼς δ̓ ἁμὸν ἀρχαῖον γένος πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον. |
s-90
| δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς τἀρχαῖον. |
s-91
| ἀλλὰ πῶς πατρῷα δώματα λιπεῖν ἔτλητε; |
s-92
| τίς κατέσκηψεν τύχη; |
s-93
| πόνου δ̓ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν· |
s-94
| τί φὴς ἱκνεῖσθαι τῶνδ̓ ἀγωνίων θεῶν, λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους; |
s-95
| τίς δ̓ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους; |
s-96
| σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς. |
s-97
| πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω; |
s-98
| βαρέα σύ γ̓ εἶπας, πόλεμον ἄρασθαι νέον. |
s-99
| ἀλλ̓ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ. |
s-100
| αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ̓ ἐστεμμένην. |
s-101
| πέφρικα λεύσσων τάσδ̓ ἕδρας κατασκίους. |