Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 101 - 200 of 166 • previous

s-101 δ̓ ἄρα πῦρ ἀνέκαἰ·
s-102 δ̓ ἔσσυτο πόσσ̓ ἁπαλοῖσι μητέῤ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
s-103 ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα ἀμφαγαπαζόμεναι·
s-104 τοῦ δ̓ οὐ μειλίσσετο θυμός·
s-105 χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
s-106 αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο δείματι παλλόμεναι, ἅμα δ̓ ἠοῖ φαινομένηφιν εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο, ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
s-107 αὐτὰρ γ̓ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν ἤνωγ̓ ἠυκόμῳ Δημήτερι πίονα νηὸν ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
s-108 δ̓ ἀέξετο δαίμονι ἶσος.
s-109 αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο, βάν ῥ̓ ἴμεν οἴκαδ̓ ἕκαστος·
s-110 αἰνότατον δ̓ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν ποίησ̓ ἀνθρώποις καὶ κύντατον·
s-111 πολλὰ δὲ καμπύλ̓ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
s-112 πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
s-113 Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι Δήμητῤ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
s-114 ὣς ἔφαθ̓·
s-115 Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
s-116 ὣς φάτο λισσομένη·
s-117 τῇ δ̓ οὐκ ἐπεπείθετο θυμός.
s-118 ἀλλ̓ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα θυμῷ χωομένης·
s-119 στερεῶς δ̓ ἠναίνετο μύθους.
s-120 οὐ μὲν γάρ ποτ̓ ἔφασκε θυώδεος Οὐλύμποιο πρίν γ̓ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν, πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
s-121 αὐτὰρ ἐπεὶ τό γ̓ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς, εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην, ὄφῤ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα μήτηρ ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
s-122 ἀγχοῦ δ̓ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
s-123 Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων, Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα μήτηρ ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς ἀθανάτοις λήξειεν·
s-124 ἐπεὶ μέγα μήδεται ἔργον, φθῖσαι φῦλ̓ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων, σπέρμ̓ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς ἀθανάτων·
s-125 ὣς φάτο·
s-126 ἐσσυμένως δ̓ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
s-127 ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
s-128 τῶν δ̓ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα, οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
s-129 ὣς φάτο·
s-130 αὐτὰρ γ̓ αὐτὸς ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ, ἀμφὶ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα αὖθι παῤ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
s-131 ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
s-132 τὼ δ̓ οὐκ ἀέκοντε πετέσθην.
s-133 ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν·
s-134 οὐδὲ θάλασσα οὔθ̓ ὕδωρ ποταμῶν οὔτ̓ ἄγκεα ποιήεντα ἵππων ἀθανάτων οὔτ̓ ἄκριες ἔσχεθον ὁρμήν, ἀλλ̓ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
s-135 στῆσε δ̓ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ, νηοῖο προπάροιθε θυώδεος·
s-136 δὲ ἰδοῦσα ἤιξ̓, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
s-137 τὴν δ̓ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·
s-138 τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
s-139 εὖτέ μοι Ἑρμῆς ἦλθ̓ ἐριούνιος ἄγγελος ὠκὺς πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων, ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς, αὐτίκ̓ ἐγὼν ἀνόρουσ̓ ὑπὸ χάρματος·
s-140 γαῖα δ̓ ἔνερθε χώρησεν·
s-141 τῇ δ̓ ἔκθοῤ ἄναξ κρατερὸς Πολυδέγμων·
s-142 βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι πόλλ̓ ἀεκαζομένην·
s-143 ἐβόησα δ̓ ἄῤ ὄρθια φωνῇ.
s-144 ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ̓ ἀγορεύω.
s-145 ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι πολλὰ μάλ̓ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον ἀμφαγαπαζόμεναι·
s-146 ἀχέων δ̓ ἀπεπαύετο θυμός.
s-147 τῇσιν δ̓ ἐγγύθεν ἦλθ̓ Ἑκάτη λιπαροκρήδεμνος·
s-148 πολλὰ δ̓ ἄῤ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
s-149 ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ̓ ἄνασσα.
s-150 ὣς ἔφατ̓·
s-151 οὐδ̓ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
s-152 ἔκευθε δ̓ ἄρα κρῖ λευκὸν μήδεσι Δήμητρος καλλισφύρου·
s-153 αὐτὰρ ἔπειτα μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν ἦρος ἀεξομένοιο, πέδῳ δ̓ ἄρα πίονες ὄγμοι βρισέμεν ἀσταχύων, τὰ δ̓ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
s-154 ἔνθ̓ ἐπέβη πρώτιστον ἀπ̓ αἰθέρος ἀτρυγέτοιο·
s-155 τὴν δ̓ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
s-156 ἑῷ δ̓ ἐπένευσε κάρητι.
s-157 ὣς ἔφατ̓.
s-158 οὐ δ̓ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·
s-159 αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
s-160 πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν ἔβρισ̓·
s-161 μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
s-162 ὃς δ̓ ἀτελὴς ἱερῶν ὅς τ̓ ἄμμορος, οὔποθ̓ ὁμοίων αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
s-163 ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ σεμναί τ̓ αἰδοῖαι τε·
s-164 αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
s-165 πρόφρονες ἀντ̓ ᾠδῆς βίοτον θυμήρἐ ὄπαζε.
s-166 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ̓ ἀοιδῆς.

Text viewDownload CoNNL-U