s-803
| Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ νηῶν ἠμύνοντο· |
s-804
| θεοὶ δ̓ ἀκαχήατο θυμὸν πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν. |
s-805
| σὺν δ̓ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα. |
s-806
| δάμασσε δέ μιν μεμαῶτα· |
s-807
| αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν. |
s-808
| αὖτις δ̓ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δἰ ὁμίλου πλῆξ̓ αὐτοσχεδίην· |
s-809
| ὃ δ̓ ἄῤ ὕπτιος οὔδει ἐρείσθη· |
s-810
| αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. |
s-811
| ὄφῤ οἳ τοὺς ἐνάριζον ἀπ̓ ἔντεα μαρμαίροντα, τόφῤ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας, οἵ ῥ̓ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ. |
s-812
| δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· |
s-813
| νῦν αὖτ̓ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. |
s-814
| μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν. |
s-815
| ἄφαρ δ̓ ἀφέηκε πάρος φίλα οἰκί̓ ἱκέσθαι, οὐ δ̓ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν. |
s-816
| ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ̓ Ἀχαιοί, οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ̓ αὐτὰ κέλευθα· |
s-817
| πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν. |
s-818
| ὧδέ χ̓ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ εἰδείη τεράων καί οἱ πειθοίατο λαοί. |
s-819
| τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· |
s-820
| Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ̓ ἐμοὶ φίλα ταῦτ̓ ἀγορεύεις· |
s-821
| οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. |
s-822
| εἰ δ̓ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί, ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε· |
s-823
| ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. |
s-824
| τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα; |
s-825
| εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν̓ ἄλλον παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο, αὐτίκ̓ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις. |
s-826
| ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ̓ ἅμ̓ ἕποντο ἠχῇ θεσπεσίῃ· |
s-827
| ἐπὶ δὲ Ζεὺς τερπικέραυνος ὦρσεν ἀπ̓ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ἥ ῥ̓ ἰθὺς νηῶν κονίην φέρεν· |
s-828
| αὐτὰρ Ἀχαιῶν θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. |
s-829
| τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον. |
s-830
| κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις, στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄῤ Ἀχαιοὶ πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων. |
s-831
| τὰς οἵ γ̓ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν ῥήξειν· |
s-832
| οὐ δέ νύ πω Δαναοὶ χάζοντο κελεύθου, ἀλλ̓ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις βάλλον ἀπ̓ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας. |
s-833
| ἀμφοτέρω δ̓ Αἴαντε κελευτιόωντ̓ ἐπὶ πύργων πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν. |
s-834
| καὶ δ̓ αὐτοὶ τόδε που γιγνώσκετε. |
s-835
| ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν. |
s-836
| τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει. |
s-837
| ὥς ῥα τότ̓ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις. |
s-838
| ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ̓ ἀθανάτω τε ἔσσεσθ̓, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· |
s-839
| τὼ δ̓ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. |
s-840
| τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. |
s-841
| πάπτηνεν δ̓ ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν̓ ἴδοιτο ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι· |
s-842
| τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ̓ οὐρανὸν ἷκε, βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν καὶ πυλέων· |
s-843
| πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ̓ αὐτὰς ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν. |
s-844
| αἶψα δ̓ ἐπ̓ Αἴαντα προΐει κήρυκα Θοώτην· |
s-845
| ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. |
s-846
| ὣς ἔφατ̓, οὐ δ̓ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων, στῆ δὲ παῤ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα· |
s-847
| ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. |
s-848
| ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε μέγας Τελαμώνιος Αἴας. |
s-849
| αὐτίκ̓ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· |
s-850
| Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης, ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι· |
s-851
| αὐτὰρ ἐγὼ κεῖσ̓ εἶμι καὶ ἀντιόω πολέμοιο· |
s-852
| αἶψα δ̓ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω. |
s-853
| τοῖς δ̓ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα. |
s-854
| σὺν δ̓ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ̓ ἀϋτή. |
s-855
| ὃ δ̓ ἄῤ ὑψόθεν ἔμβαλ̓ ἀείρας, θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ̓ ὀστέ̓ ἄραξε πάντ̓ ἄμυδις κεφαλῆς· |
s-856
| ὃ δ̓ ἄῤ ἀρνευτῆρι ἐοικὼς κάππεσ̓ ἀφ̓ ὑψηλοῦ πύργου, λίπε δ̓ ὀστέα θυμός. |
s-857
| ἂψ δ̓ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ̓ ἐπέεσσι. |
s-858
| Σαρπήδοντι δ̓ ἄχος γένετο Γλαύκου ἀπιόντος αὐτίκ̓ ἐπεί τ̓ ἐνόησεν· |
s-859
| ὅμως δ̓ οὐ λήθετο χάρμης, ἀλλ̓ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας νύξ̓, ἐκ δ̓ ἔσπασεν ἔγχος· |
s-860
| ὃ δ̓ ἑσπόμενος πέσε δουρὶ πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ, Σαρπηδὼν δ̓ ἄῤ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ἕλχ̓, ἣ δ̓ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον. |
s-861
| ἀλλὰ Ζεὺς κῆρας ἄμυνε παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη· |
s-862
| Αἴας δ̓ ἀσπίδα νύξεν ἐπάλμενος, οὐ δὲ διὰ πρὸ ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα. |
s-863
| χώρησεν δ̓ ἄρα τυτθὸν ἐπάλξιος· |
s-864
| οὐ δ̓ ὅ γε πάμπαν χάζετ̓, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι. |
s-865
| κέκλετο δ̓ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν· |
s-866
| ὦ Λύκιοι τί τ̓ ἄῤ ὧδε μεθίετε θούριδος ἀλκῆς; |
s-867
| ἀλλ̓ ἐφομαρτεῖτε· |
s-868
| ὣς ἔφαθ̓, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα. |
s-869
| Ἀργεῖοι δ̓ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον· |
s-870
| οὔ τε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον, οὔτέ ποτ̓ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν. |
s-871
| ἀλλ̓ ὥς τ̓ ἀμφ̓ οὔροισι δύ̓ ἀνέρε δηριάασθον μέτῤ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ, ὥ τ̓ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης, ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· |
s-872
| οἳ δ̓ ὑπὲρ αὐτέων δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. |
s-873
| πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν ἐρράδατ̓ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν. |
s-874
| ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· |
s-875
| ὄρνυσθ̓ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ. |
s-876
| ὣς φάτ̓ ἐποτρύνων, οἳ δ̓ οὔασι πάντες ἄκουον, ἴθυσαν δ̓ ἐπὶ τεῖχος ἀολλέες· |
s-877
| οἳ μὲν ἔπειτα κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ̓ ἔχοντες, Ἕκτωρ δ̓ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν ὀξὺς ἔην· |
s-878
| τὸν δ̓ οὔ κε δύ̓ ἀνέρε δήμου ἀρίστω ῥηϊδίως ἐπ̓ ἄμαξαν ἀπ̓ οὔδεος ὀχλίσσειαν, οἷοι νῦν βροτοί εἰσ̓· |
s-879
| ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. |
s-880
| τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. |
s-881
| δοιοὶ δ̓ ἔντοσθεν ὀχῆες εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει. |
s-882
| στῆ δὲ μάλ̓ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, ῥῆξε δ̓ ἀπ̓ ἀμφοτέρους θαιρούς· |
s-883
| πέσε δὲ λίθος εἴσω βριθοσύνῃ, μέγα δ̓ ἀμφὶ πύλαι μύκον, οὐ δ̓ ἄῤ ὀχῆες ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη λᾶος ὑπὸ ῥιπῆς· |
s-884
| λάμπε δὲ χαλκῷ σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ δοῦῤ ἔχεν· |
s-885
| οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας νόσφι θεῶν ὅτ̓ ἐσᾶλτο πύλας· |
s-886
| πυρὶ δ̓ ὄσσε δεδήει. |
s-887
| κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ̓ ὅμιλον τεῖχος ὑπερβαίνειν· |
s-888
| τοὶ δ̓ ὀτρύνοντι πίθοντο. |
s-889
| αὐτίκα δ̓ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατ̓ αὐτὰς ποιητὰς ἐσέχυντο πύλας· |
s-890
| Δαναοὶ δὲ φόβηθεν νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ̓ ἀλίαστος ἐτύχθη. |
s-891
| ἐς Τροίην δ̓ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ· |
s-892
| οὐ γὰρ ὅ γ̓ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν ἐλθόντ̓ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν. |
s-893
| οὐ δ̓ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων· |
s-894
| καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε ὑψοῦ ἐπ̓ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης Θρηϊκίης· |
s-895
| ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη, φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν. |
s-896
| ἔνθ̓ ἄῤ ὅ γ̓ ἐξ ἁλὸς ἕζετ̓ ἰών, ἐλέαιρε δ̓ Ἀχαιοὺς Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. |
s-897
| αὐτίκα δ̓ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος κραιπνὰ ποσὶ προβιβάς· |
s-898
| ἄταλλε δὲ κήτἐ ὑπ̓ αὐτοῦ πάντοθεν ἐκ κευθμῶν, οὐ δ̓ ἠγνοίησεν ἄνακτα· |
s-899
| γηθοσύνῃ δὲ θάλασσα διίστατο· |
s-900
| τοὶ δὲ πέτοντο ῥίμφα μάλ̓, οὐ δ̓ ὑπένερθε διαίνετο χάλκεος ἄξων· |
s-901
| τὸν δ̓ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι. |
s-902
| ἔνθ̓ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων λύσας ἐξ ὀχέων, παρὰ δ̓ ἀμβρόσιον βάλεν εἶδαρ ἔδμεναι· |