s-1
| ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων εἴδεΐ τε μεγέθει τε· |
s-2
| νόον γε μὲν οὔ τις ἔριζε τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι. |
s-3
| ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην, ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων· |
s-4
| ἦ μέν οἱ πατέῤ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας, χωσάμενος περὶ βουσί· |
s-5
| λιπὼν δ̓ ὅ γε πατρίδα γαῖαν ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους. |
s-6
| τὼς γάρ οἱ διέκειτο, θεοὶ δ̓ ἐπὶ μάρτυροι ἦσαν· |
s-7
| τῶν ὅ γ̓ ὀπίζετο μῆνιν, ἐπείγετο δ̓ ὅττι τάχιστα ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν. |
s-8
| ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο κυδιόων λαοῖσι. |
s-9
| πατὴρ δ̓ ἀνδρῶν τε θεῶν τε ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν ἀνδράσι τ̓ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι. |
s-10
| ὦρτο δ̓ ἀπ̓ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων, ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός, ἐννύχιος· |
s-11
| τάχα δ̓ ἷξε Τυφαόνιον· |
s-12
| τόθεν αὖτις Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς. |
s-13
| ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα· |
s-14
| αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δ̓ ἄῤ ἐέλδωρ· |
s-15
| οὐ δ̓ ὅ γ̓ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας ὦρτ̓ ἰέναι, πρίν γ̓ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς· |
s-16
| ὡς δ̓ ὅτ̓ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα νούσου ὕπ̓ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ, ὥς ῥα τότ̓ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν. |
s-17
| παννύχιος δ̓ ἄῤ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης. |
s-18
| ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε, οὐ καθ̓ ὁμὰ φρονέοντε· |
s-19
| κασιγνήτω γε μὲν ἤστην· |
s-20
| ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον. |
s-21
| χθόνα δ̓ ἔκτυπον ὠκέες ἵπποι νύσσοντες χηλῇσι, κόνις δέ σφ̓ ἀμφιδεδήει κοπτομένη πλεκτοῖσιν ὑφ̓ ἅρμασι καὶ ποσὶν ἵππων. |
s-22
| ἅρματα δ̓ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον ἵππων ἱεμένων· |
s-23
| κεχάρητο δὲ Κύκνος ἀμύμων, ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν. |
s-24
| ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων· |
s-25
| πᾶν δ̓ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ· |
s-26
| πῦρ δ̓ ὣς ὀφθαλμῶν ἀπελάμπετο. |
s-27
| τίς κεν ἐκείνου ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι πλήν γ̓ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου; |
s-28
| κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. |
s-29
| ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων, ἦ τε μέγ̓ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν, ἤλιτεν Ἀμφιτρύων, ὅτ̓ ἐυστέφανον ποτὶ Θήβην ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον, κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ̓ εὐρυμετώπων· |
s-30
| ζῶε δ̓ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ, ᾗ ἀλόχῳ· |
s-31
| τάχα δ̓ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν γεινόμεθ̓ οὔ τε φυὴν ἐναλίγκιοι οὔ τε νόημα, σός τε πατὴρ καὶ ἐγώ· |
s-32
| τοῦ μὲν φρένας ἐξέλετο Ζεύς, ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα, σχέτλιος· |
s-33
| ἦ που πολλὰ μετεστεναχίζετ̓ ὀπίσσω ἣν ἄτην ὀχέων· |
s-34
| ἣ δ̓ οὐ παλινάγρετός ἐστιν. |
s-35
| αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ̓ ἀέθλους. |
s-36
| ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχ̓ ἡνία φοινικόεντα ἵππων ὠκυπόδων· |
s-37
| μέγα δὲ φρεσὶ θάρσος ἀέξων ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων, μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο, ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος· |
s-38
| ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο. |
s-39
| τὸν δ̓ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος· |
s-40
| ἠθεῖ̓, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος, ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα· |
s-41
| οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι. |
s-42
| Ὣς φάτο· |
s-43
| μείδησεν δὲ βίη Ἡρακληείη θυμῷ γηθήσας· |
s-44
| καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· |
s-45
| ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ, Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν· |
s-46
| δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότ̓ ἔμελλε τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους. |
s-47
| κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην καββάλετ̓ ἐξόπιθεν· |
s-48
| εἵλετο δ̓ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ, κρατὶ δ̓ ἔπ̓ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε, δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν, ἥτ̓ εἴρυτο κάρη Ἡρακλῆος θείοιο. |
s-49
| τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων, δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν, σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν. |
s-50
| οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν. |
s-51
| εἷμα δ̓ ἔχ̓ ἄμφ̓ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν, δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα. |
s-52
| τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο Ἀμφιτρυωνιάδης, τὰ δ̓ ἐδαίετο θαυματὰ ἔργα. |
s-53
| στίγματα δ̓ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν· |
s-54
| τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· |
s-55
| οὐ δέ νυ τώ γε οὐδέτεροι τρεέτην· |
s-56
| φρῖσσόν γε μὲν αὐχένας ἄμφω. |
s-57
| οἳ δ̓ αὐχένας ἐξεριπόντες κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν. |
s-58
| τοὶ δ̓ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι, ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες. |
s-59
| Κένταυροι δ̓ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο ἀμφὶ μέγαν Πετραῖον ἰδ̓ Ἄσβολον οἰωνιστὴν Ἄρκτον τ̓ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε, ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες. |
s-60
| παρὰ δὲ Δεῖμός τε Φόβος τε ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν. |
s-61
| ἐπὶ δ̓ ᾤχετο φύλοπιν αἰνήν. |
s-62
| ἐν δ̓ ἄρα μέσσῳ ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς χρυσείῃ φόρμιγγι· |
s-63
| ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο κλυζομένῳ ἴκελος· |
s-64
| τῶν δ̓ ὕπο χάλκειοι τρέον ἰχθύες· |
s-65
| αὐτὰρ ἐπ̓ ἀκταῖς ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· |
s-66
| εἶχε δὲ χερσὶν ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς. |
s-67
| τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις χρύσεον· |
s-68
| ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα. |
s-69
| ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο χαλκέου ἐκ τελαμῶνος· |
s-70
| πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου, Γοργοῦς· |
s-71
| ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι, ἀργυρέη· |
s-72
| θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ χρύσειοι· |
s-73
| δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος κεῖτ̓ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα. |
s-74
| αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς Περσεὺς Δαναΐδης ἐτιταίνετο. |
s-75
| ταὶ δὲ μετ̓ αὐτὸν Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο ἱέμεναι μαπέειν. |
s-76
| ἐπὶ δὲ χλωροῦ ἀδάμαντος βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ ὀξέα καὶ λιγέως· |
s-77
| ἐπὶ δὲ ζώνῃσι δράκοντε δοιὼ ἀπῃωρεῦντ̓ ἐπικυρτώοντε κάρηνα. |
s-78
| λίχμαζον δ̓ ἄρα τώ γε· |
s-79
| μένει δ̓ ἐχάρασσον ὀδόντας ἄγρια δερκομένω. |
s-80
| ἐπὶ δὲ δεινοῖσι καρήνοις Γοργείοις ἐδονεῖτο μέγας Φόβος. |
s-81
| πολλοὶ μὲν κέατο, πλέονες δ̓ ἔτι δῆριν ἔχοντες μάρνανθ̓· |
s-82
| ἄνδρες δ̓, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν, ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι δειδιότες· |
s-83
| τοὶ δ̓ αὖτε μάχην ἔχον. |
s-84
| αἳ δὲ μετ̓ αὐτοὺς Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας, δεινωπαὶ βλοσυραί τε δαφοιναί τ̓ ἄπληταί τε δῆριν ἔχον περὶ πιπτόντων· |
s-85
| πᾶσαι δ̓ ἄῤ ἵεντο αἷμα μέλαν πιέειν· |
s-86
| ὃν δὲ πρῶτον μεμάποιεν κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ βάλλ̓ ὄνυχας μεγάλους, ψυχὴ δ̓ Ἄιδόσδε κατῇεν Τάρταρον ἐς κρυόενθ̓. |
s-87
| αἳ δὲ φρένας εὖτ̓ ἀρέσαντο αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω, ἂψ δ̓ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι. |
s-88
| Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· |
s-89
| ἣ μὲν ὑφήσσων Ἀτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλ̓ ἄρα ἥ γε τῶν γε μὲν ἀλλάων προφερής τ̓ ἦν πρεσβυτάτη τε. |
s-90
| πᾶσαι δ̓ ἀμφ̓ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο. |
s-91
| δεινὰ δ̓ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι, ἐν δ̓ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο. |
s-92
| πὰρ δ̓ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή, χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα, γουνοπαχής, μακροὶ δ̓ ὄνυχες χείρεσσιν ὑπῆσαν. |
s-93
| τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν αἷμ̓ ἀπελείβετ̓ ἔραζ̓· |
s-94
| ἣ δ̓ ἄπλητον σεσαρυῖα εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους, δάκρυσι μυδαλέη. |
s-95
| χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι ἑπτὰ πύλαι· |
s-96
| τοὶ δ̓ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε τέρψιν ἔχον· |
s-97
| τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ̓ ἀπήνης ἤγοντ̓ ἀνδρὶ γυναῖκα, πολὺς δ̓ ὑμέναιος ὀρώρει· |
s-98
| τῆλε δ̓ ἀπ̓ αἰθομένων δαΐδων σέλας εἰλύφαζε χερσὶν ἔνι δμῳῶν· |
s-99
| ταὶ δ̓ ἀγλαΐῃ τεθαλυῖαι πρόσθ̓ ἔκιον· |
s-100
| τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο. |