s-301
| τὸ γὰρ μέγεθος τοῦ διαστήματος ἤλεγχεν ἀδύνατον οὖσαν τὴν προσαγγελίαν. |
s-302
| οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀπίστως ἔχοντες τοῖς Ἕλλησι, τούτους μὲν ἀφώπλισαν, τὰ δὲ ὅπλα τοῖς ἑαυτῶν φίλοις παρέδωκαν· |
s-303
| παρακαλέσαντες δὲ τὰ πλήθη, καὶ τὸν Ξέρξην αὐτὸν μετὰ πολλῆς δυνάμεως εἰπόντες ἥξειν βοηθόν, ἐποίησαν ἅπαντας εὐθαρσεῖς πρὸς τὸν κίνδυνον. |
s-304
| δόξαντες γὰρ οἱ περὶ τὸν Λεωτυχίδην τὸν Ξέρξην ἐκ τῶν Σάρδεων ἐπιέναι μετὰ τῆς δυνάμεως, ἐφοβήθησαν, καὶ ταραχῆς γενομένης ἐν τῷ στρατοπέδῳ διεφέροντο πρὸς ἀλλήλους· |
s-305
| ἔτι δ̓ αὐτοῖς τεθορυβημένοις ἐπεφάνησαν οἱ Πέρσαι διεσκευασμένοι καταπληκτικῶς καὶ μετὰ βοῆς ἐπιφερόμενοι. |
s-306
| οἱ δ̓ Ἕλληνες οὐδεμίαν ἀνοχὴν ἔχοντες τοῦ βουλεύσασθαι, συνηναγκάσθησαν ὑπομεῖναι τὴν ἔφοδον τῶν βαρβάρων. |
s-307
| καὶ τὸ μὲν πρῶτον ἀμφοτέρων ἀγωνιζομένων εὐρώστως ἰσόρροπος ἦν ἡ μάχη καὶ συχνοὶ παῤ ἀμφοτέροις ἔπιπτον· |
s-308
| τῶν δὲ Σαμίων καὶ τῶν Μιλησίων ἐπιφανέντων οἱ μὲν Ἕλληνες ἐπερρώσθησαν, οἱ βάρβαροι δὲ καταπλαγέντες πρὸς φυγὴν ὥρμησαν. |
s-309
| πολλοῦ δὲ γενομένου φόνου, οἱ μὲν περὶ τὸν Λεωτυχίδην καὶ Ξάνθιππον ἐπικείμενοι τοῖς ἡττημένοις κατεδίωξαν τοὺς βαρβάρους μέχρι τῆς παρεμβολῆς, συνεπελάβοντο δὲ τῆς μάχης ἤδη κεκριμένης Αἰολεῖς καὶ τῶν ἄλλων πολλοὶ τῶν κατὰ τὴν Ἀσίαν· |
s-310
| δεινὴ γάρ τις ἐνέπεσεν ἐπιθυμία ταῖς κατὰ τὴν Ἀσίαν πόλεσι τῆς ἐλευθερίας. |
s-311
| διόπερ σχεδὸν ἅπαντες οὔθ̓ ὁμήρων οὔτε ὅρκων ἐποιήσαντο φροντίδα, ἀλλὰ μετὰ τῶν ἄλλων Ἑλλήνων ἀπέκτειναν ἐν τῇ φυγῇ τοὺς βαρβάρους. |
s-312
| τοῦτον δὲ τὸν τρόπον ἡττηθέντων τῶν Περσῶν, ἀνῃρέθησαν αὐτῶν πλείους τῶν τετρακισμυρίων· |
s-313
| τῶν δὲ διασωθέντων οἱ μὲν εἰς τὴν στρατοπεδείαν διέφυγον, οἱ δὲ εἰς Σάρδεις ἀπεχώρησαν. |
s-314
| Ξέρξης δὲ πυθόμενος τήν τε περὶ τὰς Πλαταιὰς ἧτταν καὶ τὴν ἐν τῇ Μυκάλῃ τροπὴν τῶν ἰδίων, μέρος μὲν τῆς δυνάμεως ἀπέλιπεν ἐν Σάρδεσιν, ὅπως διαπολεμῇ πρὸς τοὺς Ἕλληνας, αὐτὸς δὲ τεθορυβημένος μετὰ τῆς λοιπῆς στρατιᾶς προῆγεν, ἐπ̓ Ἐκβατάνων ποιούμενος τὴν πορείαν. |
s-315
| οἱ δὲ περὶ Λεωτυχίδην καὶ Ξάνθιππον ἀποπλεύσαντες εἰς Σάμον τοὺς μὲν Ἴωνας καὶ τοὺς Αἰολεῖς συμμάχους ἐποιήσαντο, μετὰ δὲ ταῦτα ἔπειθον αὐτοὺς ἐκλιπόντας τὴν Ἀσίαν εἰς τὴν Εὐρώπην μετοικισθῆναι. |
s-316
| ἐπηγγέλλοντο δὲ τὰ μηδίσαντα τῶν ἐθνῶν ἀναστήσαντες δώσειν ἐκείνοις τὴν χώραν· |
s-317
| ὑπελάμβανον δὲ ὅτι κοινῇ κατοικισθέντες ὑπὸ τῶν Ἑλλήνων οἱ Ἴωνες οὐκέτι μητρόπολιν ἡγήσονται τὰς Ἀθήνας. |
s-318
| διόπερ συνέβη μετανοῆσαι τοὺς Ἴωνας καὶ κρῖναι μένειν ἐπὶ τῆς Ἀσίας. |
s-319
| ὁ μὲν οὖν Μηδικὸς ὀνομασθεὶς πόλεμος γενόμενος διετὴς τοῦτο ἔσχε τὸ πέρας. |
s-320
| τῶν δὲ συγγραφέων Ἡρόδοτος ἀρξάμενος πρὸ τῶν Τρωικῶν χρόνων γέγραφε κοινὰς σχεδόν τι τὰς τῆς οἰκουμένης πράξεις ἐν βίβλοις ἐννέα, καταστρέφει δὲ τὴν σύνταξιν εἰς τὴν περὶ Μυκάλην μάχην τοῖς Ἕλλησι πρὸς τοὺς Πέρσας καὶ Σηστοῦ πολιορκίαν. |
s-321
| κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς τοὺς Οὐολούσκους πολεμήσαντες καὶ μάχῃ νικήσαντες πολλοὺς ἀνεῖλον. |
s-322
| Σπόριος δὲ Κάσσιος, ὁ κατὰ τὸν προηγούμενον ἐνιαυτὸν ὑπατεύσας, δόξας ἐπιθέσθαι τυραννίδι καὶ καταγνωσθείς, ἀνῃρέθη. |
s-323
| ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. |
s-324
| διὸ καὶ τελευτήσαντος αὐτοῦ τὴν ἐκφορὰν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ συνετέλεσεν ὁ διαδεξάμενος τὴν βασιλείαν. |
s-325
| ἐτάφη δ̓ αὐτοῦ τὸ σῶμα κατὰ τὸν ἀγρὸν τῆς γυναικὸς ἐν ταῖς καλουμέναις Ἐννέα τύρσεσιν, οὔσαις τῷ βάρει τῶν ἔργων θαυμασταῖς. |
s-326
| ὁ δὲ ὄχλος ἐκ τῆς πόλεως ἅπας συνηκολούθησεν, ἀπέχοντος τοῦ τόπου σταδίους διακοσίους. |
s-327
| ἡ γὰρ τῆς ἱστορίας δικαία μαρτυρία τετήρηκε τὴν περὶ αὐτοῦ φήμην, κηρύττουσα διαπρυσίως εἰς ἅπαντα τὸν αἰῶνα. |
s-328
| δίκαιον γὰρ ἅμα καὶ συμφέρον ἐστὶ τῷ κοινῷ βίῳ διὰ τὴν ἱστορίαν τοὺς μὲν πονηροὺς τῶν ἐν ταῖς ἐξουσίαις γεγενημένων βλασφημεῖσθαι, τοὺς δὲ εὐεργετικοὺς τυγχάνειν ἀθανάτου μνήμης· |
s-329
| οὕτω γὰρ μάλιστα συμβήσεται πολλοὺς ἐπὶ τὴν κοινὴν εὐεργεσίαν προτρέπεσθαι τῶν μεταγενεστέρων. |
s-330
| Γέλων μὲν οὖν ἑπταετῆ χρόνον ἐβασίλευσεν, Ἱέρων δ̓ ὁ ἀδελφὸς αὐτοῦ διαδεξάμενος τὴν ἀρχὴν ἐβασίλευσε τῶν Συρακοσίων ἔτη ἕνδεκα καὶ μῆνας ὀκτώ. |
s-331
| Λακεδαιμόνιοι δ̓ ὁρῶντες τοὺς Ἀθηναίους ἐν ταῖς ναυτικαῖς δυνάμεσι περιπεποιημένους δόξαν μεγάλην, ὑπώπτευσαν αὐτῶν τὴν αὔξησιν, καὶ διέγνωσαν κωλύειν τοὺς Ἀθηναίους ἀνοικοδομεῖν τὰ τείχη. |
s-332
| εὐθὺς οὖν πρέσβεις ἐξέπεμψαν εἰς τὰς Ἀθήνας τοὺς λόγῳ μὲν συμβουλεύσοντας κατὰ τὸ παρὸν μὴ τειχίζειν τὴν πόλιν διὰ τὸ μὴ συμφέρειν κοινῇ τοῖς Ἕλλησι· |
s-333
| οὐ πειθομένων δ̓ αὐτῶν, οἱ πρέσβεις προσιόντες τοῖς οἰκοδομοῦσι προσέταττον ἀφίστασθαι τῶν ἔργων τὴν ταχίστην. |
s-334
| ἀπορουμένων δὲ τῶν Ἀθηναίων ὅ, τι χρὴ πράττειν, Θεμιστοκλῆς, ἀποδοχῆς τότε παῤ αὐτοῖς τυγχάνων τῆς μεγίστης, συνεβούλευεν ἔχειν ἡσυχίαν· |
s-335
| ὑπακουσάντων δὲ τῶν Ἀθηναίων, οἱ μὲν περὶ τὸν Θεμιστοκλέα πρέσβεις προῆγον εἰς τὴν Σπάρτην, οἱ δὲ Ἀθηναῖοι μετὰ μεγάλης σπουδῆς ᾠκοδόμουν τὰ τείχη, οὔτ̓ οἰκίας οὔτε τάφου φειδόμενοι. |
s-336
| συνελαμβάνοντο δὲ τῶν ἔργων οἵ τε παῖδες καὶ αἱ γυναῖκες καὶ καθόλου πᾶς ξένος καὶ δοῦλος, οὐδενὸς ἀπολειπομένου τῆς προθυμίας. |
s-337
| πεισθέντες δὲ οἱ Λακεδαιμόνιοι τοὺς μὲν περὶ τὸν Θεμιστοκλέα παρεφύλαττον, εἰς δὲ τὰς Ἀθήνας ἀπέστειλαν τοὺς ἐπιφανεστάτους κατασκεψομένους, περὶ ὧν ἦν χρεία πολυπραγμονῆσαι. |
s-338
| τούτῳ δὲ τῷ τρόπῳ καταστρατηγηθέντες οἱ Λάκωνες ἠναγκάσθησαν ἀπολῦσαι τοὺς Ἀθηναίων πρέσβεις, ἵνα τοὺς ἰδίους ἀπολάβωσιν. |
s-339
| ὁ δὲ Θεμιστοκλῆς τοιούτῳ στρατηγήματι τειχίσας τὴν πατρίδα συντόμως καὶ ἀκινδύνως, μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς πολίταις. |
s-340
| τοῦ δ̓ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Ἀδείμαντος, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Μάρκος Φάβιος Οὐιβλανὸς καὶ Λεύκιος Οὐαλέριος Πόπλιος. |
s-341
| ἐπὶ δὲ τούτων Θεμιστοκλῆς διὰ τὴν στρατηγίαν καὶ ἀγχίνοιαν ἀποδοχῆς ἔτυχεν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς Ἕλλησι. |
s-342
| διὸ καὶ μετεωριζόμενος ἐπὶ τῇ δόξῃ πολὺ μείζοσιν ἄλλαις ἐπιβολαῖς ἐχρήσατο πρὸς αὔξησιν ἡγεμονίας ἀνηκούσαις τῇ πατρίδι. |
s-343
| τοῦ γὰρ καλουμένου Πειραιῶς οὐκ ὄντος λιμένος κατ̓ ἐκείνους τοὺς χρόνους, ἀλλ̓ ἐπινείῳ χρωμένων τῶν Ἀθηναίων τῷ προσαγορευομένῳ Φαληρικῷ, μικρῷ παντελῶς ὄντι, ἐπενόησε τὸν Πειραιᾶ κατασκευάζειν λιμένα, μικρᾶς μὲν προσδεόμενον κατασκευῆς, δυνάμενον δὲ γενέσθαι λιμένα κάλλιστον καὶ μέγιστον τῶν κατὰ τὴν Ἑλλάδα. |
s-344
| ἤλπιζεν οὖν τούτου προσγενομένου τοῖς Ἀθηναίοις δυνήσεσθαι τὴν πόλιν ἀντιποιήσασθαι τῆς κατὰ θάλατταν ἡγεμονίας· |
s-345
| τριήρεις γὰρ τότε πλείστας ἐκέκτηντο, καὶ διὰ τὴν συνέχειαν τῶν ναυμαχιῶν ἐμπειρίαν καὶ δόξαν μεγάλην τῶν ναυτικῶν ἀγώνων περιεπεποίηντο. |
s-346
| διόπερ ἠξίου τὸν δῆμον δύο ἄνδρας προχειρισάμενον οἷς ἂν μάλιστα πιστεύσῃ, τούτοις ἐπιτρέπειν περὶ τοῦ πράγματος. |
s-347
| πεισθέντος δὲ τοῦ πλήθους, ὁ δῆμος εἵλετο δύο ἄνδρας, Ἀριστείδην καὶ Ξάνθιππον, οὐ μόνον κατ̓ ἀρετὴν προκρίνας αὐτούς, ἀλλὰ καὶ πρὸς τὸν Θεμιστοκλέα τούτους ὁρῶν ἁμιλλωμένους περὶ δόξης καὶ πρωτείων, καὶ διὰ τοῦτο ἀλλοτρίως ἔχοντας πρὸς αὐτόν. |
s-348
| οὗτοι δὲ κατ̓ ἰδίαν ἀκούσαντες τοῦ Θεμιστοκλέους τὴν ἐπιβολήν, ἐδήλωσαν τῷ δήμῳ διότι καὶ μεγάλα καὶ συμφέροντα τῇ πόλει καὶ δυνατὰ καθέστηκε τὰ λεγόμενα ὑπὸ τοῦ Θεμιστοκλέους. |
s-349
| τοῦδὲ δήμου θαυμάσαντος ἅμα τὸν ἄνδρα καὶ ὑποπτεύσαντος μήποτε τυραννίδα τινὰ κατασκευασόμενος ἑαυτῷ τηλικαύταις καὶ τοιαύταις ἐπιβολαῖς ἐγχειρῇ, φανερῶς αὐτὸν ἐκέλευον ἀποφαίνεσθαι τὰ δεδογμένα. |
s-350
| ὁ δὲ πάλιν ἔφησε μὴ συμφέρειν τῷ δήμῳ φανερῶς δηλοῦσθαι περὶ τῶν ἐπινοηθέντων. |
s-351
| πολλῷ δὲ μᾶλλον θαυμάσαντος τοῦ δήμου τὴν δεινότητα καὶ μεγαλοφροσύνην τἀνδρός, ἐκέλευον ἐν ἀπορρήτοις εἰπεῖν τῇ βουλῇ τὰ δεδογμένα· |
s-352
| διόπερ τῆς βουλῆς πυθομένης τὰ κατὰ μέρος, καὶ κρινάσης λέγειν αὐτὸν τὰ συμφέροντα τῇ πόλει καὶ δυνατά, τὸ λοιπὸν ἤδη συγχωρήσαντος τοῦ δήμου μετὰ τῆς βουλῆς ἔλαβε τὴν ἐξουσίαν πράττειν ὅ, τι βούλεται. |
s-353
| ὁ δὲ Θεμιστοκλῆς λαβὼν τὴν ἐξουσίαν τοῦ πράττειν, καὶ πᾶσαν ὑπουργίαν ἔχων ἑτοίμην τοῖς ἐγχειρουμένοις, πάλιν ἐπενόησε καταστρατηγῆσαι τοὺς Λακεδαιμονίους· |
s-354
| ᾔδει γὰρ ἀκριβῶς ὅτι καθάπερ ἐπὶ τοῦ τῆς πόλεως τειχισμοῦ διεκώλυσαν οἱ Λακεδαιμόνιοι, τὸν αὐτὸν τρόπον ἐπὶ τῆς κατασκευῆς τοῦ λιμένος ἐγχειρήσουσι διακόπτειν τῶν Ἀθηναίων τὰς ἐπιβολάς. |
s-355
| ἔδοξεν οὖν αὐτῷ πρὸς μὲν τοὺς Λακεδαιμονίους πρέσβεις ἀποστεῖλαι τοὺς διδάξοντας συμφέρειν τοῖς κοινοῖς τῆς Ἑλλάδος πράγμασιν ἔχειν ἀξιόχρεων λιμένα πρὸς τὴν ἀπὸ τῶν Περσῶν ἐσομένην στρατείαν. |
s-356
| διὰ δὲ τούτου τοῦ τρόπου τοὺς Σπαρτιάτας ἀμβλυτέρους ποιήσας πρὸς τὸ κωλύειν, αὐτὸς εἴχετο τῶν ἔργων, καὶ τῶν πάντων συμφιλοτιμουμένων ταχέως συνέβη γενέσθαι καὶ παραδόξως κατασκευασθῆναι τὸν λιμένα. |
s-357
| ἔπεισε δὲ τὸν δῆμον καθ̓ ἕκαστον ἐνιαυτὸν πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν εἴκοσι τριήρεις προσκατασκευάζειν, καὶ τοὺς μετοίκους καὶ τοὺς τεχνίτας ἀτελεῖς ποιῆσαι, ὅπως ὄχλος πολὺς πανταχόθεν εἰς τὴν πόλιν κατέλθῃ καὶ πλείους τέχνας κατασκευάσωσιν εὐχερῶς· |
s-358
| ἀμφότερα γὰρ ταῦτα χρησιμώτατα πρὸς τὰς τῶν ναυτικῶν δυνάμεων κατασκευὰς ὑπάρχειν ἔκρινεν. |
s-359
| οἱ μὲν οὖν Ἀθηναῖοι περὶ ταῦτα ἠσχολοῦντο. |
s-360
| Λακεδαιμόνιοι δὲ Παυσανίαν τὸν ἐν Πλαταιαῖς στρατηγήσαντα καταστήσαντες ναύαρχον προσέταξαν ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, ὅσαι βαρβαρικαῖς φυλακαῖς διέμενον ἔτι φρουρούμεναι. |
s-361
| συνετέθειτο γὰρ δἰ ἀπορρήτων φιλίαν πρὸς τὸν βασιλέα, καὶ τὴν θυγατέρα τοῦ Ξέρξου γαμεῖν ἔμελλεν, ἵνα προδῷ τοὺς Ἕλληνας. |
s-362
| ἦν δ̓ ὁ ταῦτα πραττόμενος Ἀρτάβαζος στρατηγός, καὶ χρημάτων πλῆθος ἐχορήγει λάθρᾳ τῷ Παυσανίᾳ πρὸς τὸ διὰ τούτων φθείρειν τοὺς εὐθέτους τῶν Ἑλλήνων. |
s-363
| ἐγένετο δὲ καταφανὴς καὶ τιμωρίας ἔτυχε τοιῷδέ τινι τρόπῳ. |
s-364
| ζηλώσαντος γὰρ αὐτοῦ τὴν Περσικὴν τρυφὴν καὶ τυραννικῶς προσφερομένου τοῖς ὑποτεταγμένοις, χαλεπῶς ἔφερον ἅπαντες, μάλιστα δὲ οἱ τεταγμένοι τῶν Ἑλλήνων ἐπί τινος ἡγεμονίας. |
s-365
| ἔτι δὲ μᾶλλον συνήργησε καὶ τὸ αὐτόματον τοῖς Ἀθηναίοις διὰ ταύτας τὰς αἰτίας. |
s-366
| Παυσανίας ἦν συντεθειμένος ὥστε τοὺς τὰς ἐπιστολὰς παῤ αὐτοῦ κομίζοντας πρὸς τὸν βασιλέα μὴ ἀνακάμπτειν μηδὲ γίνεσθαι μηνυτὰς τῶν ἀπορρήτων· |
s-367
| δἰ ἣν αἰτίαν ἀναιρουμένων αὐτῶν ὑπὸ τῶν ἀπολαμβανόντων τὰς ἐπιστολὰς συνέβαινε μηδένα διασώζεσθαι. |
s-368
| τούτων δὲ ἀπιστούντων διὰ τὸ ἀνεῳγμένας αὐτοῖς τὰς ἐπιστολὰς ἀναδεδόσθαι, καὶ πίστιν ἑτέραν βεβαιοτέραν ζητούντων, ἐπηγγείλατο παραδώσειν αὐτὸν ὁμολογοῦντα. |
s-369
| τὸ μὲν οὖν σῶμα τοῦ τελευτήσαντος συνεχωρήθη τοῖς προσήκουσι καταχῶσαι, τὸ δὲ δαιμόνιον τῆς τῶν ἱκετῶν σωτηρίας καταλυθείσης ἐπεσήμηνε· |
s-370
| τῶν γὰρ Λακεδαιμονίων περί τινων ἄλλων ἐν Δελφοῖς χρηστηριαζομένων, ὁ θεὸς ἔδωκε χρησμὸν κελεύων ἀποκαταστῆσαι τῇ θεῷ τὸν ἱκέτην. |
s-371
| διόπερ οἱ Σπαρτιᾶται τὴν μαντείαν ἀδύνατον νομίζοντες εἶναι, ἠπόρουν ἐφ̓ ἱκανὸν χρόνον, οὐ δυνάμενοι ποιῆσαι τὸ προσταττόμενον ὑπὸ τοῦ θεοῦ· |
s-372
| ὅμως δ̓ ἐκ τῶν ἐνδεχομένων βουλευσάμενοι κατεσκεύασαν εἰκόνας δύο τοῦ Παυσανίου χαλκᾶς, καὶ ἀνέθηκαν εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς. |
s-373
| ἡμεῖς δὲ παῤ ὅλην τὴν ἱστορίαν εἰωθότες τῶν ἀγαθῶν ἀνδρῶν διὰ τῶν ἐπιλεγομένων ἐπαίνων αὔξειν τὴν δόξαν, τοῖς δὲ φαύλοις ἐπὶ τῆς τελευτῆς ἐπιφθέγγεσθαι τὰς ἁρμοζούσας βλασφημίας, οὐκ ἐάσομεν τὴν Παυσανίου κακίαν καὶ προδοσίαν ἀκατηγόρητον. |
s-374
| ἐπαρθεὶς γὰρ ταῖς εὐτυχίαις τὴν μὲν Λακωνικὴν ἀγωγὴν ἐστύγησε, τὴν δὲ τῶν Περσῶν ἀκολασίαν καὶ τρυφὴν ἐμιμήσατο, ὃν ἥκιστα ἐχρῆν ζηλῶσαι τὰ τῶν βαρβάρων ἐπιτηδεύματα· |
s-375
| οὐ γὰρ ἑτέρων πεπυσμένος, ἀλλ̓ αὐτὸς ἔργῳ πεῖραν εἰληφὼς ἐγίνωσκε πόσῳ τῆς τῶν Περσῶν τρυφῆς ἡ πάτριος δίαιτα πρὸς ἀρετὴν διέφερεν. |
s-376
| ἀλλὰ γὰρ αὐτὸς μὲν διὰ τὴν ἰδίαν κακίαν οὐ μόνον τῆς ἀξίας ἔτυχε τιμωρίας, ἀλλὰ καὶ τοῖς πολίταις αἴτιος κατέστη τοῦ τὴν κατὰ θάλατταν ἡγεμονίαν ἀποβαλεῖν· |
s-377
| ἐκ παραθέσεως γὰρ ἡ Ἀριστείδου στρατηγία παρὰ τοῖς συμμάχοις θεωρουμένη, καὶ διὰ τὴν εἰς τοὺς ὑποτεταγμένους ὁμιλίαν καὶ τὰς ἄλλας ἀρετάς, ἐποίησε πάντας ὥσπερ ἀπὸ μιᾶς ὁρμῆς ἀποκλῖναι πρὸς τοὺς Ἀθηναίους. |
s-378
| διὸ καὶ τοῖς μὲν ἐκ τῆς Σπάρτης πεμπομένοις ἡγεμόσιν οὐκέτι προσεῖχον, Ἀριστείδην δὲ θαυμάζοντες καὶ πάντα προθύμως ὑπακούοντες ἐποίησαν χωρὶς κινδύνου παραλαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν. |
s-379
| ταχθεὶς δὲ ἐπὶ τὴν διάταξιν τῶν φόρων, οὕτως ἀκριβῶς καὶ δικαίως τὸν διαμερισμὸν ἐποίησεν ὥστε πάσας τὰς πόλεις εὐδοκῆσαι. |
s-380
| διὸ καὶ δοκῶν ἕν τι τῶν ἀδυνάτων ἔργων συντετελεκέναι, μεγίστην ἐπὶ δικαιοσύνῃ δόξαν ἐκτήσατο καὶ διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης δίκαιος ἐπωνομάσθη. |
s-381
| ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. |
s-382
| ἐπ̓ ἄρχοντος δ̓ Ἀθήνησι Φαίδωνος Ὀλυμπιὰς μὲν ἤχθη ἕκτη πρὸς ταῖς ἑβδομήκοντα, καθ̓ ἣν ἐνίκα στάδιον Σκαμάνδριος Μυτιληναῖος, ἐν Ῥώμῃ δ̓ ὑπῆρχον ὕπατοι Καίσων Φάβιος καὶ Σπόριος Φούριος Μενέλλαιος. |
s-383
| ἐπὶ δὲ τούτων Λεωτυχίδας ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι καὶ δύο, τὴν δὲ ἀρχὴν διαδεξάμενος Ἀρχίδαμος ἐβασίλευσεν ἔτη τετταράκοντα καὶ δύο. |
s-384
| ἐτελεύτησε δὲ καὶ Ἀναξίλας ὁ Ῥηγίου καὶ Ζάγκλης τύραννος, δυναστεύσας ἔτη δέκα ὀκτώ, τὴν δὲ τυραννίδα διεδέξατο Μίκυθος, πιστευθεὶς ὥστε ἀποδοῦναι τοῖς τέκνοις τοῦ τελευτήσαντος οὖσι νέοις τὴν ἡλικίαν. |
s-385
| τοῦ δὲ Πολυζήλου πρὸς τὴν στρατείαν οὐχ ὑπακούσαντος διὰ τὴν ῥηθεῖσαν ὑποψίαν, δἰ ὀργῆς εἶχε τὸν ἀδελφόν, καὶ φυγόντος πρὸς Θήρωνα τὸν Ἀκραγαντίνων τύραννον, καταπολεμῆσαι τοῦτον παρεσκευάζετο. |
s-386
| μετὰ δὲ ταῦτα Θρασυδαίου τοῦ Θήρωνος ἐπιστατοῦντος τῆς τῶν Ἱμεραίων πόλεως βαρύτερον τοῦ καθήκοντος, συνέβη τοὺς Ἱμεραίους ἀπαλλοτριωθῆναι παντελῶς ἀπ̓ αὐτοῦ. |
s-387
| πρὸς μὲν οὖν τὸν πατέρα πορεύεσθαί τε καὶ κατηγορεῖν ἀπεδοκίμαζον, νομίζοντες οὐχ ἕξειν ἴσον ἀκουστήν· |
s-388
| πρὸς δὲ τὸν Ἱέρωνα πρέσβεις ἀπέστειλαν κατηγοροῦντες τοῦ Θρασυδαίου καὶ ἐπαγγελλόμενοι τήν τε πόλιν ἐκείνῳ παραδώσειν καὶ συνεπιθήσεσθαι τοῖς περὶ τὸν Θήρωνα. |
s-389
| ὁ δὲ Ἱέρων κρίνας εἰρηνικῶς διαλύσασθαι πρὸς τὸν Θήρωνα, προύδωκε τοὺς Ἱμεραίους καὶ τὰ βεβουλευμένα λαθραίως ἐμήνυσεν. |
s-390
| Ἱέρων δὲ τούς τε Ναξίους καὶ τοὺς Καταναίους ἐκ τῶν πόλεων ἀναστήσας, ἰδίους οἰκήτορας ἀπέστειλεν, ἐκ μὲν Πελοποννήσου πεντακισχιλίους ἀθροίσας, ἐκ δὲ Συρακουσῶν ἄλλους τοσούτους προσθείς· |
s-391
| τοῦτο δ̓ ἔπραξε σπεύδων ἅμα μὲν ἔχειν βοήθειαν ἑτοίμην ἀξιόλογον πρὸς τὰς ἐπιούσας χρείας, ἅμα δὲ καὶ ἐκ τῆς γενομένης μυριάνδρου πόλεως τιμὰς ἔχειν ἡρωικάς. |
s-392
| τοὺς δὲ Ναξίους καὶ τοὺς Καταναίους ἐκ τῶν πατρίδων ἀνασταθέντας μετῴκισεν εἰς τοὺς Λεοντίνους, καὶ μετὰ τῶν ἐγχωρίων προσέταξε κατοικεῖν τὴν πόλιν. |
s-393
| Θήρων δὲ μετὰ τὴν Ἱμεραίων σφαγὴν ὁρῶν τὴν πόλιν οἰκητόρων δεομένην, συνῴκισεν εἰς ταύτην τούς τε Δωριεῖς καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπολιτογράφησεν. |
s-394
| οὗτοι μὲν οὖν μετ̓ ἀλλήλων καλῶς πολιτευόμενοι διετέλεσαν ἔτη πεντήκοντα καὶ ὀκτώ· |
s-395
| τότε δὲ τῆς πόλεως ὑπὸ Καρχηδονίων χειρωθείσης καὶ κατασκαφείσης, διέμεινεν ἀοίκητος μέχρι τῶν καθ̓ ἡμᾶς καιρῶν. |
s-396
| διὸ καὶ τοῖς ἀφεστηκόσιν ἀπ̓ αὐτῶν Ἕλλησι χαλεπῶς ἔχοντες, ἠπείλουν ἐπιθήσειν αὐτοῖς τὴν προσήκουσαν τιμωρίαν. |
s-397
| συναχθείσης δὲ τῆς γερουσίας ἐβουλεύοντο περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τῆς κατὰ θάλατταν ἡγεμονίας. |
s-398
| ὁμοίως δὲ καὶ τῆς κοινῆς ἐκκλησίας συναχθείσης, οἱ μὲν νεώτεροι καὶ τῶν ἄλλων οἱ πολλοὶ φιλοτίμως εἶχον ἀνακτήσασθαι τὴν ἡγεμονίαν, νομίζοντες, ἐὰν αὐτὴν περιποιήσωνται, χρημάτων τε πολλῶν εὐπορήσειν καὶ καθόλου τὴν Σπάρτην μείζονα ποιήσεσθαι καὶ δυνατωτέραν, τούς τε τῶν ἰδιωτῶν οἴκους πολλὴν ἐπίδοσιν λήψεσθαι πρὸς εὐδαιμονίαν. |
s-399
| πρὸς παράδοξον δὲ ὑπόθεσιν εἰπεῖν εὐπορήσας λόγους ἁρμόζοντας, παρὰ τὴν προσδοκίαν ἔπεισε τὴν γερουσίαν καὶ τὸν δῆμον. |
s-400
| τέλος δὲ οἱ Λακεδαιμόνιοι κρίναντες τὸν Ἑτοιμαρίδαν συμφέροντα λέγειν ἀπέστησαν τῆς περὶ τὸν πόλεμον πρὸς τοὺς Ἀθηναίους ὁρμῆς. |