Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 201 - 300 of 273 • previous

s-201 θύρας δ̓ ἐπέθηκε Ποσειδέων χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
s-202 ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
s-203 Νυκτὸς δ̓ ἐρεβεννῆς οἰκία δεινὰ ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.
s-204 τῶν πρόσθ̓ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν χάλκεον·
s-205 ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί̓ ἔχουσιν, Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί·
s-206 ἔχει δ̓ ὃν πρῶτα λάβῃσιν ἀνθρώπων·
s-207 ἐς μὲν ἰόντας σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν, ἐξελθεῖν δ̓ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
s-208 νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει μακρῇσιν πέτρῃσι κατηρεφέ̓·
s-209 ἀμφὶ δὲ πάντη κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
s-210 δεκάτη δ̓ ἐπὶ μοῖρα δέδασται·
s-211 ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
s-212 αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν, ἄλλος γ̓ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
s-213 τοῖον ἄῤ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ ὠγύγιον, τὸ δ̓ ἵησι καταστυφέλου διὰ χώρου.
s-214 πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.
s-215 αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι δώματα ναιετάουσιν ἐπ̓ Ὠκεανοῖο θεμέθλοις, Κόττος τ̓ ἠδὲ Γύης·
s-216 Βριάρεών γε μὲν ἠὺν ἐόντα γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος, δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
s-217 ἐκ δέ οἱ ὤμων ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος, γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων θεσπεσίῃς κεφαλῇσιν ὑπ̓ ὀφρύσι πῦρ ἀμάρυσσεν·
s-218 πασέων δ̓ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·
s-219 καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ καί κεν γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν, εἰ μὴ ἄῤ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
s-220 σκληρὸν δ̓ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε πόντος τ̓ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.
s-221 ποσσὶ δ̓ ὕπ̓ ἀθανάτοισι μέγας πελεμίζετ̓ Ὄλυμπος ὀρνυμένοιο ἄνακτος·
s-222 ἐπεστενάχιζε δὲ γαῖα.
s-223 καῦμα δ̓ ὑπ̓ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον βροντῆς τε στεροπῆς τε, πυρός τ̓ ἀπὸ τοῖο πελώρου, πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.
s-224 ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
s-225 θυῖε δ̓ ἄῤ ἀμφ̓ ἀκτὰς περί τ̓ ἀμφί τε κύματα μακρὰ ῥιπῇ ὕπ̓ ἀθανάτων, ἔνοσις δ̓ ἄσβεστος ὀρώρει·
s-226 Ζεὺς δ̓ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δ̓ ὅπλα, βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, πλῆξεν ἀπ̓ Οὐλύμποιο ἐπάλμενος·
s-227 ἀμφὶ δὲ πάσας ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
s-228 αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας, ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.
s-229 φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς, πληγέντος.
s-230 οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ τήκεται ἐν χθονὶ δίῃ ὑφ̓ Ἡφαιστου παλάμῃσιν.
s-231 ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
s-232 ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
s-233 ἐκ δὲ Τυφωέος ἔστ̓ ἀνέμων μένος ὑγρὸν ἀέντων, νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·
s-234 αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον, πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·
s-235 κακοῦ δ̓ οὐ γίγνεται ἀλκὴ ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·
s-236 αἳ δ̓ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν ἔργ̓ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
s-237 αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν, Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι, δή ῥα τότ̓ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν ἀθανάτων·
s-238 δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.
s-239 τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.
s-240 ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·
s-241 ἀλλ̓ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν, ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
s-242 τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους, Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα, Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ̓ ἐρατεινήν·
s-243 τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων λυσιμελής·
s-244 καλὸν δέ θ̓ ὑπ̓ ὀφρύσι δερκιόωνται.
s-245 αὐτὰρ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν, τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς ἥρπασε ἧς παρὰ μητρός·
s-246 ἔδωκε δὲ μητίετα Ζεύς.
s-247 μνημοσύνης δ̓ ἐξαῦτις ἐράσσατο καλλικόμοιο, ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
s-248 Λητὼ δ̓ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν, ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων, γείνατ̓ ἄῤ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
s-249 λοισθοτάτην δ̓ Ἥρην θαλερὴν ποιήσατ̓ ἄκοιτιν·
s-250 δ̓ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε μιχθεῖσ̓ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
s-251 αὐτὰρ γ̓ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο κούρῃ νόσφ̓ Ἥρης παρελέξατο καλλιπαρήῳ, ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνἐ ἐοῦσαν.
s-252 τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων κάππιεν ἐξαπίνης·
s-253 δ̓ αὐτίκα Παλλάδ̓ Ἀθήνην κύσατο·
s-254 τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε πὰρ κορυφὴν Τρίτωνος ἐπ̓ ὄχθῃσιν ποταμοῖο.
s-255 Ἐκ δ̓ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης πυθμέν̓ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι ναίει χρύσεα δῶ, δεινὸς θεός.
s-256 Ζηνὶ δ̓ ἄῤ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν, κήρυκ̓ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
s-257 Καδμείη δ̓ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν μιχθεῖσ̓ ἐν φιλότητι, Διώνυσον πολυγηθέα, ἀθάνατον θνητή·
s-258 νῦν δ̓ ἀμφότεροι θεοί εἰσιν.
s-259 Ἀλκμήνη δ̓ ἄῤ ἔτικτε βίην Ἡρακληείην μιχθεῖσ̓ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
s-260 ἀγλαΐην δ̓ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις, ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατ̓ ἄκοιτιν.
s-261 χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην, κούρην Μίνωος, θαλερὴν ποιήσατ̓ ἄκοιτιν.
s-262 τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
s-263 ἥβην δ̓ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους, παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου, αἰδοίην θέτ̓ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι, ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
s-264 ἠελίῳ δ̓ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
s-265 δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι γείναθ̓ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
s-266 Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων, Ἰασίων̓ ἥρωι μιγεῖσ̓ ἐρατῇ φιλότητι νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ, ἐσθλόν, ὃς εἶσ̓ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης πάντη·
s-267 κούρη δ̓ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ μιχθεῖσ̓ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης, Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων, Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη βοῶν ἕνεκ̓ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
s-268 Τιθωνῷ δ̓ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν, Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
s-269 αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν, ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
s-270 τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας, ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατ̓ ἄκοιτιν.
s-271 μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
s-272 Αἰνείαν δ̓ ἄῤ ἔτικτεν ἐυστέφανος Κυθέρεια Ἀγχίσῃ ἥρωι μιγεῖσ̓ ἐρατῇ φιλότητι Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης.
s-273 αὗται μὲν θνητοῖσι παῤ ἀνδράσιν εὐνηθεῖσαι ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.

Text viewDownload CoNNL-U