Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 601 - 700 of 733 • previousnext

s-601 τούτων δ̓ ἦσαν Γελῷοι καὶ Ἀκραγαντῖνοι καὶ Ἱμεραῖοι.
s-602 παραπλησίως δὲ τούτοις καὶ Ῥηγῖνοι μετὰ Ζαγκλαίων τοὺς Ἀναξίλου παῖδας δυναστεύοντας ἐκβαλόντες ἠλευθέρωσαν τὰς πατρίδας.
s-603 μετὰ δὲ ταῦτα Καμάριναν μὲν Γελῷοι κατοικίσαντες ἐξ ἀρχῆς κατεκληρούχησαν·
s-604 αἱ μὲν οὖν κατὰ Σικελίαν ἐν ταῖς πόλεσι στάσεις καὶ ταραχαὶ τοῦτον τὸν τρόπον κατελύθησαν, αἱ δὲ πόλεις τὰς ἀπαλλοτρίους πολιτείας ἀποβαλοῦσαι σχεδὸν ἅπασαι τὰς ἰδίας χώρας κατεκληρούχησαν τοῖς πολίταις πᾶσιν.
s-605 ἐπ̓ ἄρχοντος δ̓ Ἀθήνησι Φρασικλείδου Ὀλυμπιὰς μὲν ἤχθη ὀγδοηκοστή, καθ̓ ἣν ἐνίκα στάδιον Τορύλλας Θετταλός, Ῥωμαῖοι δ̓ ὑπάτους κατέστησαν Κόιντον Φάβιον καὶ Τίτον Κοίντιον Καπιτωλῖνον.
s-606 ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἀσίαν οἱ τῶν Περσῶν στρατηγοὶ διαβάντες ἐπὶ τὴν Κιλικίαν ναῦς μὲν κατεσκεύασαν τριακοσίας κεκοσμημένας καλῶς πρὸς τὴν πολεμικὴν χρείαν, τὸ δὲ πεζὸν στρατόπεδον λαβόντες προῆγον πεζῇ διὰ Συρίας καὶ Φοινίκης·
s-607 συμπαραπλέοντος δὲ καὶ τοῦ στόλου τῇ πεζῇ στρατιᾷ κατήντησαν εἰς Μέμφιν τῆς Αἰγύπτου.
s-608 καὶ τὸ μὲν πρῶτον τὴν πολιορκίαν τοῦ Λευκοῦ τείχους ἔλυσαν, καταπληξάμενοι τοὺς Αἰγυπτίους καὶ τοὺς Ἀθηναίους·
s-609 μετὰ δὲ ταῦτα ἐμφρόνως βουλευσάμενοι κατὰ στόμα μὲν παρατάττεσθαι διέκλινον, στρατηγήμασι δὲ ἐφιλοτιμοῦντο καταλῦσαι τὸν πόλεμον.
s-610 διόπερ καὶ τῶν Ἀττικῶν νεῶν ὁρμουσῶν ἐν τῇ Προσωπίτιδι λεγομένῃ νήσῳ, τὸν περιρρέοντα ποταμὸν διώρυξι διαλαβόντες ἤπειρον ἐποίησαν τὴν νῆσον.
s-611 τῶν δὲ νεῶν ἄφνω καθιζουσῶν ἐπὶ ξηρὰν τὴν γῆν, οἱ μὲν Αἰγύπτιοι καταπλαγέντες ἐγκατέλιπον τοὺς Ἀθηναίους καὶ πρὸς τοὺς Πέρσας διελύσαντο·
s-612 διόπερ ταῖς ἀρεταῖς ὑπερβαλλόμενοι τοὺς ἐν Θερμοπύλαις ὑπὲρ τῆς Ἑλλάδος ἀποθανόντας, ἑτοίμως εἶχον διαγωνίζεσθαι πρὸς τοὺς πολεμίους.
s-613 οἱ μὲν οὖν Ἀθηναῖοι διὰ τὴν ἰδίαν ἀρετὴν τυχόντες τῆς σωτηρίας ἀπῆλθον ἐκ τῆς Αἰγύπτου, καὶ διὰ τῆς Λιβύης εἰς Κυρήνην ἀπελθόντες ἐσώθησαν παραδόξως εἰς τὴν πατρίδα.
s-614 ἅμα δὲ τούτοις πραττομένοις ἐν μὲν ταῖς Ἀθήναις Ἐφιάλτης Σοφωνίδου, δημαγωγὸς ὢν καὶ τὸ πλῆθος παροξύνας κατὰ τῶν Ἀρεοπαγιτῶν, ἔπεισε τὸν δῆμον ψηφίσματι μειῶσαι τὴν ἐξ Ἀρείου πάγου βουλήν, καὶ τὰ πάτρια καὶ περιβόητα νόμιμα καταλῦσαι.
s-615 οὐ μὴν ἀθῷός γε διέφυγε τηλικούτοις ἀνομήμασιν ἐπιβαλόμενος, ἀλλὰ τῆς νυκτὸς ἀναιρεθεὶς ἄδηλον ἔσχε τὴν τοῦ βίου τελευτήν.
s-616 τοῦ δ̓ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Φιλοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Αὖλος Ποστούμιος Ῥηγοῦλος καὶ Σπόριος Φούριος Μεδιολανός.
s-617 ἐπὶ δὲ τούτων Κορινθίοις καὶ Ἐπιδαυρίοις πρὸς Ἀθηναίους ἐνστάντος πολέμου, ἐστράτευσαν ἐπ̓ αὐτοὺς Ἀθηναῖοι, καὶ γενομένης μάχης ἰσχυρᾶς ἐνίκησαν Ἀθηναῖοι.
s-618 μεγάλῳ δὲ στόλῳ καταπλεύσαντες πρὸς τοὺς ὀνομαζομένους Ἁλιεῖς, ἀνέβησαν εἰς τὴν Πελοπόννησον, καὶ τῶν πολεμίων ἀνεῖλον οὐκ ὀλίγους.
s-619 συστραφέντων δὲ τῶν Πελοποννησίων καὶ δύναμιν ἀξιόλογον ἀθροισάντων, συνέστη μάχη πρὸς τοὺς Ἀθηναίους περὶ τὴν ὀνομαζομένην Κεκρυφάλειαν, καθ̓ ἣν πάλιν ἐνίκησαν Ἀθηναῖοι.
s-620 τοιούτων δὲ εὐημερημάτων αὐτοῖς γενομένων, τοὺς Αἰγινήτας ὁρῶντες πεφρονηματισμένους μὲν ταῖς προγεγενημέναις πράξεσιν, ἀλλοτρίως δὲ ἔχοντας πρὸς αὐτούς, ἔγνωσαν καταπολεμῆσαι.
s-621 συντριβέντες δὲ τοῖς φρονήμασι διὰ τὸ μέγεθος τῆς συμφορᾶς, ἠναγκάσθησαν εἰς τὴν Ἀθηναίων συντέλειαν καταταχθῆναι.
s-622 ταῦτα μὲν οὖν Λεωκράτης στρατηγὸς κατεπράξατο τοῖς Ἀθηναίοις, τοὺς πάντας διαπολεμήσας μῆνας ἐννέα πρὸς τοὺς Αἰγινήτας.
s-623 τοῦ δ̓ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Βίων, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Πούπλιος Σερουίλιος Στροῦκτος καὶ Λεύκιος Αἰβούτιος Ἄλβας.
s-624 ἐπὶ δὲ τούτων Κορινθίοις καὶ Μεγαρεῦσι περὶ χώρας ὁμόρου γενομένης ἀμφισβητήσεως, εἰς πόλεμον αἱ πόλεις ἐνέπεσον.
s-625 τὸ μὲν οὖν πρῶτον τὴν χώραν ἀλλήλων διετέλουν λεηλατοῦντες καὶ κατ̓ ὀλίγους συμπλοκὰς ποιούμενοι·
s-626 αὐξομένης δὲ τῆς διαφορᾶς οἱ Μεγαρεῖς ἀεὶ μᾶλλον ἐλαττούμενοι καὶ τοὺς Κορινθίους φοβούμενοι, συμμάχους ἐποιήσαντο τοὺς Ἀθηναίους.
s-627 διὸ καὶ πάλιν τῶν πόλεων ἐφαμίλλων ταῖς δυνάμεσι γενομένων, καὶ τῶν Κορινθίων μετὰ Πελοποννησίων ἀξιολόγῳ δυνάμει στρατευσάντων εἰς τὴν Μεγαρικήν, Ἀθηναῖοι συμμαχίαν ἔπεμψαν τοῖς Μεγαρεῦσιν, ἧς ἡγεῖτο Μυρωνίδης, ἀνὴρ ἐπ̓ ἀρετῇ θαυμαζόμενος·
s-628 οἱ Φωκεῖς ἐνεστήσαντο πόλεμον πρὸς Δωριεῖς, τοὺς προγόνους μὲν Λακεδαιμονίων, οἰκοῦντας δὲ πόλεις τρεῖς, Κυτίνιον καὶ Βοιὸν καὶ Ἐρινεόν, κειμένας ὑπὸ τὸν λόφον τὸν ὀνομαζόμενον Παρνασσόν.
s-629 τὸ μὲν οὖν πρῶτον βίᾳ χειρωσάμενοι τοὺς Δωριεῖς, κατέσχον αὐτῶν τὰς πόλεις·
s-630 μετὰ δὲ ταῦτα Λακεδαιμόνιοι μὲν Νικομήδην τὸν Κλεομένους ἐξέπεμψαν βοηθήσοντα τοῖς Δωριεῦσι διὰ τὴν συγγένειαν·
s-631 εἶχε δ̓ οὗτος Λακεδαιμονίους μὲν χιλίους πεντακοσίους, παρὰ δὲ τῶν ἄλλων Πελοποννησίων μυρίους.
s-632 οὗτος μὲν οὖν ἐπίτροπος ὢν Πλειστώνακτος τοῦ βασιλέως παιδὸς ὄντος, μετὰ τοσαύτης δυνάμεως ἐβοήθησε τοῖς Δωριεῦσι, νικήσας δὲ τοὺς Φωκεῖς καὶ τὰς πόλεις ἀνακτησάμενος τούς τε Φωκεῖς καὶ Δωριεῖς διήλλαξεν.
s-633 Ἀθηναῖοι δὲ πυθόμενοι τοὺς Λακεδαιμονίους τὸν μὲν πρὸς Φωκεῖς πόλεμον καταλελυκέναι, αὐτοὺς δὲ μέλλειν τὴν εἰς οἶκον ἐπάνοδον ποιεῖσθαι, ἔγνωσαν ἐπιθέσθαι κατὰ τὴν ὁδοιπορίαν τοῖς Λακεδαιμονίοις.
s-634 ἐστράτευσαν οὖν ἐπ̓ αὐτούς, παραλαβόντες τοὺς Ἀργείους καὶ Θετταλούς·
s-635 καὶ πεντήκοντα μὲν ναυσί, στρατιώταις δὲ μυρίοις καὶ τετρακισχιλίοις ἐπιβαλοῦντες αὐτοῖς κατελάβοντο τὰς περὶ τὴν Γεράνειαν παρόδους.
s-636 Λακεδαιμόνιοι δὲ πυνθανόμενοι τὰ κατὰ τοὺς Ἀθηναίους παρῆλθον τῆς Βοιωτίας εἰς Τάναγραν.
s-637 τῶν δὲ Ἀθηναίων παραγενομένων εἰς τὴν Βοιωτίαν καὶ παρατάξεως γενομένης, ἰσχυρὰ συνέστη μάχη·
s-638 μετὰ δὲ ταῦτα τοῖς Ἀθηναίοις κομιζομένης ἀγορᾶς πολλῆς ἐκ τῆς Ἀττικῆς, οἱ Θετταλοὶ κρίναντες ἐπιθέσθαι ταύτῃ καὶ αὐτῆς ὥρας δειπνοποιησάμενοι νυκτὸς ἀπήντων τοῖς κομίζουσι τὰς ἀγοράς.
s-639 τὸ μὲν γὰρ πρῶτον οἱ Θετταλοί, προσδεχθέντες ὑπὸ τῶν πολεμίων διὰ τὴν ἄγνοιαν, ἔκτεινον τοὺς ἐντυγχάνοντας, καὶ συντεταγμένοι τοῖς τεθορυβημένοις συμπλεκόμενοι πολλοὺς ἀνῄρουν.
s-640 οἱ δὲ κατὰ τὴν στρατοπεδείαν ὄντες Ἀθηναῖοι πυθόμενοι τὴν τῶν Θετταλῶν ἐπίθεσιν, ἧκον κατὰ σπουδήν, καὶ τοὺς Θετταλοὺς ἐξ ἐφόδου τρεψάμενοι πολὺν ἐποίουν φόνον.
s-641 ἐπιβοηθησάντων δὲ τῶν Λακεδαιμονίων τοῖς Θετταλοῖς συντεταγμένῃ τῇ δυνάμει, καὶ τοῖς στρατοπέδοις ὅλοις γενομένης παρατάξεως, συνέβη διὰ τὴν γενομένην φιλοτιμίαν πολλοὺς παῤ ἀμφοτέροις ἀναιρεθῆναι.
s-642 τέλος δὲ τῆς μάχης ἀμφίδοξον λαβούσης τὸ τέλος, συνέβη τούς τε Λακεδαιμονίους ἀμφισβητῆσαι περὶ τῆς νίκης καὶ τοὺς Ἀθηναίους.
s-643 τοῦ δ̓ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Μνησιθείδης, ἐν Ῥώμῃ δ̓ ὕπατοι κατεστάθησαν Λούκιος Λουκράτιος καὶ Τίτος Οὐετούριος Κιχωρῖνος.
s-644 ἐπὶ δὲ τούτων Θηβαῖοι μὲν τεταπεινωμένοι διὰ τὴν πρὸς Ξέρξην αὐτοῖς γενομένην συμμαχίαν, ἐζήτουν δἰ οὗ τρόπου δύναιντ̓ ἂν ἀναλαβεῖν τὴν πάτριον ἰσχύν τε καὶ δόξαν.
s-645 διὸ καὶ τῶν Βοιωτῶν ἁπάντων καταφρονούντων καὶ μηκέτι προσεχόντων τοῖς Θηβαίοις, ἠξίουν τοὺς Λακεδαιμονίους τῇ πόλει συμπεριποιῆσαι τὴν ὅλην ἡγεμονίαν τῆς Βοιωτίας·
s-646 ἐπηγγέλλοντο δ̓ αὐτοῖς ἀντὶ ταύτης τῆς χάριτος ἰδίᾳ πολεμήσειν τοῖς Ἀθηναίοις, ὥστε μηδεμίαν ἀνάγκην εἶναι τοῖς Σπαρτιάταις ἐκτὸς τῆς Πελοποννήσου δύναμιν ἐξαγαγεῖν πεζήν.
s-647 διόπερ ἔχοντες τότε περὶ Τάναγραν ἕτοιμον καὶ μέγα στρατόπεδον, τῆς μὲν τῶν Θηβαίων πόλεως μείζονα τὸν περίβολον κατεσκεύασαν, τὰς δ̓ ἐν Βοιωτίᾳ πόλεις ἠνάγκασαν ὑποτάττεσθαι τοῖς Θηβαίοις.
s-648 οἱ δὲ Ἀθηναῖοι τὴν ἐπιβολὴν τῶν Λακεδαιμονίων διακόψαι σπεύδοντες, δύναμιν ἀξιόλογον συνεστήσαντο, καὶ στρατηγὸν εἵλοντο Μυρωνίδην τὸν Καλλίου.
s-649 οὗτος δὲ καταλέξας τῶν πολιτῶν τοὺς ἱκανοὺς παρήγγειλεν αὐτοῖς, ἐκθέμενος ἡμέραν ἐν τὴν ἐκ τῆς πόλεως ἀνάζευξιν ἤμελλε ποιεῖσθαι.
s-650 ἐπεὶ δ̓ συντεταγμένος καιρὸς ἧκε, καὶ τῶν στρατιωτῶν τινες οὐ κατήντησαν πρὸς τὴν ὡρισμένην ἀφορμήν, ἀναλαβὼν τοὺς προσεληλυθότας προῆγεν εἰς τὴν Βοιωτίαν.
s-651 τῶν δὲ ἡγεμόνων τινὲς καὶ τῶν φίλων ἔφασαν δεῖν ἀναμένειν τοὺς καθυστεροῦντας, δὲ Μυρωνίδης, συνετὸς ὢν ἅμα καὶ δραστικὸς στρατηγός, οὐκ ἔφησεν ἀναμενεῖν·
s-652 ὅπερ καὶ συνέβη γενέσθαι.
s-653 ὀλίγους γὰρ προάγων στρατιώτας, καὶ τούτους ἀρίστους ταῖς ἀνδραγαθίαις, παρετάξατο κατὰ τὴν Βοιωτίαν πρὸς πολλαπλασίους, καὶ κατὰ κράτος περιεγένετο τῶν ἀντιταχθέντων.
s-654 δοκεῖ δ̓ πρᾶξις αὕτη μηδεμιᾶς ἀπολείπεσθαι τῶν ἐν τοῖς ἔμπροσθεν χρόνοις γεγενημένων παρατάξεων τοῖς Ἀθηναίοις·
s-655 δοκοῦσι γὰρ οἱ Βοιωτοὶ κατὰ τὰς τῶν δεινῶν ὑπομονὰς καὶ τοὺς πολεμικοὺς ἀγῶνας μηδενὸς λείπεσθαι τῶν ἄλλων·
s-656 τῶν δὲ συγγραφέων, καίπερ τῆς μάχης ταύτης ἐπιφανοῦς γεγενημένης, οὐδεὶς οὔτε τὸν τρόπον αὐτῆς οὔτε τὴν διάταξιν ἀνέγραψε.
s-657 Μυρωνίδης μὲν οὖν ἐπιφανεῖ μάχῃ νικήσας τοὺς Βοιωτοὺς ἐνάμιλλος ἐγενήθη τοῖς πρὸ αὐτοῦ γενομένοις ἡγεμόσιν ἐπιφανεστάτοις, Θεμιστοκλεῖ καὶ Μιλτιάδῃ καὶ Κίμωνι.
s-658 οἱ δὲ Βοιωτοὶ παροξυνθέντες ἐπὶ τῇ διαφθορᾷ τῆς χώρας, συνεστράφησαν πανδημεί, καὶ στρατεύσαντες ἤθροισαν μεγάλην δύναμιν.
s-659 γενομένης δὲ μάχης ἐν Οἰνοφύτοις τῆς Βοιωτίας, καὶ τὸ δεινὸν ἀμφοτέρων ταῖς ψυχαῖς ἐρρωμένως ὑπομενόντων, διημέρευσαν ἐν τῇ μάχῃ·
s-660 μετὰ δὲ ταῦτα ἐκ τῆς Βοιωτίας ἀναζεύξας ἐστράτευσεν ἐπὶ Λοκροὺς τοὺς ὀνομαζομένους Ὀπουντίους.
s-661 τούτους δὲ ἐξ ἐφόδου χειρωσάμενος, καὶ λαβὼν ὁμήρους, ἐνέβαλεν εἰς τὴν Παρνασίαν.
s-662 παραπλησίως δὲ τοῖς Λοκροῖς καὶ τοὺς Φωκεῖς καταπολεμήσας, καὶ λαβὼν ὁμήρους, ἀνέζευξεν εἰς τὴν Θετταλίαν, ἐγκαλῶν μὲν περὶ τῆς γενομένης προδοσίας, προστάττων δὲ καταδέχεσθαι τοὺς φυγάδας·
s-663 τῶν δὲ Φαρσαλίων οὐ προσδεχομένων, ἐπολιόρκει τὴν πόλιν.
s-664 ἐπεὶ δὲ τὴν μὲν πόλιν οὐκ ἠδύνατο βίᾳ χειρώσασθαι, τὴν δὲ πολιορκίαν πολὺν χρόνον ὑπέμενον οἱ Φαρσάλιοι, τὸ τηνικαῦτα ἀπογνοὺς τὰ κατὰ τὴν Θετταλίαν ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.
s-665 Μυρωνίδης μὲν οὖν ἐν ὀλίγῳ χρόνῳ μεγάλας πράξεις ἐπιτελεσάμενος περιβόητον ἔσχε τὴν δόξαν παρὰ τοῖς πολίταις.
s-666 ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
s-667 ἐπ̓ ἄρχοντος δ̓ Ἀθήνησι Καλλίου παρὰ μὲν Ἠλείοις Ὀλυμπιὰς ἤχθη μία πρὸς ταῖς ὀγδοήκοντα, καθ̓ ἣν ἐνίκα στάδιον Πολύμναστος Κυρηναῖος, ἐν Ῥώμῃ δ̓ ὑπῆρχον ὕπατοι Σερούιος Σουλπίκιος καὶ Πούπλιος Οὐολούμνιος Ἀμεντῖνος.
s-668 ἐπὶ δὲ τούτων Τολμίδης τεταγμένος ἐπὶ τῆς ναυτικῆς δυνάμεως, ἁμιλλώμενος πρὸς τὴν Μυρωνίδου ἀρετήν τε καὶ δόξαν, ἔσπευδεν ἀξιόλογόν τι κατεργάσασθαι.
s-669 διὸ καὶ κατ̓ ἐκείνους τοὺς καιροὺς μηδενὸς πρότερον πεπορθηκότος τὴν Λακωνικήν, παρεκάλεσε τὸν δῆμον δῃῶσαι τὴν τῶν Σπαρτιατῶν χώραν, ἐπηγγέλλετο δὲ χιλίους ὁπλίτας παραλαβὼν εἰς τὰς τριήρεις μετὰ τούτων πορθήσειν μὲν τὴν Λακωνικήν, ταπεινώσειν δὲ τὴν τῶν Σπαρτιατῶν δόξαν.
s-670 συγχωρησάντων δὲ τῶν Ἀθηναίων, βουλόμενος λαθραίως πλείονας ὁπλίτας ἐξαγαγεῖν, τεχνάζεταί τι τοιοῦτον.
s-671 οἱ μὲν πολῖται διελάμβανον αὐτὸν καταλέξειν εἰς τὴν στρατιὰν τῶν νέων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις καὶ τοῖς σώμασιν εὐρωστοτάτους·
s-672 δὲ Τολμίδης σπεύδων μὴ μόνον τοὺς τεταγμένους χιλίους ἐξαγαγεῖν εἰς τὴν στρατείαν, προσιὼν ἑκάστῳ τῶν νέων καὶ τῇ ῥώμῃ διαφερόντων ἔλεγεν ὡς μέλλει καταλέγειν αὐτόν·
s-673 ἐπεὶ δὲ πλείους τῶν τρισχιλίων τούτῳ τῷ λόγῳ συνέπεισεν ἐθελοντὴν ἀπογράφεσθαι, τοὺς δὲ λοιποὺς οὐκέτι σπεύδοντας ἑώρα, τότε τοὺς ὡμολογημένους χιλίους κατέλεξεν ἐκ τῶν ἄλλων.
s-674 ἐκεῖθεν δὲ ἀναχθεὶς ἔπλευσε τῆς Κεφαλληνίας εἰς Ζάκυνθον·
s-675 ὁμοίως δὲ καὶ ταύτην ἐξ ἐφόδου λαβών, κατῴκισεν εἰς ταύτην Μεσσηνίων τοὺς ἐπισήμους, ὑποσπόνδους ὑπὸ Λακεδαιμονίων ἀφεθέντας·
s-676 κατὰ γὰρ τὸν αὐτὸν χρόνον οἱ Λακεδαιμόνιοι πρὸς τοὺς Εἵλωτας καὶ Μεσσηνίους πεπολεμηκότες ἐπὶ πλέον, τότε κρατήσαντες ἀμφοτέρων τοὺς μὲν ἐξ Ἰθώμης ὑποσπόνδους ἀφῆκαν, καθότι προείρηται, τῶν δ̓ Εἱλώτων τοὺς αἰτίους τῆς ἀποστάσεως κολάσαντες τοὺς ἄλλους κατεδουλώσαντο.
s-677 ἐπ̓ ἄρχοντος δ̓ Ἀθήνησι Σωσιστράτου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Πούπλιον Οὐαλέριον Ποπλικόλαν καὶ Γάιον Κλώδιον Ῥήγιλλον.
s-678 οἱ μὲν οὖν Ἀθηναῖοι κατὰ τοῦτον τὸν ἐνιαυτὸν πλείστων πόλεων ἦρξαν, ἐπ̓ ἀνδρείᾳ δὲ καὶ στρατηγίᾳ μεγάλην δόξαν κατεκτήσαντο.
s-679 ἐπ̓ ἄρχοντος δ̓ Ἀθήνησιν Ἀρίστωνος Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Φάβιον Οὐιβουλανὸν καὶ Λεύκιον Κορνήλιον Κουριτῖνον.
s-680 ἐπὶ δὲ τούτων Ἀθηναίοις καὶ Πελοποννησίοις πενταετεῖς ἐγένοντο σπονδαί, Κίμωνος τοῦ Ἀθηναίου συνθεμένου ταύτας.
s-681 γενομένης δὲ μάχης ἰσχυρᾶς συνέβη πολλοὺς παῤ ἀμφοτέροις ἀναιρεθῆναι καὶ τῆς φιλοτιμίας μὴ λῆξαι τὰς πόλεις.
s-682 μάλιστα δὲ τὸ κακὸν ἐπεπόλασεν ἐν ταῖς Συρακούσαις.
s-683 μετὰ δὲ ταῦτα ἤδη φανερὸς ὢν ὅτι δυναστείας ὀρέγεται, θανάτου κρίσιν ὑποσχὼν κατεδικάσθη.
s-684 ἀπαγομένου δὲ εἰς τὸ δεσμωτήριον οἱ πολυωρηθέντες ὑπ̓ αὐτοῦ συνεστράφησαν καὶ τοῖς ἀπάγουσι τὰς χεῖρας ἐπέφερον.
s-685 ταραχῆς δὲ γενομένης κατὰ τὴν πόλιν, συνεστράφησαν οἱ χαριέστατοι τῶν πολιτῶν, καὶ τοὺς νεωτερίσαντας συναρπάσαντες ἅμα τῷ Τυνδαρίδῃ ἀνεῖλον.
s-686 πλεονάκις δὲ τούτου γινομένου, καὶ τῶν ἀνδρῶν τυραννίδος ἐπιθυμούντων, δῆμος ἐπηνέχθη μιμήσασθαι τοὺς Ἀθηναίους, καὶ νόμον θεῖναι παραπλήσιον τῷ παῤ ἐκείνοις γεγραμμένῳ περὶ ὀστρακισμοῦ.
s-687 τούτῳ γὰρ τῷ τρόπῳ διελάμβανον ταπεινώσειν τὰ φρονήματα τῶν πλεῖστον ἰσχυόντων ἐν ταῖς πατρίσι·
s-688 καθόλου γὰρ οὐ πονηρίας κολάσεις ἐλάμβανον παρὰ τῶν παρανομούντων, ἀλλὰ δυνάμεως καὶ αὐξήσεως τῶν ἀνδρῶν ἐποίουν ταπείνωσιν.
s-689 οὗτος δὲ νόμος διέμεινε παρὰ μὲν τοῖς Ἀθηναίοις ἐπὶ πολὺν χρόνον, παρὰ δὲ τοῖς Συρακοσίοις κατελύθη ταχὺ διὰ τοιαύτας τινὰς αἰτίας.
s-690 διόπερ στάσεων γινομένων πάλιν, καὶ τῶν πολλῶν εἰς διαφορὰς ἐκτρεπομένων, πάλιν πόλις εἰς συνεχεῖς καὶ μεγάλας ἐνέπιπτε ταραχάς·
s-691 διόπερ οἱ Συρακόσιοι μεταγνόντες τὸν περὶ τοῦ πεταλισμοῦ νόμον κατέλυσαν, ὀλίγον χρόνον αὐτῷ χρησάμενοι.
s-692 ἐπ̓ ἄρχοντος δ̓ Ἀθήνησι Λυσικράτους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Γάιος Ναύτιος Ῥούτιλος καὶ Λεύκιος Μινούκιος Καρουτιανός.
s-693 ἐπὶ δὲ τούτων Περικλῆς τῶν Ἀθηναίων στρατηγὸς ἀποβὰς εἰς Πελοπόννησον ἐδῄωσε τὴν τῶν Σικυωνίων χώραν.
s-694 ἐπεξελθόντων δ̓ ἐπ̓ αὐτὸν τῶν Σικυωνίων πανδημεὶ καὶ μάχης γενομένης, Περικλῆς νικήσας καὶ πολλοὺς κατὰ τὴν φυγὴν ἀνελὼν κατέκλεισεν αὐτοὺς εἰς πολιορκίαν.
s-695 εἰς δὲ τὴν Ἀκαρνανίαν πλεύσας καὶ τὴν τῶν Οἰνιαδῶν χώραν καταδραμὼν καὶ λαφύρων πλῆθος ἀθροίσας, ἀπέπλευσεν ἐκ τῆς Ἀκαρνανίας.
s-696 μετὰ δὲ ταῦτα ἐλθὼν εἰς Χερρόνησον χιλίοις τῶν πολιτῶν κατεκληρούχησε τὴν χώραν.
s-697 ἅμα δὲ τούτοις πραττομένοις Τολμίδης ἕτερος στρατηγὸς εἰς τὴν Εὔβοιαν παρελθὼν ἄλλοις χιλίοις πολίταις ταύτην καὶ τὴν τῶν Ναξίων γῆν διένειμε.
s-698 κατὰ δὲ τὴν Σικελίαν Τυρρηνῶν λῃζομένων τὴν θάλατταν, οἱ Συρακόσιοι ναύαρχον ἑλόμενοι Φάϋλλον ἔπεμψαν εἰς τὴν Τυρρηνίαν.
s-699 οὗτος δ̓ ἐκπλεύσας τὸ μὲν πρῶτον νῆσον τὴν ὀνομαζομένην Αἰθάλειαν ἐπόρθησε, παρὰ δὲ τῶν Τυρρηνῶν λάθρᾳ χρήματα λαβών, ἀπέπλευσεν εἰς τὴν Σικελίαν οὐδὲν ἄξιον μνήμης διαπραξάμενος.
s-700 οἱ δὲ Συρακόσιοι τοῦτον μὲν ὡς προδότην καταδικάσαντες ἐφυγάδευσαν, ἕτερον δὲ στρατηγὸν καταστήσαντες Ἀπελλῆν ἐξαπέστειλαν ἐπὶ Τυρρηνοὺς ἔχοντα τριήρεις ἑξήκοντα.

Text viewDownload CoNNL-U