s-101
| τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ. |
s-102
| αἳ δ̓ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα. |
s-103
| πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε ἀγλαΐαι τ̓ εἶχον. |
s-104
| τοὶ δ̓ αὖ προπάροιθε πόληος νῶθ̓ ἵππων ἐπιβάντες ἐθύνεον. |
s-105
| οἱ δ̓ ἀροτῆρες ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας ἐστάλατ̓. |
s-106
| οἳ δ̓ ἄῤ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν, οἳ δ̓ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες, οἳ δ̓ αὖτ̓ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων, βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν. |
s-107
| οἳ δ̓ αὖτ̓ ἐς ταλάρους ἐφόρευν. |
s-108
| μελάνθησάν γε μὲν αἵδε. |
s-109
| οἵ γε μὲν ἐτράπεον, τοὶ δ̓ ἤρυον· |
s-110
| οἳ δ̓ ἐμάχοντο πύξ τε καὶ ἑλκηδόν· |
s-111
| τοὶ δ̓ ὠκύποδας λαγὸς ᾕρευν ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό, ἱέμενοι μαπέειν, οἳ δ̓ ἱέμενοι ὑπαλύξαι. |
s-112
| πὰρ δ̓ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δ̓ ἀέθλῳ δῆριν ἔχον καὶ μόχθον. |
s-113
| ἐυπλεκέων δ̓ ἐπὶ δίφρων ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους ῥυτὰ χαλαίνοντες, τὰ δ̓ ἐπικροτέοντα πέτοντο ἅρματα κολλήεντ̓, ἐπὶ δὲ πλῆμναι μέγ̓ ἀύτευν. |
s-114
| οἳ μὲν ἄῤ ἀίδιον εἶχον πόνον οὐ δέ ποτέ σφιν νίκη ἐπηνύσθη, ἀλλ̓ ἄκριτον εἶχον ἄεθλον. |
s-115
| τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος, χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο. |
s-116
| ἀμφὶ δ̓ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς, πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατ̓ αὐτὸν κύκνοι ἀερσιπόται μεγάλ̓ ἤπυον, οἵ ῥά τε πολλοὶ νῆχον ἐπ̓ ἄκρον ὕδωρ· |
s-117
| παρὰ δ̓ ἰχθύες ἐκλονέοντο. |
s-118
| τὸ μὲν Διὸς ἄλκιμος υἱὸς πάλλεν ἐπικρατέως· |
s-119
| ἐπὶ δ̓ ἱππείου θόρε δίφρου, εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο, κοῦφα βιβάς· |
s-120
| χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο· |
s-121
| νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων Κύκνον τ̓ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι. |
s-122
| ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν· |
s-123
| εὖτ̓ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς, τὸν μὲν ἔπειτ̓ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο, αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας, ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο ὀφθαλμοῖσιν ἴδῃς, ἔνθ̓ οὐτάμεν ὀξέι χαλκῷ· |
s-124
| ἂψ δ̓ ἀναχάσσασθαι· |
s-125
| ὣς εἰποῦσ̓ ἐς δίφρον ἐβήσατο δῖα θεάων, νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα, ἐσσυμένως. |
s-126
| τότε δή ῥα διόγνητος Ἰόλαος σμερδαλέον ἵπποισιν ἐκέκλετο· |
s-127
| τοὶ δ̓ ὑπ̓ ὀμοκλῆς ῥίμφ̓ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο. |
s-128
| περιστονάχησε δὲ γαῖα. |
s-129
| τοὶ δ̓ ἄμυδις προγένοντ̓ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ, Κύκνος θ̓ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς. |
s-130
| τῶν ἵπποι μὲν ἔπειθ̓ ὑπεναντίοι ἀλλήλοισιν ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ. |
s-131
| τὸν πρότερος προσέειπε βίη Ἡρακληείη· |
s-132
| ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου εἶκε παρὲξ ἰέναι. |
s-133
| Τρηχῖνα δέ τοι παρελαύνω ἐς Κήυκα ἄνακτα· |
s-134
| ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖ Τρηχῖνος προβέβηκε, σὺ δ̓ εὖ μάλα οἶσθα καὶ αὐτός· |
s-135
| ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν. |
s-136
| ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι ἔγχεος ἡμετέρου, ὅθ̓ ὑπὲρ Πύλου ἠμαθόεντος ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων. |
s-137
| τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα. |
s-138
| πρηνὴς δ̓ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ. |
s-139
| ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη χερσὶν ὕφ̓ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα. |
s-140
| ὣς ἔφατ̓· |
s-141
| οὐ δ̓ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους. |
s-142
| ἡνίοχοι δ̓ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους· |
s-143
| τῶν δ̓ ὕπο σευομένων κανάχιζε πόσ̓ εὐρεῖα χθών. |
s-144
| πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τ̓ Ἰαωλκὸς Ἄρνη τ̓ ἠδ̓ Ἑλίκη Ἄνθειά τε ποιήεσσα φωνῇ ὕπ̓ ἀμφοτέρων μεγάλ̓ ἴαχον· |
s-145
| οἳ δ̓ ἀλαλητῷ θεσπεσίῳ σύνισαν· |
s-146
| μέγα δ̓ ἔκτυπε μητίετα Ζεύς. |
s-147
| κὰδ δ̓ ἄῤ ἀπ̓ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας, σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί. |
s-148
| τὴν ὥρην μάρναντο, πολὺς δ̓ ὀρυμαγδὸς ὀρώρει. |
s-149
| ἔνθ̓ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος, οὐ δ̓ ἔρρηξεν χαλκόν· |
s-150
| ἔρυτο δὲ δῶρα θεοῖο. |
s-151
| Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη, μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου ἤλασ̓ ἐπικρατέως· |
s-152
| ἀπὸ δ̓ ἄμφω κέρσε τένοντε ἀνδροφόνος μελίη· |
s-153
| μέγα γὰρ σθένος ἔμπεσε φωτός. |
s-154
| ὣς ἔριπ̓· |
s-155
| ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. |
s-156
| ἐμ μένεος δ̓ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ· |
s-157
| γλαυκιόων δ̓ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐ δέ τις αὐτὸν ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐ δὲ μάχεσθαι· |
s-158
| τοῖος ἄῤ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς, ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων, ἐσσυμένως· |
s-159
| ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ· |
s-160
| ἀμφότεροι δ̓ ἰάχοντες ἐπ̓ ἀλλήλοισιν ὄρουσαν. |
s-161
| ὃ δ̓ ἐμμαπέως ὑπέδεκτο. |
s-162
| αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ̓ ἔχουσα· |
s-163
| δεινὰ δ̓ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα· |
s-164
| Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους· |
s-165
| οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν· |
s-166
| ὣς ἔφατ̓· |
s-167
| ἀλλ̓ οὐ πεῖθ̓ Ἄρεος μεγαλήτορα θυμόν, ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τ̓ ἔγχεα πάλλων καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ κακτάμεναι μεμαώς· |
s-168
| καί ῥ̓ ἔμβαλε χάλκεον ἔγχος, σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος, ἐν σάκεϊ μεγάλῳ. |
s-169
| ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη ἔγχεος ὁρμὴν ἔτραπ̓ ὀρεξαμένη ἀπὸ δίφρου. |
s-170
| δριμὺ δ̓ Ἄρην ἄχος εἷλε· |
s-171
| ἐρυσσάμενος δ̓ ἄορ ὀξὺ ἔσσυτ̓ ἐφ̓ Ἡρακλέα κρατερόφρονα· |
s-172
| τὸν δ̓ ἐπιόντα Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς, μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο οὔτασ̓ ἐπικρατέως· |
s-173
| διὰ δὲ μέγα σαρκὸς ἄραξε δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ. |
s-174
| τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους ἤλασαν αἶψ̓ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης ἐς δίφρον θῆκαν πολυδαίδαλον· |
s-175
| αἶψα δ̓ ἔπειτα ἵππους μαστιέτην· |
s-176
| ἵκοντο δὲ μακρὸν Ὄλυμπον. |
s-177
| υἱὸς δ̓ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος Κύκνον σκυλεύσαντες ἀπ̓ ὤμων τεύχεα καλὰ νίσσοντ̓· |
s-178
| αἶψα δ̓ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο ἵπποις ὠκυπόδεσσιν. |
s-179
| ἀτὰρ γλαυκῶπις Ἀθήνη ἐξίκετ̓ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός. |
s-180
| πολλὸς δ̓ ἠγείρετο λαός, τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν. |
s-181
| τοῦ δὲ τάφον καὶ σῆμ̓ ἀιδὲς ποίησεν Ἄναυρος ὄμβρῳ χειμερίῳ πλήθων· |
s-182
| τὼς γάρ μιν Ἀπόλλων Λητοΐδης ἤνωξ̓, ὅτι ῥα κλειτὰς ἑκατόμβας ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων. |