s-102
| ἢ δ̓ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων Ζεὺς Κρονίδης τίμησε· |
s-103
| πόρεν δέ οἱ ἀγλαὰ δῶρα, μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης. |
s-104
| καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται, κικλῄσκει Ἑκάτην. |
s-105
| πολλή τέ οἱ ἕσπετο τιμὴ ῥεῖα μάλ̓, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν. |
s-106
| ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων. |
s-107
| ἠδ̓ ὁπότ̓ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κ̓ ἐθέλῃσι νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. |
s-108
| νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει. |
s-109
| οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα πᾶσι μετ̓ ἀθανάτοισι τετίμηται γεράεσσιν. |
s-110
| θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ̓ ἐκείνην ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς. |
s-111
| Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον ἴφθιμόν τ̓ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον Ζῆνά τε μητιόεντα, θεῶν πατέῤ ἠδὲ καὶ ἀνδρῶν, τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών. |
s-112
| καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ̓ ἵκοιτο, τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν. |
s-113
| πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος, οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς· |
s-114
| τῷ ὅ γ̓ ἄῤ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων παῖδας ἑοὺς κατέπινε· |
s-115
| Ῥέην δ̓ ἔχε πένθος ἄλαστον. |
s-116
| ἀλλ̓ ὅτε δὴ Δί̓ ἔμελλε θεῶν πατέῤ ἠδὲ καὶ ἀνδρῶν τέξεσθαι, τότ̓ ἔπειτα φίλους λιτάνευε τοκῆας τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα παῖδα φίλον, τίσαιτο δ̓ ἐρινῦς πατρὸς ἑοῖο παίδων θ̓, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης. |
s-117
| πέμψαν δ̓ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον, ὁππότ̓ ἄῤ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε, Ζῆνα μέγαν· |
s-118
| τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. |
s-119
| ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν πρώτην ἐς Λύκτον· |
s-120
| κρύψεν δέ ἑ χερσὶ λαβοῦσα ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης, Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι. |
s-121
| τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν Οὐρανίδῃ μέγ̓ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι. |
s-122
| τὸν τόθ̓ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν σχέτλιος· |
s-123
| καρπαλίμως δ̓ ἄῤ ἔπειτα μένος καὶ φαίδιμα γυῖα ηὔξετο τοῖο ἄνακτος· |
s-124
| τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο σῆμ̓ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν. |
s-125
| οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων, δῶκαν δὲ βροντὴν ἠδ̓ αἰθαλόεντα κεραυνὸν καὶ στεροπήν· |
s-126
| τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει· |
s-127
| τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. |
s-128
| τίκτε δ̓ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τ̓ Ἐπιμηθέα ὃς κακὸν ἐξ ἀρχῆς γένετ̓ ἀνδράσιν ἀλφηστῇσιν· |
s-129
| πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα παρθένον. |
s-130
| ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ εἵνεκ̓ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου. |
s-131
| Ἄτλας δ̓ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ̓ ἀνάγκης πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων, ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν· |
s-132
| καί οἱ ἐπ̓ αἰετὸν ὦρσε τανύπτερον· |
s-133
| αὐτὰρ ὅ γ̓ ἧπαρ ἤσθιεν ἀθάνατον, τὸ δ̓ ἀέξετο ἶσον ἁπάντη νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις. |
s-134
| ταῦτ̓ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν· |
s-135
| καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, οὕνεκ̓ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι. |
s-136
| καὶ γὰρ ὅτ̓ ἐκρίνοντο θεοὶ θνητοί τ̓ ἄνθρωποι Μηκώνῃ, τότ̓ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων. |
s-137
| τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, τῷ δ̓ αὖτ̓ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ. |
s-138
| δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε· |
s-139
| Ἰαπετιονίδη, πάντων ἀριδείκετ̓ ἀνάκτων, ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας. |
s-140
| ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. |
s-141
| τὸν δ̓ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης ἦκ̓ ἐπιμειδήσας, δολίης δ̓ οὐ λήθετο τέχνης· |
s-142
| Φῆ ῥα δολοφρονέων· |
s-143
| Ζεὺς δ̓ ἄφθιτα μήδεα εἰδὼς γνῶ ῥ̓ οὐ δ̓ ἠγνοίησε δόλον· |
s-144
| κακὰ δ̓ ὄσσετο θυμῷ θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν. |
s-145
| χερσὶ δ̓ ὅ γ̓ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ. |
s-146
| χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. |
s-147
| ἐκ τοῦ δ̓ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ̓ ἀνθρώπων καίουσ̓ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν. |
s-148
| τὸν δὲ μέγ̓ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· |
s-149
| Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης. |
s-150
| ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς· |
s-151
| ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν. |
s-152
| δάκεν δέ ἑ νειόθι θυμόν, Ζῆν̓ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, ὡς ἴδ̓ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν. |
s-153
| αὐτίκα δ̓ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν· |
s-154
| γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς. |
s-155
| κατὰ κρῆθεν δὲ καλύπτρην δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι· |
s-156
| θαῦμα δ̓ ἔχ̓ ἀθανάτους τε θεοὺς θνητούς τ̓ ἀνθρώπους, ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν. |
s-157
| ἕτερον δὲ πόρεν κακὸν ἀντ̓ ἀγαθοῖο· |
s-158
| ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δ̓ ἐπὶ γῆρας ἵκοιτο χήτεϊ γηροκόμοιο· |
s-159
| ὅ γ̓ οὐ βιότου ἐπιδευὴς ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται χηρωσταί· |
s-160
| ᾧ δ̓ αὖτε γάμου μετὰ μοῖρα γένηται, κεδνὴν δ̓ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, τῷ δέ τ̓ ἀπ̓ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει ἐμμενές· |
s-161
| κατένασσε δ̓ ὑπὸ χθονὸς εὐρυοδείης. |
s-162
| ἔνθ̓ οἵ γ̓ ἄλγἐ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες εἵατ̓ ἐπ̓ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης, δηθὰ μάλ̓ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες. |
s-163
| ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις· |
s-164
| αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι. |
s-165
| οἵ ῥα τότ̓ ἀλλήλοισι χόλον θυμαλγέ̓ ἔχοντες συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς· |
s-166
| ἀλλ̓ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα, νέκταρ τ̓ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι, πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ. |
s-167
| ὡς νέκταρ τ̓ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν, δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε· |
s-168
| ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι νίκης καὶ κράτεος πέρι μαρνάμεθ̓ ἤματα πάντα Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα. |
s-169
| ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος. |
s-170
| ὣς φάτο· |
s-171
| τὸν δ̓ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων· |
s-172
| Δαιμόνἰ, οὐκ ἀδάητα πιφαύσκεαι· |
s-173
| σῇσι δ̓ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος ἄψορρον δ̓? ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες. |
s-174
| τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας. |
s-175
| ὣς φάτ̓· |
s-176
| ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων, μῦθον ἀκούσαντες· |
s-177
| μάχην δ̓ ἀμέγαρτον ἔγειραν πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ, Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες. |
s-178
| τῶν ἑκατὸν μὲν χεῖρες ἀπ̓ ὤμων ἀίσσοντο πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. |
s-179
| οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. |
s-180
| Τιτῆνες δ̓ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας προφρονέως, χειρῶν τε βίης θ̓ ἅμα ἔργον ἔφαινον ἀμφότεροι· |
s-181
| δεινὸν δὲ περίαχε πόντος ἀπείρων, γῆ δὲ μέγ̓ ἐσμαράγησεν, ἐπέστενε δ̓ οὐρανὸς εὐρὺς σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος ῥιπῇ ὕπ̓ ἀθανάτων, ἔνοσις δ̓ ἵκανε βαρεῖα Τάρταρον ἠερόεντα, ποδῶν τ̓ αἰπεῖα ἰωὴ ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων· |
s-182
| ὣς ἄῤ ἐπ̓ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα. |
s-183
| φωνὴ δ̓ ἀμφοτέρων ἵκετ̓ οὐρανὸν ἀστερόεντα κεκλομένων· |
s-184
| οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ. |
s-185
| ἄμυδις δ̓ ἄῤ ἀπ̓ οὐρανοῦ ἠδ̓ ἀπ̓ Ὀλύμπου ἀστράπτων ἔστειχε συνωχαδόν· |
s-186
| οἱ δὲ κεραυνοὶ ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες ταρφέες· |
s-187
| ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε καιομένη, λάκε δ̓ ἀμφὶ πυρὶ μεγάλ̓ ἄσπετος ὕλη. |
s-188
| ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα πόντος τ̓ ἀτρύγετος· |
s-189
| τοὺς δ̓ ἄμφεπε θερμὸς ἀυτμὴ Τιτῆνας χθονίους, φλὸξ δ̓ αἰθέρα δῖαν ἵκανεν ἄσπετος, ὄσσε δ̓ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε. |
s-190
| καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· |
s-191
| τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει τῆς μὲν ἐρειπομένης, τοῦ δ̓ ὑψόθεν ἐξεριπόντος· |
s-192
| τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. |
s-193
| σὺν δ̓ ἄνεμοι ἔνοσίν τε κονίην τ̓ ἐσφαράγιζον βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, κῆλα Διὸς μεγάλοιο, φέρον δ̓ ἰαχήν τ̓ ἐνοπήν τε ἐς μέσον ἀμφοτέρων· |
s-194
| ὄτοβος δ̓ ἄπλητος ὀρώρει σμερδαλέης ἔριδος, κάρτος δ̓ ἀνεφαίνετο ἔργων. |
s-195
| ἐκλίνθη δὲ μάχη· |
s-196
| πρὶν δ̓ ἀλλήλοις ἐπέχοντες ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας. |
s-197
| τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· |
s-198
| ἀμφὶ δέ μιν νὺξ τριστοιχεὶ κέχυται περὶ δειρήν· |
s-199
| αὐτὰρ ὕπερθεν γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης. |
s-200
| ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης. |
s-201
| θύρας δ̓ ἐπέθηκε Ποσειδέων χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν. |