Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 101 - 200 of 273 • previousnext

s-101 γείνατο δ̓ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης ἠγάγετ̓ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
s-102 δ̓ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων Ζεὺς Κρονίδης τίμησε·
s-103 πόρεν δέ οἱ ἀγλαὰ δῶρα, μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
s-104 καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται, κικλῄσκει Ἑκάτην.
s-105 πολλή τέ οἱ ἕσπετο τιμὴ ῥεῖα μάλ̓, πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
s-106 ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.
s-107 ἠδ̓ ὁπότ̓ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κ̓ ἐθέλῃσι νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
s-108 νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
s-109 οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα πᾶσι μετ̓ ἀθανάτοισι τετίμηται γεράεσσιν.
s-110 θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ̓ ἐκείνην ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
s-111 Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον ἴφθιμόν τ̓ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον Ζῆνά τε μητιόεντα, θεῶν πατέῤ ἠδὲ καὶ ἀνδρῶν, τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
s-112 καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ̓ ἵκοιτο, τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
s-113 πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος, οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
s-114 τῷ γ̓ ἄῤ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων παῖδας ἑοὺς κατέπινε·
s-115 Ῥέην δ̓ ἔχε πένθος ἄλαστον.
s-116 ἀλλ̓ ὅτε δὴ Δί̓ ἔμελλε θεῶν πατέῤ ἠδὲ καὶ ἀνδρῶν τέξεσθαι, τότ̓ ἔπειτα φίλους λιτάνευε τοκῆας τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα παῖδα φίλον, τίσαιτο δ̓ ἐρινῦς πατρὸς ἑοῖο παίδων θ̓, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
s-117 πέμψαν δ̓ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον, ὁππότ̓ ἄῤ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε, Ζῆνα μέγαν·
s-118 τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
s-119 ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν πρώτην ἐς Λύκτον·
s-120 κρύψεν δέ χερσὶ λαβοῦσα ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης, Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
s-121 τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν Οὐρανίδῃ μέγ̓ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
s-122 τὸν τόθ̓ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν σχέτλιος·
s-123 καρπαλίμως δ̓ ἄῤ ἔπειτα μένος καὶ φαίδιμα γυῖα ηὔξετο τοῖο ἄνακτος·
s-124 τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο σῆμ̓ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
s-125 οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων, δῶκαν δὲ βροντὴν ἠδ̓ αἰθαλόεντα κεραυνὸν καὶ στεροπήν·
s-126 τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
s-127 τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
s-128 τίκτε δ̓ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τ̓ Ἐπιμηθέα ὃς κακὸν ἐξ ἀρχῆς γένετ̓ ἀνδράσιν ἀλφηστῇσιν·
s-129 πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα παρθένον.
s-130 ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ εἵνεκ̓ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
s-131 Ἄτλας δ̓ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ̓ ἀνάγκης πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων, ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
s-132 καί οἱ ἐπ̓ αἰετὸν ὦρσε τανύπτερον·
s-133 αὐτὰρ γ̓ ἧπαρ ἤσθιεν ἀθάνατον, τὸ δ̓ ἀέξετο ἶσον ἁπάντη νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
s-134 ταῦτ̓ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
s-135 καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, οὕνεκ̓ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
s-136 καὶ γὰρ ὅτ̓ ἐκρίνοντο θεοὶ θνητοί τ̓ ἄνθρωποι Μηκώνῃ, τότ̓ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
s-137 τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, τῷ δ̓ αὖτ̓ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
s-138 δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
s-139 Ἰαπετιονίδη, πάντων ἀριδείκετ̓ ἀνάκτων, πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
s-140 ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
s-141 τὸν δ̓ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης ἦκ̓ ἐπιμειδήσας, δολίης δ̓ οὐ λήθετο τέχνης·
s-142 Φῆ ῥα δολοφρονέων·
s-143 Ζεὺς δ̓ ἄφθιτα μήδεα εἰδὼς γνῶ ῥ̓ οὐ δ̓ ἠγνοίησε δόλον·
s-144 κακὰ δ̓ ὄσσετο θυμῷ θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
s-145 χερσὶ δ̓ γ̓ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
s-146 χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
s-147 ἐκ τοῦ δ̓ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ̓ ἀνθρώπων καίουσ̓ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
s-148 τὸν δὲ μέγ̓ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
s-149 Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
s-150 ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
s-151 ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
s-152 δάκεν δέ νειόθι θυμόν, Ζῆν̓ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, ὡς ἴδ̓ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
s-153 αὐτίκα δ̓ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
s-154 γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
s-155 κατὰ κρῆθεν δὲ καλύπτρην δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
s-156 θαῦμα δ̓ ἔχ̓ ἀθανάτους τε θεοὺς θνητούς τ̓ ἀνθρώπους, ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
s-157 ἕτερον δὲ πόρεν κακὸν ἀντ̓ ἀγαθοῖο·
s-158 ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δ̓ ἐπὶ γῆρας ἵκοιτο χήτεϊ γηροκόμοιο·
s-159 γ̓ οὐ βιότου ἐπιδευὴς ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται χηρωσταί·
s-160 δ̓ αὖτε γάμου μετὰ μοῖρα γένηται, κεδνὴν δ̓ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, τῷ δέ τ̓ ἀπ̓ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει ἐμμενές·
s-161 κατένασσε δ̓ ὑπὸ χθονὸς εὐρυοδείης.
s-162 ἔνθ̓ οἵ γ̓ ἄλγἐ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες εἵατ̓ ἐπ̓ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης, δηθὰ μάλ̓ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
s-163 ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·
s-164 αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
s-165 οἵ ῥα τότ̓ ἀλλήλοισι χόλον θυμαλγέ̓ ἔχοντες συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
s-166 ἀλλ̓ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα, νέκταρ τ̓ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι, πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
s-167 ὡς νέκταρ τ̓ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν, δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
s-168 ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι νίκης καὶ κράτεος πέρι μαρνάμεθ̓ ἤματα πάντα Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
s-169 ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
s-170 ὣς φάτο·
s-171 τὸν δ̓ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·
s-172 Δαιμόνἰ, οὐκ ἀδάητα πιφαύσκεαι·
s-173 σῇσι δ̓ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος ἄψορρον δ̓? ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
s-174 τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
s-175 ὣς φάτ̓·
s-176 ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων, μῦθον ἀκούσαντες·
s-177 μάχην δ̓ ἀμέγαρτον ἔγειραν πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ, Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
s-178 τῶν ἑκατὸν μὲν χεῖρες ἀπ̓ ὤμων ἀίσσοντο πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
s-179 οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
s-180 Τιτῆνες δ̓ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας προφρονέως, χειρῶν τε βίης θ̓ ἅμα ἔργον ἔφαινον ἀμφότεροι·
s-181 δεινὸν δὲ περίαχε πόντος ἀπείρων, γῆ δὲ μέγ̓ ἐσμαράγησεν, ἐπέστενε δ̓ οὐρανὸς εὐρὺς σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος ῥιπῇ ὕπ̓ ἀθανάτων, ἔνοσις δ̓ ἵκανε βαρεῖα Τάρταρον ἠερόεντα, ποδῶν τ̓ αἰπεῖα ἰωὴ ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
s-182 ὣς ἄῤ ἐπ̓ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
s-183 φωνὴ δ̓ ἀμφοτέρων ἵκετ̓ οὐρανὸν ἀστερόεντα κεκλομένων·
s-184 οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
s-185 ἄμυδις δ̓ ἄῤ ἀπ̓ οὐρανοῦ ἠδ̓ ἀπ̓ Ὀλύμπου ἀστράπτων ἔστειχε συνωχαδόν·
s-186 οἱ δὲ κεραυνοὶ ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες ταρφέες·
s-187 ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε καιομένη, λάκε δ̓ ἀμφὶ πυρὶ μεγάλ̓ ἄσπετος ὕλη.
s-188 ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα πόντος τ̓ ἀτρύγετος·
s-189 τοὺς δ̓ ἄμφεπε θερμὸς ἀυτμὴ Τιτῆνας χθονίους, φλὸξ δ̓ αἰθέρα δῖαν ἵκανεν ἄσπετος, ὄσσε δ̓ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
s-190 καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος·
s-191 τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει τῆς μὲν ἐρειπομένης, τοῦ δ̓ ὑψόθεν ἐξεριπόντος·
s-192 τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
s-193 σὺν δ̓ ἄνεμοι ἔνοσίν τε κονίην τ̓ ἐσφαράγιζον βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, κῆλα Διὸς μεγάλοιο, φέρον δ̓ ἰαχήν τ̓ ἐνοπήν τε ἐς μέσον ἀμφοτέρων·
s-194 ὄτοβος δ̓ ἄπλητος ὀρώρει σμερδαλέης ἔριδος, κάρτος δ̓ ἀνεφαίνετο ἔργων.
s-195 ἐκλίνθη δὲ μάχη·
s-196 πρὶν δ̓ ἀλλήλοις ἐπέχοντες ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
s-197 τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται·
s-198 ἀμφὶ δέ μιν νὺξ τριστοιχεὶ κέχυται περὶ δειρήν·
s-199 αὐτὰρ ὕπερθεν γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
s-200 ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.

Text viewDownload CoNNL-U