Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 3 - 102 of 273 • previousnext

s-3 ἐπερρώσαντο δὲ ποσσίν.
s-4 αἵ νύ ποθ̓ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν, ἄρνας ποιμαίνονθ̓ Ἑλικῶνος ὕπο ζαθέοιο.
s-5 τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·
s-6 ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
s-7 καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον δρέψασαι, θηητόν·
s-8 τῶν δ̓ ἀκάματος ῥέει αὐδὴ ἐκ στομάτων ἡδεῖα·
s-9 γελᾷ δέ τε δώματα πατρὸς Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ σκιδναμένῃ·
s-10 ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου δώματά τ̓ ἀθανάτων.
s-11 αἳ δ̓ ἄμβροτον ὄσσαν ἱεῖσαι θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, οἵ τ̓ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
s-12 δεύτερον αὖτε Ζῆνα, θεῶν πατέῤ ἠδὲ καὶ ἀνδρῶν, ἀρχόμεναί θ̓ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς, ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.
s-13 αὖτις δ̓ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
s-14 τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα, λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
s-15 ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς νόσφιν ἀπ̓ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
s-16 πὰρ δ̓ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκί̓ ἔχουσιν ἐν θαλίῃς·
s-17 αἳ τότ̓ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ, ἀμβροσίῃ μολπῇ·
s-18 περὶ δ̓ ἴαχε γαῖα μέλαινα ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει νισσομένων πατέῤ εἰς ὅν·
s-19 ταῦτ̓ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματ̓ ἔχουσαι, ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι, Κλειώ τ̓ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε Τερψιχόρη τ̓ Ἐρατώ τε Πολύμνιά τ̓ Οὐρανίη τε Καλλιόπη θ̓·
s-20 δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
s-21 ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, τοῦ δ̓ ἔπἐ ἐκ στόματος ῥεῖ μείλιχα·
s-22 οἱ δέ τε λαοὶ πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας ἰθείῃσι δίκῃσιν·
s-23 δ̓ ἀσφαλέως ἀγορεύων αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
s-24 γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
s-25 ταχέως δὲ παρέτραπε δῶρα θεάων.
s-26 χαίρετε, τέκνα Διός, δότε δ̓ ἱμερόεσσαν ἀοιδήν.
s-27 ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματ̓ ἔχουσαι ἐξ ἀρχῆς, καὶ εἴπαθ̓, τι πρῶτον γένετ̓ αὐτῶν.
s-28 ἐκ Χάεος δ̓ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
s-29 Νυκτὸς δ̓ αὖτ̓ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
s-30 Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ̓, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφῤ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
s-31 γείνατο δ̓ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους, Νυμφέων, αἳ ναίουσιν ἀν̓ οὔρεα βησσήεντα.
s-32 δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου·
s-33 αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκ̓ Ὠκεανὸν βαθυδίνην, Κοῖόν τε Κρῖόν θ̓ Ὑπερίονά τ̓ Ἰαπετόν τε Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε Φοίβην τε χρυσοστέφανον Τηθύν τ̓ ἐρατεινήν.
s-34 τοὺς δὲ μέθ̓ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων·
s-35 θαλερὸν δ̓ ἤχθηρε τοκῆα.
s-36 οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, μοῦνος δ̓ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
s-37 Κύκλωπες δ̓ ὄνομ̓ ἦσαν ἐπώνυμον, οὕνεκ̓ ἄρα σφέων κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
s-38 ἰσχὺς δ̓ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπ̓ ἔργοις.
s-39 ἄλλοι δ̓ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί, Κόττος τε Βριάρεώς τε Γύης θ̓, ὑπερήφανα τέκνα.
s-40 τῶν ἑκατὸν μὲν χεῖρες ἀπ̓ ὤμων ἀίσσοντο, ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
s-41 καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο, πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε, Γαίης ἐν κευθμῶνι, κακῷ δ̓ ἐπετέρπετο ἔργῳ Οὐρανός.
s-42 δ̓ ἐντὸς στοναχίζετο Γαῖα πελώρη στεινομένη·
s-43 δολίην δὲ κακήν τ̓ ἐφράσσατο τέχνην.
s-44 εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
s-45 παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κ̓ ἐθέλητε πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην ὑμετέρου·
s-46 πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
s-47 ὣς φάτο·
s-48 τοὺς δ̓ ἄρα πάντας ἕλεν δέος, οὐ δέ τις αὐτῶν φθέγξατο.
s-49 θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
s-50 μῆτερ, ἐγώ κεν τοῦτό γ̓ ὑποσχόμενος τελέσαιμι ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω ἡμετέρου·
s-51 πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
s-52 ὣς φάτο·
s-53 γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
s-54 εἷσε δέ μιν κρύψασα λόχῳ·
s-55 ἐνέθηκε δὲ χερσὶν ἅρπην καρχαρόδοντα·
s-56 δόλον δ̓ ὑπεθήκατο πάντα.
s-57 δ̓ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην μακρὴν καρχαρόδοντα, φίλου δ̓ ἀπὸ μήδεα πατρὸς ἐσσυμένως ἤμησε, πάλιν δ̓ ἔρριψε φέρεσθαι ἐξοπίσω·
s-58 τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
s-59 ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, πάσας δέξατο Γαῖα·
s-60 περιπλομένων δ̓ ἐνιαυτῶν γείνατ̓ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, τεύχεσι λαμπομένους, δολίχ̓ ἔγχεα χερσὶν ἔχοντας, Νύμφας θ̓ ἃς Μελίας καλέουσ̓ ἐπ̓ ἀπείρονα γαῖαν.
s-61 μήδεα δ̓ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι κάββαλ̓ ἀπ̓ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ, ὣς φέρετ̓ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς ἀφρὸς ἀπ̓ ἀθανάτου χροὸς ὤρνυτο·
s-62 τῷ δ̓ ἔνι κούρη ἐθρέφθη·
s-63 πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν ἔπλητ̓, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
s-64 ἐκ δ̓ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο·
s-65 τῇ δ̓ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς γεινομένῃ τὰ πρῶτα θεῶν τ̓ ἐς φῦλον ἰούσῃ.
s-66 ταύτην δ̓ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, παρθενίους τ̓ ὀάρους μειδήματά τ̓ ἐξαπάτας τε τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
s-67 νὺξ δ̓ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν καὶ Θάνατον, τέκε δ̓ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
s-68 δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή, Ἑσπερίδας θ̓, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
s-69 καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε, αἵτ̓ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
s-70 οὐ δέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο, πρίν γ̓ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
s-71 τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι, Νὺξ ὀλοή·
s-72 μετὰ τὴν δ̓ Ἀπάτην τέκε καὶ Φιλότητα Γῆράς τ̓ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
s-73 Νηρέα δ̓ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος, πρεσβύτατον παίδων·
s-74 Νηρῆος δ̓ ἐγένοντο μεγήρατα τέκνα θεάων πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο, Πλωτώ τ̓ Εὐκράντη τε Σαώ τ̓ Ἀμφιτρίτη τε Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε Κυμοθόη Σπειώ τε Θόη θ̓ Ἀλίη τ̓ ἐρόεσσα Πασιθέη τ̓ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια Ἱπποθόη τ̓ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς Κυμοδόκη θ̓, κύματ̓ ἐν ἠεροειδέι πόντῳ πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ, Κυμώ τ̓ Ἠιόνη τε ἐυστέφανός θ̓ Ἁλιμήδη Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα Εὐάρνη τε φυήν τ̓ ἐρατὴ καὶ εἶδος ἄμωμος καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη Νησώ τ̓ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε Νημερτής θ̓, πατρὸς ἔχει νόον ἀθανάτοιο.
s-75 αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
s-76 μεταχρόνιαι γὰρ ἴαλλον.
s-77 τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
s-78 τῆς δ̓ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.
s-79 χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων, ἵκετ̓ ἐς ἀθανάτους·
s-80 Ζηνὸς δ̓ ἐν δώμασι ναίει βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.
s-81 τὸν μὲν ἄῤ ἐξενάριξε βίη Ἡρακληείη βουσὶ παῤ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους Τίρυνθ̓ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
s-82 δ̓ ἔτεκ̓ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς θνητοῖς ἀνθρώποις οὐ δ̓ ἀθανάτοισι θεοῖσιν, σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρον̓ Ἔχιδναν, ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον, ἥμισυ δ̓ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.
s-83 ἔνθ̓ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
s-84 δ̓ ἔρυτ̓ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα, ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
s-85 δ̓ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
s-86 δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ, δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·
s-87 ἔνθ̓ ἄῤ οἰκείων ἐλεφαίρετο φῦλ̓ ἀνθρώπων, κοιρανέων Τρητοῖο Νεμείης ἠδ̓ Ἀπέσαντος·
s-88 ἀλλά ἲς ἐδάμασσε βίης Ἡρακληείης.
s-89 τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.
s-90 Τηθὺς δ̓ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, Νεῖλόν τ̓ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον Φᾶσίν τε Ῥῆσόν τ̓ Ἀχελώιόν τ̓ ἀργυροδίνην Νέσσον τε Ῥοδίον θ̓ Ἁλιάκμονά θ̓ Ἑπτάπορόν τε Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.
s-91 τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι, Πειθώ τ̓ Ἀδμήτη τε Ἰάνθη τ̓ Ἠλέκτρη τε Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε Πληξαύρη τε Γαλαξαύρη τ̓ ἐρατή τε Διώνη Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις Περσηίς τ̓ Ἰάνειρά τ̓ Ἀκάστη τε Ξάνθη τε Πετραίη τ̓ ἐρόεσσα Μενεσθώ τ̓ Εὐρώπη τε Μῆτίς τ̓ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος Χρυσηίς τ̓ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε καὶ Στύξ, δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
s-92 αὗται δ̓ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο πρεσβύταται κοῦραι·
s-93 θεία δ̓ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ̓, πάντεσσιν ἐπιχθονίοισι φαείνει ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, γείναθ̓ ὑποδμηθεῖσ̓ Ὑπερίονος ἐν φιλότητι.
s-94 Κρίῳ δ̓ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων Πέρσην θ̓, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
s-95 Ἀστραίῳ δ̓ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους, ἀργέστην Ζέφυρον Βορέην τ̓ αἰψηροκέλευθον καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
s-96 ἦλθε δ̓ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
s-97 τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.
s-98 ὣς δ̓ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη, ἐξετέλεσσ̓·
s-99 φοίβη δ̓ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
s-100 κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι Δητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί, ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν, μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.
s-101 γείνατο δ̓ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης ἠγάγετ̓ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
s-102 δ̓ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων Ζεὺς Κρονίδης τίμησε·

Text viewDownload CoNNL-U