s-403
| ἐπὶ δὲ τούτων Ἱέρων μὲν ὁ βασιλεὺς τῶν Συρακοσίων, παραγενομένων πρὸς αὐτὸν πρέσβεων ἐκ Κύμης τῆς Ἰταλίας καὶ δεομένων βοηθῆσαι πολεμουμένοις ὑπὸ Τυρρηνῶν θαλαττοκρατούντων, ἐξέπεμψεν αὐτοῖς συμμαχίαν τριήρεις ἱκανάς. |
s-404
| ἐπ̓ ἄρχοντος δ̓ Ἀθήνησι Μένωνος Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Λεύκιον Αἰμίλιον Μάμερκον καὶ Γάιον Κορνήλιον Λέντουλον, κατὰ δὲ τὴν Ἰταλίαν πόλεμος ἐνέστη Ταραντίνοις πρὸς τοὺς Ἰάπυγας· |
s-405
| περὶ γὰρ ὁμόρου χώρας ἀμφισβητούντων πρὸς ἀλλήλους, ἐπὶ μέν τινας χρόνους διετέλουν ἁψιμαχοῦντες καὶ λεηλατοῦντες τὰς ἀλλήλων χώρας, ἀεὶ δὲ μᾶλλον τῆς διαφορᾶς συναυξομένης καὶ πολλάκις φόνων γινομένων, τὸ τελευταῖον εἰς ὁλοσχερῆ φιλοτιμίαν ὥρμησαν. |
s-406
| οἱ μὲν οὖν Ἰάπυγες τήν τε παῤ αὑτῶν δύναμιν παρεσκευάζοντο καὶ τὴν παρὰ τῶν ὁμόρων συμμαχίαν συνέλαβον, καὶ τοὺς σύμπαντας ἤθροισαν ὑπὲρ τοὺς δισμυρίους· |
s-407
| γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ πολλῶν παῤ ἀμφοτέροις πεσόντων, τὸ τελευταῖον οἱ Ἰάπυγες ἐνίκησαν. |
s-408
| οἱ μὲν οὖν τοὺς Ταραντίνους διώξαντες ὀλίγου διαστήματος ὄντος πολλοὺς τῶν ἐναντίων ἀνεῖλον, οἱ δὲ τοὺς Ῥηγίνους διώκοντες ἐπὶ τοσοῦτον ἐφιλοτιμήθησαν ὥστε συνεισπεσεῖν τοῖς φεύγουσιν εἰς τὸ Ῥήγιον καὶ τῆς πόλεως κυριεῦσαι. |
s-409
| μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχε Χάρης, ἐν Ῥώμῃ δὲ ὕπατοι καθειστήκεσαν Τίτος Μινούνιος καὶ Γάιος Ὁράτιος Πολύειδος, ἤχθη δὲ παῤ Ἠλείοις Ὀλυμπιὰς ἑβδομηκοστὴ καὶ ἑβδόμη, καθ̓ ἣν ἐνίκα στάδιον Δάνδης Ἀργεῖος. |
s-410
| ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Σικελίαν Θήρων ὁ Ἀκραγαντίνων δυνάστης ἐτελεύτησεν ἄρξας ἔτη δέκα καὶ ἕξ, τὴν δὲ ἀρχὴν διεδέξατο Θρασυδαῖος ὁ υἱός. |
s-411
| διὸ καὶ ταχέως ἀπιστηθεὶς ὑπὸ τῶν ὑποτεταγμένων διετέλεσεν ἐπιβουλευόμενος καὶ βίον ἔχων μισούμενον· |
s-412
| ὅθεν ταχέως τῆς ἰδίας παρανομίας οἰκείαν ἔσχε τὴν τοῦ βίου καταστροφήν. |
s-413
| μετὰ γὰρ τὴν τοῦ πατρὸς Θήρωνος τελευτὴν πολλοὺς μισθοφόρους ἀθροίσας καὶ τῶν Ἀκραγαντίνων καὶ Ἱμεραίων προσκαταλέξας, τοὺς ἅπαντας ἤθροισεν ὑπὲρ τοὺς δισμυρίους ἱππεῖς καὶ πεζούς. |
s-414
| μετὰ δὲ τούτων μέλλοντος αὐτοῦ πολεμεῖν τοῖς Συρακοσίοις, Ἱέρων ὁ βασιλεὺς παρασκευασάμενος δύναμιν ἀξιόλογον ἐστράτευσεν ἐπὶ τὸν Ἀκράγαντα. |
s-415
| γενομένης δὲ μάχης ἰσχυρᾶς πλεῖστοι παραταξαμένων Ἑλλήνων πρὸς Ἕλληνας ἔπεσον. |
s-416
| μετὰ δὲ ταῦτα Θρασυδαῖος μὲν ταπεινωθεὶς ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, καὶ φυγὼν εἰς Μεγαρεῖς τοὺς Νισαίους καλουμένους, ἐκεῖ θανάτου καταγνωσθεὶς ἐτελεύτησεν· |
s-417
| οἱ δ̓ Ἀκραγαντῖνοι κομισάμενοι τὴν δημοκρατίαν, διαπρεσβευσάμενοι πρὸς Ἱέρωνα τῆς εἰρήνης ἔτυχον. |
s-418
| κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίοις πρὸς Οὐηιεντανοὺς ἐνστάντος πολέμου μεγάλη μάχη συνέστη περὶ τὴν ὀνομαζομένην Κρεμέραν. |
s-419
| τῶν δὲ Ῥωμαίων ἡττηθέντων συνέβη πολλοὺς αὐτῶν πεσεῖν, ὧν φασί τινες τῶν συγγραφέων καὶ τοὺς Φαβίους τοὺς τριακοσίους, συγγενεῖς ἀλλήλων ὄντας καὶ διὰ τοῦτο μιᾷ περιειλημμένους προσηγορίᾳ. |
s-420
| ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. |
s-421
| ἐπ̓ ἄρχοντος δ̓ Ἀθήνησι Πραξιέργου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Αὖλον Οὐεργίνιον Τρίκοστον καὶ Γάιον Σερουίλιον Στροῦκτον. |
s-422
| ἐπὶ δὲ τούτων Ἠλεῖοι μὲν πλείους καὶ μικρὰς πόλεις οἰκοῦντες εἰς μίαν συνῳκίσθησαν τὴν ὀνομαζομένην Ἦλιν. |
s-423
| Λακεδαιμόνιοι δὲ ὁρῶντες τὴν μὲν Σπάρτην διὰ τὴν Παυσανίου τοῦ στρατηγοῦ προδοσίαν ταπεινῶς πράττουσαν, τοὺς δὲ Ἀθηναίους εὐδοκιμοῦντας διὰ τὸ μηδένα παῤ αὐτοῖς πολίτην ἐπὶ προδοσίᾳ κατεγνῶσθαι, ἔσπευδον τὰς Ἀθήνας ταῖς ὁμοίαις περιβαλεῖν διαβολαῖς. |
s-424
| διόπερ εὐδοκιμοῦντος παῤ αὐτοῖς Θεμιστοκλέους καὶ μεγάλην δόξαν ἔχοντος ἐπ̓ ἀρετῇ, κατηγόρησαν προδοσίαν αὐτοῦ, φάσκοντες φίλον γενέσθαι τοῦ Παυσανίου μέγιστον, καὶ μετὰ τούτου συντεθεῖσθαι κοινῇ προδοῦναι τὴν Ἑλλάδα τῷ Ξέρξῃ. |
s-425
| οὐ μὴν ἀλλὰ κατηγορηθεὶς ὁ Θεμιστοκλῆς τότε μὲν ἀπέφυγε τὴν τῆς προδοσίας κρίσιν. |
s-426
| ἠγάπων γὰρ αὐτὸν ἐπὶ τοῖς πεπραγμένοις διαφερόντως οἱ πολῖται· |
s-427
| μετὰ δὲ ταῦτα οἱ μὲν φοβηθέντες αὐτοῦ τὴν ὑπεροχήν, οἱ δὲ φθονήσαντες τῇ δόξῃ, τῶν μὲν εὐεργεσιῶν ἐπελάθοντο, τὴν δ̓ ἰσχὺν αὐτοῦ καὶ τὸ φρόνημα ταπεινοῦν ἔσπευδον. |
s-428
| πρῶτον μὲν οὖν αὐτὸν ἐκ τῆς πόλεως μετέστησαν, τοῦτον τὸν ὀνομαζόμενον ὀστρακισμὸν ἐπαγαγόντες αὐτῷ, ὃς ἐνομοθετήθη μὲν ἐν ταῖς Ἀθήναις μετὰ τὴν κατάλυσιν τῶν τυράννων τῶν περὶ Πεισίστρατον, ὁ δὲ νόμος ἐγένετο τοιοῦτος. |
s-429
| ᾧ δ̓ ἂν ὄστρακα πλείω γένηται, φεύγειν ἐκ τῆς πατρίδος ἐτέτακτο πενταετῆ χρόνον. |
s-430
| νομοθετῆσαι δὲ ταῦτα δοκοῦσιν οἱ Ἀθηναῖοι, οὐχ ἵνα τὴν κακίαν κολάζωσιν, ἀλλ̓ ἵνα τὰ φρονήματα τῶν ὑπερεχόντων ταπεινότερα γένηται διὰ τὴν φυγήν. |
s-431
| ὁ μὲν οὖν Θεμιστοκλῆς τὸν προειρημένον τρόπον ἐξοστρακισθεὶς ἔφυγεν ἐκ τῆς πατρίδος εἰς Ἄργος· |
s-432
| οἱ δὲ Λακεδαιμόνιοι πυθόμενοι περὶ τούτων, καὶ νομίσαντες παρὰ τῆς τύχης εἰληφέναι καιρὸν ἐπιθέσθαι τῷ Θεμιστοκλεῖ, πάλιν εἰς τὰς Ἀθήνας ἐξαπέστειλαν πρέσβεις κατηγοροῦντες τοῦ Θεμιστοκλέους ὅτι τῷ Παυσανίᾳ κεκοινώνηκε τῆς προδοσίας, καὶ δεῖν ἔφασαν τῶν κοινῶν τῆς Ἑλλάδος ἀδικημάτων εἶναι τὴν κρίσιν οὐκ ἰδίᾳ παρὰ τοῖς Ἀθηναίοις, ἀλλ̓ ἐπὶ τοῦ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων, ὅπερ εἰώθει συνεδρεύειν κατ̓ ἐκεῖνον τὸν χρόνον. |
s-433
| ὁ δὲ Θεμιστοκλῆς ὁρῶν τοὺς Λακεδαιμονίους σπεύδοντας διαβαλεῖν τὴν πόλιν τῶν Ἀθηναίων καὶ ταπεινῶσαι, τοὺς δ̓ Ἀθηναίους βουλομένους ἀπολογήσασθαι περὶ τῆς ἐπιφερομένης αἰτίας, ὑπέλαβεν ἑαυτὸν παραδοθήσεσθαι τῷ κοινῷ συνεδρίῳ. |
s-434
| τοῦτο δ̓ ᾔδει τὰς κρίσεις οὐ δικαίας, ἀλλὰ πρὸς χάριν ποιούμενον τοῖς Λακεδαιμονίοις, τεκμαιρόμενος ἔκ τε τῶν ἄλλων καὶ ἐξ ὧν ἐποιήσατο περὶ τῶν ἀριστείων· |
s-435
| οὕτω γὰρ οἱ κύριοι τῆς ψήφου φθονερῶς διετέθησαν πρὸς τοὺς Ἀθηναίους, ὥστε πλείους τριήρεις αὐτῶν παρεσχημένων ἢ σύμπαντες οἱ ναυμαχήσαντες παρέσχοντο, οὐδὲν κρείττους αὐτοὺς ἐποίησαν τῶν ἄλλων Ἑλλήνων. |
s-436
| διὰ ταῦτα δὴ συνέβη τὸν Θεμιστοκλέα τοῖς συνέδροις ἀπιστῆσαι. |
s-437
| καὶ γὰρ ἐκ τῆς προγεγενημένης ἀπολογίας ἐν ταῖς Ἀθήναις ὑπὸ τοῦ Θεμιστοκλέους ἀφορμὰς εἶχον οἱ Λακεδαιμόνιοι πρὸς τὴν ὕστερον γενομένην κατηγορίαν. |
s-438
| ὁ γὰρ Θεμιστοκλῆς ἀπολογούμενος ὡμολόγει μὲν τὸν Παυσανίαν πρὸς αὐτὸν ἐπιστολὰς ἀπεσταλκέναι παρακαλοῦντα μετασχεῖν τῆς προδοσίας, καὶ τούτῳ μεγίστῳ χρησάμενος τεκμηρίῳ συνίστανεν, ὅτι οὐκ ἂν παρεκάλει Παυσανίας αὐτόν, εἰ μὴ πρὸς τὴν ἀξίωσιν ἀντέλεγε. |
s-439
| διὰ δὲ ταῦτα, καθάπερ προειρήκαμεν, ἔφυγεν ἐξ Ἄργους πρὸς Ἄδμητον τὸν Μολοττῶν βασιλέα· |
s-440
| καταφυγὼν δὲ πρὸς τὴν ἑστίαν ἱκέτης ἐγένετο. |
s-441
| ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον προσεδέξατο αὐτὸν φιλοφρόνως καὶ παρεκάλει θαρρεῖν καὶ τὸ σύνολον ἐπηγγέλλετο φροντιεῖν αὐτοῦ τῆς ἀσφαλείας· |
s-442
| ὁ δὲ Θεμιστοκλῆς πάντοθεν ἐλαυνόμενος καὶ τὸ χρυσίον δεξάμενος ἔφυγε νυκτὸς ἐκ τῆς τῶν Μολοττῶν χώρας, συμπράττοντος αὐτῷ πάντα τὰ πρὸς φυγὴν τοῦ βασιλέως· |
s-443
| εὑρὼν δὲ δύο νεανίσκους Λυγκηστὰς τὸ γένος, ἐμπορικαῖς δὲ ἐργασίαις χρωμένους, καὶ διὰ τοῦτο τῶν ὁδῶν ἐμπείρως ἔχοντας, μετὰ τούτων ἔφυγε. |
s-444
| χρώμενος δὲ νυκτεριναῖς ὁδοιπορίαις ἔλαθε τοὺς Λακεδαιμονίους, καὶ διὰ τῆς τῶν νεανίσκων εὐνοίας τε καὶ κακοπαθείας κατήντησεν εἰς τὴν Ἀσίαν· |
s-445
| ἐνταῦθα δ̓ ἔχων ἰδιόξενον, ὄνομα μὲν Λυσιθείδην, δόξῃ δὲ καὶ πλούτῳ θαυμαζόμενον, πρὸς τοῦτον κατέφυγεν. |
s-446
| ὁ δὲ Λυσιθείδης ἐτύγχανε φίλος ὢν Ξέρξου τοῦ βασιλέως καὶ κατὰ τὴν διάβασιν τοῦ Ξέρξου τὴν δύναμιν τῶν Περσῶν ἅπασαν εἱστιακώς. |
s-447
| διόπερ συνήθειαν μὲν ἔχων πρὸς τὸν βασιλέα, τὸν δὲ Θεμιστοκλέα διὰ τὸν ἔλεον σῶσαι βουλόμενος, ἐπηγγείλατο αὐτῷ πάντα συμπράξειν. |
s-448
| παρασκευασάμενος γὰρ τὴν ἀπήνην πολυτελέσι παραπετάσμασι κεκοσμημένην, εἰς ταύτην ἐνέθηκε τὸν Θεμιστοκλέα, καὶ μετὰ πάσης ἀσφαλείας διασώσας ἐνέτυχε τῷ βασιλεῖ, καὶ πεφυλαγμένως ὁμιλήσας ἔλαβε παῤ αὐτοῦ πίστεις μηδὲν ἀδικήσειν τὸν ἄνδρα. |
s-449
| δόξας δὲ παραδόξως ὑπ̓ ἐχθροῦ διασεσῶσθαι, πάλιν εἰς μείζονας κινδύνους ἐνέπεσε διὰ τοιαύτας αἰτίας· |
s-450
| αὕτη τῶν υἱῶν ἐστερημένη καθ̓ ὃν καιρὸν Θεμιστοκλῆς περὶ Σαλαμῖνα κατεναυμάχησε τὸν στόλον τῶν Περσῶν, χαλεπῶς ἔφερε τὴν ἀναίρεσιν τῶν τέκνων, καὶ διὰ τὸ μέγεθος τῆς συμφορᾶς ἠλεεῖτο παρὰ τοῖς πλήθεσιν. |
s-451
| αὕτη πυθομένη τὴν παρουσίαν τοῦ Θεμιστοκλέους, ἦλθεν εἰς τὰ βασίλεια πενθίμην ἐσθῆτα λαβοῦσα, καὶ μετὰ δακρύων ἱκέτευε τὸν ἀδελφὸν ἐπιθεῖναι τιμωρίαν τῷ Θεμιστοκλεῖ. |
s-452
| ὡς δ̓ οὐ προσεῖχεν αὐτῇ, περιῄει τοὺς ἀρίστους τῶν Περσῶν ἀξιοῦσα καὶ καθόλου τὰ πλήθη παροξύνουσα πρὸς τὴν τοῦ Θεμιστοκλέους τιμωρίαν. |
s-453
| τοῦ δ̓ ὄχλου συνδραμόντος ἐπὶ τὰ βασίλεια καὶ μετὰ κραυγῆς ἐξαιτοῦντος ἐπὶ τιμωρίαν τὸν Θεμιστοκλέα, ὁ μὲν βασιλεὺς ἀπεκρίνατο δικαστήριον καταστήσειν ἐκ τῶν ἀρίστων Περσῶν, καὶ τὸ κριθὲν τεύξεσθαι συντελείας· |
s-454
| πάντων δὲ συνευδοκησάντων, καὶ δοθέντος ἱκανοῦ χρόνου εἰς τὴν παρασκευὴν τῆς κρίσεως, ὁ μὲν Θεμιστοκλῆς μαθὼν τὴν Περσίδα διάλεκτον, καὶ ταύτῃ χρησάμενος κατὰ τὴν ἀπολογίαν, ἀπελύθη τῶν ἐγκλημάτων. |
s-455
| ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος ἐπὶ τῇ σωτηρίᾳ τἀνδρὸς μεγάλαις αὐτὸν δωρεαῖς ἐτίμησε· |
s-456
| ἔνιοι δὲ τῶν συγγραφέων φασὶ τὸν Ξέρξην ἐπιθυμήσαντα πάλιν στρατεύειν ἐπὶ τὴν Ἑλλάδα παρακαλεῖν τὸν Θεμιστοκλέα στρατηγεῖν ἐπὶ τοῦ πολέμου, τὸν δὲ συγχωρήσαντα περὶ τούτων πίστεις λαβεῖν ἐνόρκους μὴ στρατεύσειν ἐπὶ τοὺς Ἕλληνας ἄνευ Θεμιστοκλέους. |
s-457
| εἰ δέ τις χωρὶς φθόνου τήν τε φύσιν τἀνδρὸς καὶ τὰς πράξεις ἐξετάζοι μετ̓ ἀκριβείας, εὑρήσει πάντων ὧν μνημονεύομεν ἀμφοτέροις τοῖς εἰρημένοις πεπρωτευκότα. |
s-458
| διὸ καὶ θαυμάσειεν ἄν τις εἰκότως, εἰ στερῆσαι σφᾶς αὐτοὺς ἀνδρὸς τοιούτου τὴν φύσιν ἠθέλησαν. |
s-459
| τίς γὰρ ἕτερος, τῆς Σπάρτης πλέον ἰσχυούσης καὶ τοῦ ναυτικοῦ τὴν ἡγεμονίαν ἔχοντος Εὐρυβιάδου τοῦ Σπαρτιάτου, ταῖς ἰδίαις πράξεσιν ἀφείλετ̓ ἂν τῆς Σπάρτης ταύτην τὴν δόξαν; |
s-460
| τίς δὲ πρὸς ἅπασαν τὴν ἐκ τῆς Ἀσίας δύναμιν ἀναστάτῳ τῇ πόλει παραταχθεὶς ἐνίκησε; |
s-461
| τίς δὲ τοῖς ἔργοις ἐν εἰρήνῃ τὴν πατρίδα δυνατὴν κατεσκεύασε τοιούτοις; |
s-462
| τίς δὲ πολέμου μεγίστου κατασχόντος αὐτὴν διέσωσε, μιᾷ δ̓ ἐπινοίᾳ τῇ περὶ τοῦ ζεύγματος γενομένῃ τὴν πεζὴν τῶν πολεμίων δύναμιν ἐξ ἡμίσους μέρους ἐταπείνωσεν, ὥστ̓ εὐχείρωτον γενέσθαι τοῖς Ἕλλησι; |
s-463
| διόπερ ὅταν τὸ μέγεθος τῶν ἔργων αὐτοῦ θεωρήσωμεν, καὶ σκοποῦντες τὰ κατὰ μέρος εὕρωμεν ἐκεῖνον μὲν ὑπὸ τῆς πόλεως ἠτιμασμένον, τὴν δὲ πόλιν διὰ τὰς ἐκείνου πράξεις ἐπαιρομένην, εἰκότως τὴν δοκοῦσαν εἶναι τῶν ἁπασῶν πόλεων σοφωτάτην καὶ ἐπιεικεστάτην χαλεπωτάτην πρὸς ἐκεῖνον εὑρίσκομεν γεγενημένην. |
s-464
| ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἰταλίαν Μίκυθος μὲν ὁ τὴν δυναστείαν ἔχων Ῥηγίου καὶ Ζάγκλης πόλιν ἔκτισε Πυξοῦντα. |
s-465
| ἐπ̓ ἄρχοντος δ̓ Ἀθήνησι Δημοτίωνος Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Πούπλιον Οὐαλέριον Ποπλικόλαν καὶ Γάιον Ναύτιον Ῥοῦφον. |
s-466
| ἐπὶ δὲ τούτων Ἀθηναῖοι στρατηγὸν ἑλόμενοι Κίμωνα τὸν Μιλτιάδου καὶ δύναμιν ἀξιόλογον παραδόντες, ἐξέπεμψαν ἐπὶ τὴν παράλιον τῆς Ἀσίας βοηθήσοντα μὲν ταῖς συμμαχούσαις πόλεσιν, ἐλευθερώσοντα δὲ τὰς Περσικαῖς ἔτι φρουραῖς κατεχομένας. |
s-467
| πλεύσας οὖν μετὰ παντὸς τοῦ στόλου πρὸς τὴν Καρίαν, τῶν παραθαλαττίων πόλεων ὅσαι μὲν ἦσαν ἐκ τῆς Ἑλλάδος ἀπῳκισμέναι, ταύτας παραχρῆμα συνέπεισεν ἀποστῆναι τῶν Περσῶν, ὅσαι δ̓ ὑπῆρχον δίγλωττοι καὶ φρουρὰς ἔχουσαι Περσικάς, βίαν προσάγων ἐπολιόρκει. |
s-468
| προσαγαγόμενος δὲ τὰς κατὰ τὴν Καρίαν πόλεις, ὁμοίως καὶ τὰς ἐν τῇ Λυκίᾳ πείσας προσελάβετο. |
s-469
| παρὰ δὲ τῶν ἀεὶ προστιθεμένων συμμάχων προσλαβόμενος ναῦς ἐπὶ πλέον ηὔξησε τὸν στόλον. |
s-470
| οἱ δὲ Πέρσαι τὸ μὲν πεζὸν στράτευμα δἰ ἑαυτῶν κατεσκεύασαν, τὸ δὲ ναυτικὸν ἤθροισαν ἔκ τε Φοινίκης καὶ Κύπρου καὶ Κιλικίας· |
s-471
| ἐστρατήγει δὲ τῶν Περσικῶν δυνάμεων Τιθραύστης, υἱὸς ὢν Ξέρξου νόθος. |
s-472
| τῶν δὲ λοιπῶν νεῶν καταφυγουσῶν εἰς τὴν Κύπρον, οἱ μὲν ἐν αὐταῖς ἄνδρες εἰς τὴν γῆν ἀπεχώρησαν, αἱ δὲ νῆες κεναὶ τῶν βοηθούντων οὖσαι τοῖς πολεμίοις ἐγενήθησαν ὑποχείριοι. |
s-473
| μετὰ δὲ ταῦτα ὁ μὲν Κίμων οὐκ ἀρκεσθεὶς τηλικαύτῃ νίκῃ παραχρῆμα παντὶ τῷ στόλῳ προσκατῆρεν ἐπὶ τὸ πεζὸν τῶν Περσῶν στρατόπεδον, οὔσης τῆς παρεμβολῆς παρὰ τὸν Εὐρυμέδοντα ποταμόν. |
s-474
| βουλόμενος δὲ καταστρατηγῆσαι τοὺς βαρβάρους, ἐνεβίβασεν εἰς τὰς αἰχμαλωτίδας ναῦς τῶν ἰδίων τοὺς ἀρίστους, δοὺς τιάρας καὶ τὴν ἄλλην κατασκευὴν περιθεὶς Περσικήν. |
s-475
| οἱ δὲ βάρβαροι προσπλέοντος ἄρτι τοῦ στόλου ταῖς Περσικαῖς ναυσὶ καὶ παρασκευαῖς ψευσθέντες ὑπέλαβον τὰς ἰδίας τριήρεις εἶναι. |
s-476
| διόπερ οὗτοι μὲν προσεδέξαντο τοὺς Ἀθηναίους ὡς φίλους ὄντας, ὁ δὲ Κίμων ἤδη νυκτὸς ἐπιγενομένης ἐκβιβάσας τοὺς στρατιώτας, καὶ προσδεχθεὶς ὡς φίλος ὑπ̓ αὐτῶν, εἰσέπεσεν εἰς τὴν στρατοπεδείαν τῶν βαρβάρων. |
s-477
| τοὺς μὲν γὰρ Ἕλληνας οὐχ ὑπελάμβανον ἥκειν πρὸς αὐτοὺς μετὰ δυνάμεως, τὸ σύνολον μηδ̓ ἔχειν αὐτοὺς πεζὴν στρατιὰν πεπεισμένοι· |
s-478
| τοὺς δὲ Πισίδας, ὄντας ὁμόρους καὶ τὰ πρὸς αὐτοὺς ἀλλοτρίως ἔχοντας, ὑπελάμβανον ἥκειν μετὰ δυνάμεως. |
s-479
| διὸ καὶ πολλοῦ φόνου γενομένου διὰ τὴν ἀταξίαν τῶν βαρβάρων, ὁ μὲν Κίμων προειρηκὼς τοῖς στρατιώταις πρὸς τὸν ἀρθησόμενον πυρσὸν συντρέχειν, ἦρε πρὸς ταῖς ναυσὶ σύσσημον, εὐλαβούμενος μὴ διεσπαρμένων τῶν στρατιωτῶν καὶ πρὸς ἁρπαγὴν ὁρμησάντων γένηταί τι παράλογον. |
s-480
| πάντων δὲ πρὸς τὸν πυρσὸν ἀθροισθέντων καὶ παυσαμένων τῆς ἁρπαγῆς, τότε μὲν εἰς τὰς ναῦς ἀπεχώρησαν, τῇ δ̓ ὑστεραίᾳ τρόπαιον στήσαντες ἀπέπλευσαν εἰς τὴν Κύπρον, νενικηκότες δύο καλλίστας νίκας, τὴν μὲν κατὰ γῆν, τὴν δὲ κατὰ θάλατταν· |
s-481
| οὐδέπω γὰρ μνημονεύονται τοιαῦται καὶ τηλικαῦται πράξεις γενέσθαι κατὰ τὴν αὐτὴν ἡμέραν καὶ ναυτικῷ καὶ πεζῷ στρατοπέδῳ. |
s-482
| Κίμων δὲ διὰ τῆς ἰδίας στρατηγίας καὶ ἀρετῆς μεγάλα κατωρθωκώς, περιβόητον ἔσχε τὴν δόξαν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησιν. |
s-483
| αἰχμαλώτους γὰρ εἰλήφει τριακοσίας καὶ τετταράκοντα ναῦς, ἄνδρας δὲ ὑπὲρ τοὺς δισμυρίους, χρημάτων δὲ πλῆθος ἀξιόλογον. |
s-484
| οἱ δὲ Πέρσαι τηλικούτοις ἐλαττώμασι περιπεπτωκότες ἄλλας τριήρεις πλείους κατεσκεύασαν, φοβούμενοι τὴν τῶν Ἀθηναίων αὔξησιν. |
s-485
| ἀπὸ γὰρ τούτων τῶν χρόνων ἡ πόλις τῶν Ἀθηναίων πολλὴν ἐπίδοσιν ἐλάμβανε, χρημάτων τε πλήθει κατασκευασθεῖσα καὶ δόξης μεγάλης ἐν ἀνδρείᾳ καὶ στρατηγίᾳ τυχοῦσα. |
s-486
| ὁ δὲ δῆμος τῶν Ἀθηναίων δεκάτην ἐξελόμενος ἐκ τῶν λαφύρων ἀνέθηκε τῷ θεῷ, καὶ τὴν ἐπιγραφὴν ἐπὶ τὸ κατασκευασθὲν ἀνάθημα ἐνέγραψε τήνδε, ἐξ οὗ γ̓ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐπέχει, οὐδέν πω τοιοῦτον ἐπιχθονίων γένετ̓ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα. |
s-487
| οἵδε γὰρ ἐν Κύπρῳ Μήδους πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει ἀνδρῶν πληθούσας, μέγα δ̓ ἔστενεν Ἀσὶς ὑπ̓ αὐτῶν πληγεῖσ̓ ἀμφοτέραις χερσὶ κράτει πολέμου. |
s-488
| ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. |
s-489
| ἐπ̓ ἄρχοντος δ̓ Ἀθήνησι Φαίωνος ἐν Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Λεύκιος Φούριος Μεδιολανὸς καὶ Μάρκος Μανίλιος Οὐάσων. |
s-490
| ἐπὶ δὲ τούτων μεγάλη τις καὶ παράδοξος ἐγένετο συμφορὰ τοῖς Λακεδαιμονίοις· |
s-491
| ἐν γὰρ τῇ Σπάρτῃ γενομένων σεισμῶν μεγάλων συνέβη πεσεῖν τὰς οἰκίας ἐκ θεμελίων καὶ τῶν Λακεδαιμονίων πλείους τῶν δισμυρίων φθαρῆναι. |
s-492
| καὶ τοῦτο μὲν τὸ κακὸν ὥσπερ δαιμονίου τινὸς νεμεσήσαντος αὐτοῖς ἔπαθον, ἄλλους δὲ κινδύνους ὑπ̓ ἀνθρώπων αὐτοῖς συνέβη γενέσθαι διὰ τοιαύτας αἰτίας. |
s-493
| Εἵλωτες καὶ Μεσσήνιοι πρὸς Λακεδαιμονίους ἀλλοτρίως ἔχοντες τὸ μὲν πρὸ τοῦ ἡσυχίαν εἶχον, φοβούμενοι τὴν τῆς Σπάρτης ὑπεροχήν τε καὶ δύναμιν· |
s-494
| ἐπεὶ δὲ διὰ τὸν σεισμὸν ἑώρων τοὺς πλείους αὐτῶν ἀπολωλότας, κατεφρόνησαν τῶν ἀπολελειμμένων, ὀλίγων ὄντων. |
s-495
| διόπερ πρὸς ἀλλήλους συνθέμενοι κοινῇ τὸν πόλεμον ἐξήνεγκαν τὸν πρὸς τοὺς Λακεδαιμονίους. |
s-496
| ὁ δὲ βασιλεὺς τῶν Λακεδαιμονίων Ἀρχίδαμος διὰ τῆς ἰδίας προνοίας καὶ κατὰ τὸν σεισμὸν ἔσωζε τοὺς πολίτας καὶ κατὰ τὸν πόλεμον γενναίως τοῖς ἐπιτιθεμένοις ἀντετάξατο. |
s-497
| τῆς μὲν γὰρ πόλεως συνεχομένης ὑπὸ τῆς τοῦ σεισμοῦ δεινότητος, πρῶτος Σπαρτιατῶν ἐκ τῆς πόλεως ἁρπάσας τὴν πανοπλίαν ἐπὶ τὴν χώραν ἐξεπήδησε, καὶ τοῖς ἄλλοις πολίταις τὸ αὐτὸ πράττειν παρήγγειλεν. |
s-498
| ὑπακουσάντων δὲ τῶν Σπαρτιατῶν, τοῦτον τὸν τρόπον οἱ περιλειφθέντες ἐσώθησαν, οὓς συντάξας ὁ βασιλεὺς Ἀρχίδαμος παρεσκευάζετο πολεμεῖν τοῖς ἀφεστηκόσιν. |
s-499
| οἱ δὲ Μεσσήνιοι μετὰ τῶν Εἱλώτων συνταχθέντες τὸ μὲν πρῶτον ὥρμησαν ἐπὶ τὴν Σπάρτην, ὑπολαμβάνοντες αὐτὴν αἱρήσειν διὰ τὴν ἐρημίαν τῶν βοηθησόντων· |
s-500
| ὡς δ̓ ἤκουσαν τοὺς ὑπολελειμμένους μετ̓ Ἀρχιδάμου τοῦ βασιλέως συντεταγμένους ἑτοίμους εἶναι πρὸς τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστησαν, καταλαβόμενοι δὲ τῆς Μεσσηνίας χωρίον ὀχυρόν, ἐκ τούτου τὴν ὁρμὴν ποιούμενοι κατέτρεχον τὴν Λακωνικήν. |
s-501
| οἱ δὲ Σπαρτιᾶται καταφυγόντες ἐπὶ τὴν παρὰ τῶν Ἀθηναίων βοήθειαν προσελάβοντο παῤ αὐτῶν δύναμιν· |
s-502
| οὐδὲν δ̓ ἧττον καὶ παρὰ τῶν ἄλλων συμμάχων ἀθροίσαντες δυνάμεις ἀξιόμαχοι τοῖς πολεμίοις ἐγενήθησαν. |