Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 2 - 101 of 166 • previousnext

s-2 τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·
s-3 κὦζ̓ ἥδιστ̓ ὀδμή, πᾶς τ̓ οὐρανὸς εὐρὺς ὕπερθεν γαῖά τε πᾶσ̓ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
s-4 δ̓ ἄρα θαμβήσασ̓ ὠρέξατο χερσὶν ἅμ̓ ἄμφω καλὸν ἄθυρμα λαβεῖν·
s-5 ἁρπάξας δ̓ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν ἦγ̓ ὀλοφυρομένην·
s-6 ἰάχησε δ̓ ἄῤ ὄρθια φωνῇ, κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
s-7 δὲ νόσφιν ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
s-8 τὴν δ̓ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
s-9 ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα αὐγάς τ̓ ἠελίου, ἔτι δ̓ ἤλπετο μητέρα κεδνὴν ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων, τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
s-10 ἤχησαν δ̓ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου φωνῇ ὑπ̓ ἀθανάτῃ·
s-11 τῆς δ̓ ἔκλυε πότνια μήτηρ.
s-12 ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ στρωφᾶτ̓ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα, οὐδέ ποτ̓ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο πάσσατ̓ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
s-13 πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε, τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
s-14 φωνῆς γὰρ ἤκουσ̓, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν, ὅστις ἔην·
s-15 σοὶ δ̓ ὦκα λέγω νημερτέα πάντα.
s-16 ὣς ἄῤ ἔφη Ἑκάτη·
s-17 ἠέλἰ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ ἔπει ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
s-18 κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν, τῆς ἀδινὴν ὄπ̓ ἄκουσα δἰ αἰθέρος ἀτρυγέτοιο ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
s-19 ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας, ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ οἴχεται ἠὲ θεῶν καὶ θνητῶν ἀνθρώπων.
s-20 ὣς φάτο·
s-21 τὴν δ̓ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
s-22 δὴ γὰρ μέγα σ̓ ἅζομαι ἠδ̓ ἐλεαίρω ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ·
s-23 δ̓ ὑπὸ ζόφον ἠερόεντα ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
s-24 ἀλλά, θεά, κατάπαυε μέγαν γόον·
s-25 οὐδέ τί σε χρὴ μὰψ αὔτως ἄπλητον ἔχειν χόλον·
s-26 ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο·
s-27 τοὶ δ̓ ὑπ̓ ὀμοκλῆς ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστ̓ οἰωνοί.
s-28 Τὴν δ̓ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
s-29 χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον ᾤχετ̓ ἐπ̓ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα εἶδος ἀμαλδύνουσα πολὺν χρόνον·
s-30 οὐδέ τις ἀνδρῶν εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, πρίν γ̓ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα, ὃς τότ̓ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
s-31 τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες ἐρχόμεναι μεθ̓ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός, τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι, Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ̓ ἐρόεσσα Καλλιθόη θ̓, τῶν προγενεστάτη ἦεν ἁπασῶν·
s-32 οὐδ̓ ἔγνον·
s-33 ἀγχοῦ δ̓ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
s-34 ὣς ἔφαν·
s-35 δ̓ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
s-36 τέκνα φίλ̓, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων, χαίρετ̓·
s-37 ἐγὼ δ̓ ὑμῖν μυθήσομαι·
s-38 Δωσὼ ἐμοί γ̓ ὄνομ̓ ἐστί·
s-39 τὸ γὰρ θέτο πότνια μήτηρ.
s-40 νῦν αὖτε Κρήτηθεν ἐπ̓ εὐρέα νῶτα θαλάσσης ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ̓ ἀέκουσαν ἀνάγκῃ ἄνδρες ληιστῆρες ἀπήγαγον.
s-41 οἳ μὲν ἔπειτα νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί, δεῖπνόν τ̓ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
s-42 ἀλλ̓ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·
s-43 λάθρη δ̓ ὁρμηθεῖσα δἰ ἠπείροιο μελαίνης φεύγου ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
s-44 ἐμὲ δ̓ αὖτ̓ οἰκτείρατε, κοῦραι.
s-45 καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων δεσπόσυνον καί κ̓ ἔργα διδασκήσαιμι γυναῖκας.
s-46 φῆ ῥα θεά·
s-47 τὴν δ̓ αὐτίκ̓ ἀμείβετο παρθένος ἀδμής, Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
s-48 μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ τέτλαμεν ἄνθρωποι·
s-49 δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
s-50 ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο, τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
s-51 τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν, ἀλλά σε δέξονται·
s-52 δὴ γὰρ θεοείκελός ἐσσι.
s-53 τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
s-54 τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
s-55 ὣς ἔφαθ̓·
s-56 δ̓ ἐπένευσε καρήατι·
s-57 ταὶ δὲ φαεινὰ πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
s-58 δὲ μάλ̓ ὦκα ἐλθούσας ἐκέλευε καλεῖν ἐπ̓ ἀπείρονι μισθῷ.
s-59 αἳ δ̓ ὥστ̓ ἔλαφοι πόρτιες εἴαρος ὥρῃ ἅλλοντ̓ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων ἤιξαν κοίλην κατ̓ ἀμαξιτόν·
s-60 ἀμφὶ δὲ χαῖται ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
s-61 τέτμον δ̓ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ κάλλιπον·
s-62 αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς ἡγεῦνθ̓·
s-63 δ̓ ἄῤ ὄπισθε φίλον τετιημένη ἦτορ στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη·
s-64 ἀμφὶ δὲ πέπλος κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
s-65 αἳ δὲ πὰρ αὐτὴν ἔδραμον·
s-66 τὴν δ̓ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
s-67 ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
s-68 δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
s-69 τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου πλήσασ̓·
s-70 δ̓ ἀνένευσ̓·
s-71 ἄνωγε δ̓ ἄῤ ἄλφι καὶ ὕδωρ δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
s-72 δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
s-73 δεξαμένη δ̓ ὁσίης ἕνεκεν πολυπότνια Δηώ τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
s-74 χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπ̓ ἔολπα τοκήων ἔμμεναι, ἀλλ̓ ἀγαθῶν·
s-75 ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ τέτλαμεν ἄνθρωποι·
s-76 ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
s-77 νῦν δ̓, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τ̓ ἐμοί περ.
s-78 παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
s-79 τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
s-80 τὴν δ̓ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
s-81 οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο, οἶδα δ̓ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
s-82 ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ χείρεσσ̓ ἀθανάτῃσι·
s-83 γεγήθει δὲ φρένα μήτηρ.
s-84 ὣς μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν Δημοφόωνθ̓, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα, ἔτρεφεν ἐν μεγάροις·
s-85 νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν λάθρα φίλων γονέων·
s-86 τοῖς δὲ μέγα θαῦμ̓ ἐτέτυκτο, ὡς προθαλὴς τελέθεσκε·
s-87 θεοῖσι γὰρ ἄντα ἐῴκει.
s-88 καί κέν μιν ποίησεν ἀγήρων τ̓ ἀθάνατόν τε, εἰ μὴ ἄῤ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα νύκτ̓ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο σκέψατο·
s-89 τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
s-90 ὣς φάτ̓ ὀδυρομένη·
s-91 τῆς δ̓ ἄιε δῖα θεάων.
s-92 ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ, ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
s-93 νῦν δ̓ οὐκ ἔσθ̓ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
s-94 τιμὴ δ̓ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
s-95 ὥρῃσιν δ̓ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν αἰὲν ἐν ἀλλήλοισιν συνάξουσ̓ ἤματα πάντα.
s-96 εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον ἀθανάτοις θνητοῖς τ̓ ὄνεαρ καὶ χάρμα τέτυκται.
s-97 ὄργια δ̓ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
s-98 περί τ̓ ἀμφί τε κάλλος ἄητο·
s-99 βῆ δὲ διὲκ μεγάρων·
s-100 μὲν ἔπειτα παῖδ̓ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
s-101 δ̓ ἄρα πῦρ ἀνέκαἰ·

Text viewDownload CoNNL-U