s-903
| ὃ δ̓ ἐς στρατὸν ᾤχετ̓ Ἀχαιῶν. |
s-904
| ἔλποντο δὲ νῆας Ἀχαιῶν αἱρήσειν, κτενέειν δὲ παῤ αὐτόθι πάντας ἀρίστους. |
s-905
| ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν· |
s-906
| Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· |
s-907
| Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο. |
s-908
| ἄλλῃ μὲν γὰρ ἔγωγ̓ οὐ δείδια χεῖρας ἀάπτους Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ· |
s-909
| ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί· |
s-910
| σφῶϊν δ̓ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν αὐτώ θ̓ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους· |
s-911
| τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ̓ ἀπὸ νηῶν ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει. |
s-912
| ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος ἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο, γυῖα δ̓ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν. |
s-913
| αὐτὸς δ̓ ὥς τ̓ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι, ὅς ῥά τ̓ ἀπ̓ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο, ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. |
s-914
| ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεῖ̓ ἔγνων ἀπιόντος· |
s-915
| καὶ δ̓ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι, μαιμώωσι δ̓ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε. |
s-916
| τὸν δ̓ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· |
s-917
| οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν ἔσσυμαι ἀμφοτέροισι· |
s-918
| μενοινώω δὲ καὶ οἶος Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι. |
s-919
| ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ· |
s-920
| τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς, οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ. |
s-921
| τῶν ῥ̓ ἅμα τ̓ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ. |
s-922
| τοὺς οἵ γ̓ εἰσορόωντες ὑπ̓ ὀφρύσι δάκρυα λεῖβον· |
s-923
| ἀλλ̓ ἐνοσίχθων ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. |
s-924
| τοὺς ὅ γ̓ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· |
s-925
| ὔμμιν ἔγωγε μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς· |
s-926
| εἰ δ̓ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο, νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι. |
s-927
| ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐ δ̓ ἠβαιόν· |
s-928
| νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν, οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν̓ αὐτάς. |
s-929
| ἀλλ̓ ἀκεώμεθα θᾶσσον· |
s-930
| ὑμεῖς δ̓ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. |
s-931
| οὐ δ̓ ἂν ἔγωγε ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη λυγρὸς ἐών· |
s-932
| ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. |
s-933
| ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον τῇδε μεθημοσύνῃ· |
s-934
| ἀλλ̓ ἐν φρεσὶ θέσθε ἕκαστος αἰδῶ καὶ νέμεσιν· |
s-935
| δὴ γὰρ μέγα νεῖκος ὄρωρεν. |
s-936
| Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα. |
s-937
| ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς. |
s-938
| ψαῦον δ̓ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν· |
s-939
| ἔγχεα δ̓ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν σειόμεν̓· |
s-940
| οἳ δ̓ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι. |
s-941
| ὃ δ̓ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται ἰσόπεδον, τότε δ̓ οὔ τι κυλίνδεται ἐσσύμενός περ· |
s-942
| ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν κτείνων· |
s-943
| ἀλλ̓ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι στῆ ῥα μάλ̓ ἐγχριμφθείς· |
s-944
| ὃ δὲ χασσάμενος πελεμίχθη. |
s-945
| ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· |
s-946
| οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες, ἀλλ̓ ὀΐω χάσσονται ὑπ̓ ἔγχεος, εἰ ἐτεόν με ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης. |
s-947
| ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. |
s-948
| Δηΐφοβος δ̓ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει Πριαμίδης, πρόσθεν δ̓ ἔχεν ἀσπίδα πάντοσ̓ ἐΐσην κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων. |
s-949
| τῆς δ̓ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· |
s-950
| Δηΐφοβος δὲ ἀσπίδα ταυρείην σχέθ̓ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ ἔγχος Μηριόναο δαΐφρονος· |
s-951
| αὐτὰρ ὅ γ̓ ἥρως ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ̓ αἰνῶς ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε. |
s-952
| βῆ δ̓ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο. |
s-953
| οἳ δ̓ ἄλλοι μάρναντο, βοὴ δ̓ ἄσβεστος ὀρώρει. |
s-954
| ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην· |
s-955
| αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ναῖε δὲ πὰρ Πριάμῳ· |
s-956
| ὃ δέ μιν τίεν ἶσα τέκεσσι. |
s-957
| τόν ῥ̓ υἱὸς Τελαμῶνος ὑπ̓ οὔατος ἔγχεϊ μακρῷ νύξ̓, ἐκ δ̓ ἔσπασεν ἔγχος· |
s-958
| ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. |
s-959
| Τεῦκρος δ̓ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι· |
s-960
| Ἕκτωρ δ̓ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ. |
s-961
| ἀλλ̓ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος τυτθόν· |
s-962
| δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχἐ ἐπ̓ αὐτῷ. |
s-963
| Ἕκτωρ δ̓ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο· |
s-964
| Αἴας δ̓ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ Ἕκτορος· |
s-965
| ἀλλ̓ οὔ πῃ χροὸς εἴσατο, πᾶς δ̓ ἄρα χαλκῷ σμερδαλέῳ κεκάλυφθ̓· |
s-966
| ὃ δ̓ ἄῤ ἀσπίδος ὀμφαλὸν οὖτα, ὦσε δέ μιν σθένεϊ μεγάλῳ· |
s-967
| ὃ δὲ χάσσατ̓ ὀπίσσω νεκρῶν ἀμφοτέρων, τοὺς δ̓ ἐξείρυσσαν Ἀχαιοί. |
s-968
| κεφαλὴν δ̓ ἁπαλῆς ἀπὸ δειρῆς κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο, ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δἰ ὁμίλου· |
s-969
| Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. |
s-970
| καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι, βῆ δ̓ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν. |
s-971
| Ἰδομενεὺς δ̓ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν ἐρχόμενος παῤ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο ἦλθε κατ̓ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ. |
s-972
| τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δ̓ ἰητροῖς ἐπιτείλας ἤϊεν ἐς κλισίην· |
s-973
| ἔτι γὰρ πολέμοιο μενοίνα ἀντιάαν· |
s-974
| Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; |
s-975
| πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν. |
s-976
| οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ εἴκων ἀνδύεται πόλεμον κακόν· |
s-977
| ἀλλά που οὕτω μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι νωνύμνους ἀπολέσθαι ἀπ̓ Ἄργεος ἐνθάδ̓ Ἀχαιούς. |
s-978
| τὼ νῦν μήτ̓ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. |
s-979
| τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Ποσειδάων ἐνοσίχθων· |
s-980
| Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν ἐκ Τροίης, ἀλλ̓ αὖθι κυνῶν μέλπηθρα γένοιτο, ὅς τις ἐπ̓ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι. |
s-981
| ἀλλ̓ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· |
s-982
| ταῦτα δ̓ ἅμα χρὴ σπεύδειν, αἴ κ̓ ὄφελός τι γενώμεθα καὶ δύ̓ ἐόντε. |
s-983
| συμφερτὴ δ̓ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, νῶϊ δὲ καί κ̓ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι. |
s-984
| Ἰδομενεὺς δ̓ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε, βῆ δ̓ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν ἀπ̓ αἰγλήεντος Ὀλύμπου δεικνὺς σῆμα βροτοῖσιν· |
s-985
| ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. |
s-986
| μετὰ γὰρ δόρυ χάλκεον ᾔει οἰσόμενος· |
s-987
| τὸν δὲ προσέφη σθένος Ἰδομενῆος· |
s-988
| οὐ δέ τοι αὐτὸς ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι. |
s-989
| τὸν δ̓ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· |
s-990
| τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος. |
s-991
| δούρατα δ̓ αἴ κ̓ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις ἑσταότ̓ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· |
s-992
| οὐ γὰρ ὀΐω ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν. |
s-993
| τώ μοι δούρατά τ̓ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες. |
s-994
| τὸν δ̓ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· |
s-995
| οὐ δὲ γὰρ οὐ δ̓ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς, ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο. |
s-996
| ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω. |
s-997
| οἶδ̓ ἀρετὴν οἷός ἐσσι· |
s-998
| τί σε χρὴ ταῦτα λέγεσθαι; |
s-999
| τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, οὐ δέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ̓ ἐν φρεσὶ θυμός, ἀλλὰ μετοκλάζει καὶ ἐπ̓ ἀμφοτέρους πόδας ἵζει, ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ̓ ὀδόντων· |
s-1000
| οὐ δέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο. |
s-1001
| ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος. |
s-1002
| τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε· |