Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 2 - 101 of 733 • previousnext

s-2 ἐν ταύτῃ δὲ τὸ συνεχὲς τῆς ἱστορίας ἀναπληροῦντες ἀρξόμεθα μὲν ἀπὸ τῆς Ξέρξου στρατείας ἐπὶ τοὺς Ἕλληνας, καταλήξομεν δὲ ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον ἡγουμένου Κίμωνος.
s-3 ἐπ̓ ἄρχοντος γὰρ Ἀθήνησι Καλλιάδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Σπόριον Κάσσιον καὶ Πρόκλον Οὐεργίνιον Τρίκοστον, ἤχθη δὲ καὶ παῤ Ἠλείοις Ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἑβδομήκοντα, καθ̓ ἣν ἐνίκα στάδιον Ἀστύλος Συρακόσιος.
s-4 ἐπὶ δὲ τούτων Ξέρξης βασιλεὺς ἐστράτευσεν ἐπὶ τὴν Ἑλλάδα διὰ ταύτην τὴν αἰτίαν.
s-5 οὗτος μετέωρος ὢν τῷ φρονήματι καὶ τὴν ἡλικίαν ἀκμάζων, ἐπεθύμει μεγάλων δυνάμεων ἀφηγήσασθαι·
s-6 διόπερ ἔπεισε τὸν Ξέρξην καταδουλώσασθαι τοὺς Ἕλληνας, ἀεὶ πολεμικῶς ἔχοντας πρὸς τοὺς Πέρσας.
s-7 τέλος δὲ τριετῆ χρόνον περὶ τὰς παρασκευὰς ἀσχοληθέντες ἤθροισαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ναῦς δὲ διακοσίας.
s-8 δὲ Ξέρξης ἁμιλλώμενος πρὸς τὴν τῶν Καρχηδονίων σπουδήν, ὑπερεβάλετο πάσαις ταῖς παρασκευαῖς τοσοῦτον ὅσον καὶ τῷ πλήθει τῶν ἐθνῶν ὑπερεῖχε Καρχηδονίων.
s-9 ὁμοίως δὲ τοῖς Καρχηδονίοις τριετῆ χρόνον παρασκευασάμενος κατεσκεύασε ναῦς μακρὰς πλείους τῶν χιλίων καὶ διακοσίων.
s-10 συνεβάλετο δὲ αὐτῷ καὶ πατὴρ Δαρεῖος, πρὸ τῆς τελευτῆς παρασκευὰς πεποιημένος μεγάλων δυνάμεων·
s-11 καὶ γὰρ ἐκεῖνος ἡττημένος ὑπὸ Ἀθηναίων ἐν Μαραθῶνι Δάτιδος ἡγουμένου, χαλεπῶς διέκειτο πρὸς τοὺς νενικηκότας Ἀθηναίους.
s-12 ἀλλὰ Δαρεῖος μὲν μέλλων ἤδη διαβαίνειν ἐπὶ τοὺς Ἕλληνας ἐμεσολαβήθη τελευτήσας, δὲ Ξέρξης διά τε τὴν τοῦ πατρὸς ἐπιβολὴν καὶ τὴν τοῦ Μαρδονίου συμβουλίαν, καθότι προείρηται, διέγνω πολεμεῖν τοῖς Ἕλλησιν.
s-13 ὡς δ̓ αὐτῷ πάντα τὰ πρὸς τὴν στρατείαν ἡτοίμαστο, τοῖς μὲν ναυάρχοις παρήγγειλεν ἀθροίζειν τὰς ναῦς εἰς Κύμην καὶ Φώκαιαν, αὐτὸς δ̓ ἐξ ἁπασῶν τῶν σατραπειῶν συναγαγὼν τὰς πεζὰς καὶ ἱππικὰς δυνάμεις, προῆγεν ἐκ τῶν Σούσων.
s-14 ὡς δ̓ ἧκεν εἰς Σάρδεις, κήρυκας ἐξέπεμψεν εἰς τὴν Ἑλλάδα, προστάξας εἰς πάσας τὰς πόλεις ἰέναι καὶ τοὺς Ἕλληνας αἰτεῖν ὕδωρ καὶ γῆν.
s-15 τὴν δὲ στρατιὰν διελόμενος ἐξαπέστειλε τοὺς ἱκανοὺς ζεῦξαι μὲν τὸν Ἑλλήσποντον, διασκάψαι δὲ τὸν Ἄθω κατὰ τὸν αὐχένα τῆς Χερρονήσου, ἅμα μὲν ταῖς δυνάμεσιν ἀσφαλῆ καὶ σύντομον τὴν διέξοδον ποιούμενος, ἅμα δὲ τῷ μεγέθει τῶν ἔργων ἐλπίζων προκαταπλήξεσθαι τοὺς Ἕλληνας.
s-16 οἱ μὲν οὖν πεμφθέντες ἐπὶ τὴν κατασκευὴν τῶν ἔργων ταχέως ἤνυον διὰ τὴν πολυχειρίαν τῶν ἐργαζομένων.
s-17 οἱ δ̓ Ἕλληνες πυθόμενοι τὸ μέγεθος τῆς τῶν Περσῶν δυνάμεως, ἐξέπεμψαν εἰς Θετταλίαν μυρίους ὁπλίτας τοὺς καταληψομένους τὰς περὶ τὰ Τέμπη παρόδους·
s-18 οὗτοι δὲ πρὸς τὰς πόλεις πρεσβευτὰς ἀποστείλαντες ἠξίουν ἀποστέλλειν στρατιώτας τοὺς κοινῇ φυλάξοντας τὰς παρόδους·
s-19 ἔσπευδον γὰρ ἁπάσας τὰς Ἑλληνίδας πόλεις διαλαβεῖν ταῖς προφυλακαῖς καὶ κοινοποιήσασθαι τὸν πρὸς τοὺς Πέρσας πόλεμον.
s-20 ἐπεὶ δὲ τῶν Θετταλῶν καὶ τῶν ἄλλων Ἑλλήνων τῶν πλησιοχώρων ταῖς παρόδοις ἔδωκαν οἱ πλείους ὕδωρ τε καὶ γῆν τοῖς ἀφιγμένοις ἀγγέλοις ἀπὸ Ξέρξου, ἀπογνόντες τὴν περὶ τὰ Τέμπη φυλακὴν ἐπανῆλθον εἰς τὴν οἰκείαν.
s-21 Αἰνιᾶνες μὲν οὖν καὶ Δόλοπες καὶ Μηλιεῖς καὶ Περραιβοὶ καὶ Μάγνητες μετὰ τῶν βαρβάρων ἐτάχθησαν, ἔτι παρούσης τῆς ἐν τοῖς Τέμπεσι φυλακῆς, Ἀχαιοὶ δὲ Φθιῶται καὶ Λοκροὶ καὶ Θετταλοὶ καὶ Βοιωτοὶ οἱ πλείους τούτων ἀπελθόντων ἀπέκλιναν πρὸς τοὺς βαρβάρους.
s-22 οἱ δ̓ ἐν Ἰσθμῷ συνεδρεύοντες τῶν Ἑλλήνων ἐψηφίσαντο τοὺς μὲν ἐθελοντὶ τῶν Ἑλλήνων ἑλομένους τὰ Περσῶν δεκατεῦσαι τοῖς θεοῖς, ἐπὰν τῷ πολέμῳ κρατήσωσι, πρὸς δὲ τοὺς τὴν ἡσυχίαν ἔχοντας ἐκπέμψαι πρέσβεις τοὺς παρακαλέσοντας συναγωνίζεσθαι περὶ τῆς κοινῆς ἐλευθερίας.
s-23 ὧν οἱ μὲν εἵλοντο γνησίως τὴν συμμαχίαν, οἱ δὲ παρῆγον ἐφ̓ ἱκανὸν χρόνον, ἀντεχόμενοι τῆς ἰδίας μόνον ἀσφαλείας καὶ καραδοκοῦντες τὸ τοῦ πολέμου τέλος·
s-24 Ἀργεῖοι δὲ πρέσβεις ἀποστείλαντες εἰς τὸ κοινὸν συνέδριον ἐπηγγέλλοντο συμμαχήσειν, ἐὰν αὐτοῖς μέρος τι τῆς ἡγεμονίας συγχωρήσωσιν.
s-25 μετὰ δὲ ταῦτα τῶν παρὰ Ξέρξου πρέσβεων ἐπιόντων τὴν Ἑλλάδα καὶ γῆν καὶ ὕδωρ αἰτούντων, αἱ πόλεις ἅπασαι διὰ τῶν ἀποκρίσεων ἀπεδείκνυντο τὴν περὶ τῆς κοινῆς ἐλευθερίας σπουδήν.
s-26 Ξέρξης δὲ ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐζεῦχθαι καὶ τὸν Ἄθω διεσκάφθαι, προῆγεν ἐκ τῶν Σάρδεων ἐφ̓ Ἑλλησπόντου τὴν πορείαν ποιούμενος·
s-27 ὡς δὲ ἧκεν εἰς Ἄβυδον, διὰ τοῦ ζεύγματος τὴν δύναμιν διήγαγεν εἰς τὴν Εὐρώπην.
s-28 πορευόμενος δὲ διὰ τῆς Θρᾴκης πολλοὺς προσελαμβάνετο στρατιώτας καὶ τῶν Θρᾳκῶν καὶ τῶν ὁμόρων τούτοις Ἑλλήνων.
s-29 ὡς δ̓ ἧκεν εἰς τὸν ὀνομαζόμενον Δορίσκον, ἐνταῦθα μετεπέμψατο τὸ ναυτικόν, ὥστε ἀμφοτέρας τὰς δυνάμεις εἰς ἕνα τόπον ἀθροισθῆναι.
s-30 ἐποιήσατο δὲ καὶ τὸν ἐξετασμὸν τῆς στρατιᾶς ἁπάσης·
s-31 αἱ δὲ λοιπαὶ πᾶσαι βαρβαρικαὶ κατηριθμοῦντο·
s-32 τὰς γὰρ νήσους τὰς ἐντὸς Κυανέων καὶ Τριοπίου καὶ Σουνίου προσηγμένος ἦν βασιλεύς.
s-33 μὲν οὖν Ξέρξης περὶ τὸν ἐξετασμὸν τῶν δυνάμεων διέτριβε περὶ τὸν Δορίσκον.
s-34 ἔσπευδον γὰρ τοὺς τὰ τῶν Ἑλλήνων προελομένους ἐντὸς περιλαβεῖν καὶ σώζειν εἰς τὸ δυνατὸν τοὺς συμμάχους.
s-35 οὗτος δὲ λαβὼν τὴν ἐξουσίαν ἐπήγγειλε χιλίους μόνον ἐπὶ τὴν στρατείαν ἀκολουθεῖν αὐτῷ.
s-36 αἰνιγματώδους δὲ καὶ ἀσαφοῦς τῆς ἀποκρίσεως γενομένης, ἐπηρώτησαν αὐτὸν εἰ πρὸς εὐτελῆ τινα πρᾶξιν αὐτοὺς ἄγειν διανοεῖται.
s-37 ὡς δ̓ ἐπύθοντο τὸν Λεωνίδην ἥκειν εἰς Θερμοπύλας, μετενόησαν καὶ μετέθεντο πρὸς τοὺς Ἕλληνας.
s-38 διεφέροντο γὰρ οἱ τὰς Θήβας κατοικοῦντες πρὸς ἀλλήλους περὶ τῆς πρὸς τοὺς Πέρσας συμμαχίας.
s-39 οἱ μὲν οὖν μετὰ Λεωνίδου συνταχθέντες Ἕλληνες τοσοῦτοι τὸν ἀριθμὸν ὄντες διέτριβον περὶ τὰς Θερμοπύλας, ἀναμένοντες τὴν τῶν Περσῶν παρουσίαν.
s-40 ὡς δ̓ ἧκεν ἐπὶ τὸν Μηλιακὸν κόλπον, ἐπύθετο τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους.
s-41 διόπερ ἐνταῦθα προσαναλαβὼν τὴν δύναμιν μετεπέμψατο τοὺς ἀπὸ τῆς Εὐρώπης συμμάχους, οὐ πολὺ λείποντας τῶν εἴκοσι μυριάδων, ὥστ̓ ἔχειν αὐτὸν τοὺς σύμπαντας οὐκ ἐλάττους τῶν ἑκατὸν μυριάδων χωρὶς τῆς ναυτικῆς δυνάμεως.
s-42 δὲ σύμπας ὄχλος τῶν τε ἐν ταῖς μακραῖς ναυσὶν ὄντων καὶ τῶν τὴν ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν κομιζόντων οὐκ ἐλάττων ἦν τῶν προειρημένων, ὥστε μηδὲν θαυμαστὸν εἶναι τὸ λεγόμενον ὑπὲρ τοῦ πλήθους τῶν ὑπὸ Ξέρξου συναχθέντων·
s-43 φασὶ γὰρ τοὺς ἀενάους ποταμοὺς διὰ τὴν τοῦ πλήθους συνέχειαν ἐπιλιπεῖν, τὰ δὲ πελάγη τοῖς τῶν νεῶν ἱστίοις κατακαλυφθῆναι.
s-44 μέγισται μὲν οὖν δυνάμεις τῶν εἰς ἱστορικὴν μνήμην παραδεδομένων αἱ μετὰ Ξέρξου γενόμεναι παραδέδονται.
s-45 τῶν δὲ Περσῶν κατεστρατοπεδευκότων παρὰ τὸν Σπερχειὸν ποταμόν, μὲν Ξέρξης ἀπέστειλεν ἀγγέλους εἰς τὰς Θερμοπύλας, τοὺς ἅμα μὲν κατασκεψομένους τίνα διάνοιαν ἔχουσι περὶ τοῦ πρὸς αὐτὸν πολέμου·
s-46 καὶ ταῦτα πράξασιν αὐτοῖς ἐπηγγείλατο δώσειν χώραν τοῖς Ἕλλησι πλείω καὶ βελτίω τῆς νῦν ὑπ̓ αὐτῶν κατεχομένης.
s-47 περὶ δὲ τῆς χώρας ἣν ὑπισχνεῖται δώσειν, ὅτι πάτριόν ἐστι τοῖς Ἕλλησι μὴ διὰ κακίαν, ἀλλὰ δἰ ἀρετὴν κτᾶσθαι χώραν.
s-48 δὲ βασιλεὺς ἀκούσας παρὰ τῶν ἀγγέλων τὰς τῶν Ἑλλήνων ἀποκρίσεις προσεκαλέσατο Δημάρατον Σπαρτιάτην, ἐκ τῆς πατρίδος πεφευγότα πρὸς αὐτόν, καταγελάσας δὲ τῶν ἀποκρίσεων ἐπηρώτησε τὸν Λάκωνα, πότερον οἱ Ἕλληνες ὀξύτερον τῶν ἐμῶν ἵππων φεύξονται πρὸς τηλικαύτας δυνάμεις παρατάξασθαι τολμήσουσι;
s-49 τὸν δὲ Δημάρατον εἰπεῖν φασιν ὡς οὐδ̓ αὐτὸς σὺ τὴν ἀνδρείαν τῶν Ἑλλήνων ἀγνοεῖς·
s-50 τοὺς γὰρ ἀφισταμένους τῶν βαρβάρων Ἑλληνικαῖς δυνάμεσι καταπολεμεῖς·
s-51 ὥστε μὴ νόμιζε τοὺς ὑπὲρ τῆς σῆς ἀρχῆς ἄμεινον τῶν Περσῶν ἀγωνιζομένους ὑπὲρ τῆς ἰδίας ἐλευθερίας ἧττον κινδυνεύσειν πρὸς τοὺς Πέρσας.
s-52 δὲ Ξέρξης καταγελάσας αὐτοῦ προσέταξεν ἀκολουθεῖν, ὅπως ἴδῃ φεύγοντας τοὺς Λακεδαιμονίους.
s-53 ἐνῆν γὰρ ἔτι φρόνημα τοῖς Μήδοις, τῆς τῶν προγόνων ἡγεμονίας οὐ πάλαι καταπεπονημένης.
s-54 συνυπέδειξε δὲ τοῖς Μήδοις καὶ τῶν ἐν Μαραθῶνι τετελευτηκότων ἀδελφοὺς καὶ υἱούς, νομίζων τούτους ἐκθυμότατα τιμωρήσεσθαι τοὺς Ἕλληνας.
s-55 οἱ μὲν οὖν Μῆδοι τοῦτον τὸν τρόπον συνταχθέντες προσέπεσον τοῖς φυλάττουσι τὰς Θερμοπύλας·
s-56 δὲ Λεωνίδης εὖ παρεσκευασμένος συνήγαγε τοὺς Ἕλληνας ἐπὶ τὸ στενώτατον τῆς παρόδου.
s-57 τῶν δ̓ Ἑλλήνων ὑπερεχόντων ταῖς ἀρεταῖς καὶ τῷ μεγέθει τῶν ἀσπίδων, μόγις ἐνέδωκαν οἱ Μῆδοι·
s-58 πολλοὶ μὲν γὰρ αὐτῶν ἔπεσον, οὐκ ὀλίγοι δὲ κατετραυματίσθησαν.
s-59 τέλος δὲ Ξέρξης ὁρῶν πάντα μὲν τὸν περὶ τὰς παρόδους τόπον νεκρῶν ἐστρωμένον, τοὺς δὲ βαρβάρους οὐχ ὑπομένοντας τὰς τῶν Ἑλλήνων ἀρετάς, προσέπεμψε τοὺς τῶν Περσῶν ἐπιλέκτους, ὀνομαζομένους ἀθανάτους καὶ δοκοῦντας ταῖς ἀνδραγαθίαις πρωτεύειν τῶν συστρατευομένων.
s-60 ὡς δὲ καὶ οὗτοι βραχὺν ἀντιστάντες χρόνον ἔφυγον, τότε μὲν τῆς νυκτὸς ἐπιλαβούσης διελύθησαν, παρὰ μὲν τοῖς βαρβάροις πολλῶν ἀνῃρημένων, παρὰ δὲ τοῖς Ἕλλησιν ὀλίγων πεπτωκότων.
s-61 τῇ δ̓ ὑστεραίᾳ Ξέρξης μέν, παρὰ προσδοκίαν αὐτῷ τῆς μάχης λαβούσης τὸ τέλος, ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπέλεξε τοὺς δοκοῦντας ἀνδρείᾳ καὶ θράσει διαφέρειν, καὶ πολλὰ δεηθεὶς αὐτῶν προεῖπεν, ὅτι βιασαμένοις μὲν αὐτοῖς τὴν εἴσοδον δωρεὰς ἀξιολόγους δώσει, φεύγουσι δὲ θάνατος ἔσται τὸ πρόστιμον.
s-62 ἐπὶ τοσοῦτο δὲ προέβησαν ταῖς προθυμίαις, ὥστε τοὺς εἰωθότας ἐκ διαδοχῆς μεταλαμβάνειν τῆς μάχης οὐ συνεχώρησαν, ἀλλὰ τῇ συνεχείᾳ τῆς κακοπαθείας περιγενόμενοι πολλοὺς ἀνῄρουν τῶν ἐπιλέκτων βαρβάρων.
s-63 ἐνημερεύοντες δὲ τοῖς κινδύνοις ἡμιλλῶντο πρὸς ἀλλήλους·
s-64 οἱ μὲν γὰρ πρεσβύτεροι πρὸς τὰς τῶν νέων ἀκμὰς παρεβάλλοντο, οἱ δὲ νεώτεροι πρὸς τὰς τῶν πρεσβυτέρων ἐμπειρίας τε καὶ δόξας ἡμιλλῶντο.
s-65 τέλος δὲ φευγόντων καὶ τῶν ἐπιλέκτων, οἱ τὴν ἐπιτεταγμένην στάσιν ἔχοντες τῶν βαρβάρων συμφράξαντες οὐκ εἴων φεύγειν τοὺς ἐπιλέκτους·
s-66 διόπερ ἠναγκάζοντο πάλιν ἀναστρέφειν καὶ μάχεσθαι.
s-67 ἀπορουμένου δὲ τοῦ βασιλέως καὶ νομίζοντος μηδένα τολμήσειν ἔτι μάχεσθαι, ἧκε πρὸς αὐτὸν Τραχίνιός τις τῶν ἐγχωρίων, ἔμπειρος ὢν τῆς ὀρεινῆς χώρας.
s-68 οὗτος τῷ Ξέρξῃ προσελθὼν ἐπηγγείλατο διά τινος ἀτραποῦ στενῆς καὶ παρακρήμνου τοὺς Πέρσας ὁδηγήσειν, ὥστε γενέσθαι τοὺς συνελθόντας αὐτῷ κατόπιν τῶν περὶ τὸν Λεωνίδην, καὶ τούτῳ τῷ τρόπῳ περιληφθέντας αὐτοὺς εἰς τὸ μέσον ῥᾳδίως ἀναιρεθήσεσθαι.
s-69 δὲ βασιλεὺς περιχαρὴς ἐγένετο, καὶ τιμήσας δωρεαῖς τὸν Τραχίνιον συνεξέπεμψεν αὐτῷ στρατιώτας δισμυρίους νυκτός.
s-70 τῶν δὲ παρὰ τοῖς Πέρσαις τις ὄνομα Τυρραστιάδας, τὸ γένος ὢν Κυμαῖος, φιλόκαλος δὲ καὶ τὸν τρόπον ὢν ἀγαθός, διαδρὰς ἐκ τῆς τῶν Περσῶν παρεμβολῆς νυκτὸς ἧκε πρὸς τοὺς περὶ τὸν Λεωνίδην, καὶ τὰ περὶ τὸν Τραχίνιον ἀγνοοῦσιν ἐδήλωσεν.
s-71 ἀκούσαντες δ̓ οἱ Ἕλληνες συνήδρευσαν περὶ μέσας νύκτας καὶ ἐβουλεύοντο περὶ τῶν ἐπιφερομένων κινδύνων.
s-72 ἔνιοι μὲν οὖν ἔφασαν δεῖν παραχρῆμα καταλιπόντας τὰς παρόδους διασώζεσθαι πρὸς τοὺς συμμάχους·
s-73 Λεωνίδης δὲ βασιλεὺς τῶν Λακεδαιμονίων φιλοτιμούμενος αὑτῷ τε δόξαν περιθεῖναι μεγάλην καὶ τοῖς Σπαρτιάταις, προσέταξε τοὺς μὲν ἄλλους Ἕλληνας ἅπαντας ἀπιέναι καὶ σώζειν ἑαυτούς, ἵνα κατὰ τὰς ἄλλας μάχας συναγωνίζωνται τοῖς Ἕλλησιν, αὐτοὺς δὲ τοὺς Λακεδαιμονίους ἔφησε δεῖν μένειν καὶ τὴν φυλακὴν τῶν παρόδων μὴ λιπεῖν·
s-74 εὐθὺς οὖν οἱ μὲν ἄλλοι πάντες ἀπηλλάγησαν, δὲ Λεωνίδης μετὰ τῶν πολιτῶν ἡρωικὰς πράξεις καὶ παραδόξους ἐπετελέσατο.
s-75 μετὰ δὲ ταῦτα οἱ μὲν μετὰ τοῦ Τραχινίου Πέρσαι περιελθόντες τὰς δυσχωρίας ἄφνω τοὺς περὶ τὸν Λεωνίδην ἀπέλαβον εἰς τὸ μέσον, οἱ δ̓ Ἕλληνες τὴν μὲν σωτηρίαν ἀπογνόντες, τὴν δ̓ εὐδοξίαν ἑλόμενοι, μιᾷ φωνῇ τὸν ἡγούμενον ἠξίουν ἄγειν ἐπὶ τοὺς πολεμίους, πρὶν γνῶναι τοὺς Πέρσας τὴν τῶν ἰδίων περίοδον.
s-76 Λεωνίδης δὲ τὴν ἑτοιμότητα τῶν στρατιωτῶν ἀποδεξάμενος, τούτοις παρήγγειλε ταχέως ἀριστοποιεῖσθαι, ὡς ἐν ᾅδου δειπνησομένους·
s-77 αὐτὸς δ̓ ἀκολούθως τῇ παραγγελίᾳ τροφὴν προσηνέγκατο, νομίζων οὕτω δυνήσεσθαι πολὺν χρόνον ἰσχύειν καὶ φέρειν τὴν ἐν τοῖς κινδύνοις ὑπομονήν.
s-78 ἐπεὶ δὲ συντόμως ἀναλαβόντες αὑτοὺς ἕτοιμοι πάντες ὑπῆρξαν, παρήγγειλε τοῖς στρατιώταις εἰσπεσόντας εἰς τὴν παρεμβολὴν φονεύειν τοὺς ἐντυγχάνοντας καὶ ἐπ̓ αὐτὴν ὁρμῆσαι τὴν τοῦ βασιλέως σκηνήν.
s-79 οὗτοι μὲν οὖν ἀκολούθως ταῖς παραγγελίαις συμφράξαντες νυκτὸς εἰσέπεσον εἰς τὴν τῶν Περσῶν στρατοπεδείαν, προκαθηγουμένου τοῦ Λεωνίδου·
s-80 οἱ δὲ βάρβαροι διά τε τὸ παράδοξον καὶ τὴν ἄγνοιαν μετὰ πολλοῦ θορύβου συνέτρεχον ἐκ τῶν σκηνῶν ἀτάκτως, καὶ νομίσαντες τοὺς μετὰ τοῦ Τραχινίου πορευομένους ἀπολωλέναι καὶ τὴν δύναμιν ἅπασαν τῶν Ἑλλήνων παρεῖναι, κατεπλάγησαν.
s-81 τε γὰρ νὺξ ἀφῃρεῖτο τὴν ἀληθινὴν ἐπίγνωσιν, τε ταραχὴ καθ̓ ὅλην οὖσα τὴν στρατοπεδείαν εὐλόγως πολὺν ἐποίει φόνον·
s-82 εἰ μὲν οὖν βασιλεὺς ἔμεινεν ἐπὶ τῆς βασιλικῆς σκηνῆς, ῥᾳδίως ἂν καὶ αὐτὸς ὑπὸ τῶν Ἑλλήνων ἀνῄρητο καὶ πόλεμος ἅπας ταχείας ἂν ἐτετεύχει καταλύσεως·
s-83 νῦν δ̓ μὲν Ξέρξης ἦν ἐκπεπηδηκὼς πρὸς τὴν ταραχήν, οἱ δ̓ Ἕλληνες εἰσπεσόντες εἰς τὴν σκηνὴν τοὺς ἐγκαταληφθέντας ἐν αὐτῇ σχεδὸν ἅπαντας ἐφόνευσαν.
s-84 τῆς δὲ νυκτὸς καθεστώσης ἐπλανῶντο καθ̓ ὅλην τὴν παρεμβολὴν ζητοῦντες τὸν Ξέρξην εὐλόγως·
s-85 οἱ μὲν οὖν μετὰ Λεωνίδου τὰς ἐν Θερμοπύλαις παρόδους τηροῦντες τοιοῦτον ἔσχον τοῦ βίου τὸ τέλος.
s-86 ὧν τὰς ἀρετὰς τίς οὐκ ἂν θαυμάσειεν;
s-87 καὶ τὴν τῶν Περσῶν δὲ κατάπληξιν οὐκ ἄν τις ἀπιστήσαι γενέσθαι.
s-88 τίς γὰρ ἂν τῶν βαρβάρων ὑπέλαβε τὸ γεγενημένον;
s-89 τίς δ̓ ἂν προσεδόκησεν ὅτι πεντακόσιοι τὸν ἀριθμὸν ὄντες ἐτόλμησαν ἐπιθέσθαι ταῖς ἑκατὸν μυριάσι;
s-90 διὸ καὶ τίς οὐκ ἂν τῶν μεταγενεστέρων ζηλώσαι τὴν ἀρετὴν τῶν ἀνδρῶν, οἵτινες τῷ μεγέθει τῆς περιστάσεως κατεσχημένοι τοῖς μὲν σώμασι κατεπονήθησαν, ταῖς δὲ ψυχαῖς οὐχ ἡττήθησαν;
s-91 τοιγαροῦν οὗτοι μόνοι τῶν μνημονευομένων κρατηθέντες ἐνδοξότεροι γεγόνασι τῶν ἄλλων τῶν τὰς καλλίστας νίκας ἀπενηνεγμένων.
s-92 χρὴ γὰρ οὐκ ἐκ τῶν ἀποτελεσμάτων κρίνειν τοὺς ἀγαθοὺς ἄνδρας, ἀλλ̓ ἐκ τῆς προαιρέσεως·
s-93 τούτων γὰρ τῶν πράξεων μνημονεύοντες οἱ μὲν βάρβαροι κατεπλάγησαν, οἱ δὲ Ἕλληνες παρωξύνθησαν πρὸς τὴν ὁμοίαν ἀνδραγαθίαν.
s-94 καθόλου δὲ μόνοι τῶν πρὸ ἑαυτῶν διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς εἰς ἀθανασίαν μετήλλαξαν.
s-95 διόπερ οὐχ οἱ τῶν ἱστοριῶν συγγραφεῖς μόνον, ἀλλὰ πολλοὶ καὶ τῶν ποιητῶν καθύμνησαν αὐτῶν τὰς ἀνδραγαθίας·
s-96 ἐντάφιον δὲ τοιοῦτον οὔτ̓ εὐρὼς οὔθ̓ πανδαμάτωρ ἀμαυρώσει χρόνος.
s-97 ἀνδρῶν ἀγαθῶν ὅδε σηκὸς οἰκέταν εὐδοξίαν Ἑλλάδος εἵλετο.
s-98 μαρτυρεῖ δὲ καὶ Λεωνίδας Σπάρτας βασιλεύς, ἀρετᾶς μέγαν λελοιπὼς κόσμον ἀέναόν τε κλέος.
s-99 ἡμεῖς δὲ ἀρκούντως περὶ τῆς τούτων τῶν ἀνδρῶν ἀρετῆς εἰρηκότες ἐπάνιμεν ἐπὶ τὰ συνεχῆ τοῖς εἰρημένοις.
s-100 ἐπεὶ δὲ πεζῇ τῶν παρόδων ἐκυρίευσε, τῶν κατὰ τὴν θάλατταν ἀγώνων ἔκρινε λαμβάνειν πεῖραν.
s-101 εὐθὺς οὖν τὸν ἀφηγούμενον τοῦ στόλου Μεγαβάτην προσκαλεσάμενος διεκελεύσατο πλεῖν ἐπὶ τὸ τῶν Ἑλλήνων ναυτικὸν καὶ πειρᾶσθαι παντὶ τῷ στόλῳ ναυμαχεῖν πρὸς τοὺς Ἕλληνας.

Text viewDownload CoNNL-U