s-704
| τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. |
s-705
| ἀλλ̓ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ̓ Ἀθήνη ἄγγελος ἦλθε θέουσ̓ ἀπ̓ Ὀλύμπου θωρήσσεσθαι ἔννυχος, οὐ δ̓ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν ἀλλὰ μάλ̓ ἐσσυμένους πολεμίζειν. |
s-706
| οὐ δέ με Νηλεὺς εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους· |
s-707
| οὐ γάρ πώ τί μ̓ ἔφη ἴδμεν πολεμήϊα ἔργα. |
s-708
| ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη. |
s-709
| ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες ἔνδιοι ἱκόμεσθ̓ ἱερὸν ῥόον Ἀλφειοῖο. |
s-710
| ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες· |
s-711
| ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος· |
s-712
| εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, συμφερόμεσθα μάχῃ Διί τ̓ εὐχόμενοι καὶ Ἀθήνῃ. |
s-713
| ἀλλ̓ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, Μούλιον αἰχμητήν· |
s-714
| τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, ἤριπε δ̓ ἐν κονίῃσιν· |
s-715
| ἐγὼ δ̓ ἐς δίφρον ὀρούσας στῆν ῥα μετὰ προμάχοισιν· |
s-716
| αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, πεντήκοντα δ̓ ἕλον δίφρους, δύο δ̓ ἀμφὶς ἕκαστον φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. |
s-717
| ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε· |
s-718
| τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο κτείνοντές τ̓ αὐτοὺς ἀνά τ̓ ἔντεα καλὰ λέγοντες, ὄφῤ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρης τ̓ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη κέκληται· |
s-719
| ἔνθ̓ ἄνδρα κτείνας πύματον λίπον· |
s-720
| αὐτὰρ Ἀχαιοὶ ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ̓ ἔχον ὠκέας ἵππους, πάντες δ̓ εὐχετόωντο θεῶν Διὶ Νέστορί τ̓ ἀνδρῶν. |
s-721
| αὐτὰρ Ἀχιλλεὺς οἶος τῆς ἀρετῆς ἀπονήσεται· |
s-722
| ἦ τέ μιν οἴω πολλὰ μετακλαύσεσθαι ἐπεί κ̓ ἀπὸ λαὸς ὄληται. |
s-723
| Πηλῆος δ̓ ἱκόμεσθα δόμους εὖ ναιετάοντας λαὸν ἀγείροντες κατ̓ Ἀχαιΐδα πουλυβότειραν. |
s-724
| γέρων δ̓ ἱππηλάτα Πηλεὺς πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ αὐλῆς ἐν χόρτῳ· |
s-725
| ἔχε δὲ χρύσειον ἄλεισον σπένδων αἴθοπα οἶνον ἐπ̓ αἰθομένοις ἱεροῖσι. |
s-726
| σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ̓ ἔπειτα στῆμεν ἐνὶ προθύροισι· |
s-727
| αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ̓ ἅμ̓ ἕπεσθαι· |
s-728
| σφὼ δὲ μάλ̓ ἠθέλετον, τὼ δ̓ ἄμφω πόλλ̓ ἐπέτελλον. |
s-729
| Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ̓ Ἀχιλῆϊ αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων· |
s-730
| τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, πρεσβύτερος δὲ σύ ἐσσι· |
s-731
| ἀλλ̓ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ̓ ὑποθέσθαι καί οἱ σημαίνειν· |
s-732
| ὃ δὲ πείσεται εἰς ἀγαθόν περ. |
s-733
| ὣς ἐπέτελλ̓ ὃ γέρων, σὺ δὲ λήθεαι· |
s-734
| ἀλλ̓ ἔτι καὶ νῦν ταῦτ̓ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται. |
s-735
| τίς δ̓ οἶδ̓ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις παρειπών; |
s-736
| ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. |
s-737
| καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δ̓ ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι· |
s-738
| ῥεῖα δέ κ̓ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. |
s-739
| ὣς φάτο, τῷ δ̓ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, βῆ δὲ θέειν παρὰ νῆας ἐπ̓ Αἰακίδην Ἀχιλῆα. |
s-740
| κατὰ δὲ νότιος ῥέεν ἱδρὼς ὤμων καὶ κεφαλῆς, ἀπὸ δ̓ ἕλκεος ἀργαλέοιο αἷμα μέλαν κελάρυζε· |
s-741
| νόος γε μὲν ἔμπεδος ἦεν. |
s-742
| τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, καί ῥ̓ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· |
s-743
| ἀλλ̓ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ̓ ἥρως, ἤ ῥ̓ ἔτι που σχήσουσι πελώριον Ἕκτοῤ Ἀχαιοί, ἦ ἤδη φθίσονται ὑπ̓ αὐτοῦ δουρὶ δαμέντες; |
s-744
| τὸν δ̓ αὖτ̓ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα· |
s-745
| οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε χερσὶν ὕπο Τρώων· |
s-746
| τῶν δὲ σθένος ὄρνυται αἰέν. |
s-747
| ἀλλ̓ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, μηροῦ δ̓ ἔκταμ̓ ὀϊστόν, ἀπ̓ αὐτοῦ δ̓ αἷμα κελαινὸν νίζ̓ ὕδατι λιαρῷ, ἐπὶ δ̓ ἤπια φάρμακα πάσσε ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. |
s-748
| ὃ δ̓ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. |
s-749
| τὸν δ̓ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός· |
s-750
| τί ῥέξομεν Εὐρύπυλ̓ ἥρως; |
s-751
| ἀλλ̓ οὐ δ̓ ὧς περ σεῖο μεθήσω τειρομένοιο. |
s-752
| ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν ἐς κλισίην· |
s-753
| θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας. |
s-754
| ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ ὀξὺ βέλος περιπευκές, ἀπ̓ αὐτοῦ δ̓ αἷμα κελαινὸν νίζ̓ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας ἔσχ̓ ὀδύνας· |
s-755
| τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ̓ αἷμα. |
s-756
| οὐ δ̓ ἄῤ ἔμελλε τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν· |
s-757
| θεῶν δ̓ ἀέκητι τέτυκτο ἀθανάτων· |
s-758
| τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν. |
s-759
| ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνἰ Ἀχιλλεὺς καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν. |
s-760
| τῶν πάντων ὁμόσε στόματ̓ ἔτραπε Φοῖβος Ἀπόλλων, ἐννῆμαρ δ̓ ἐς τεῖχος ἵει ῥόον· |
s-761
| ὗε δ̓ ἄρα Ζεὺς συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη. |
s-762
| αὐτὸς δ̓ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτ̓, ἐκ δ̓ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, λεῖα δ̓ ἐποίησεν παῤ ἀγάρροον Ἑλλήσποντον, αὖτις δ̓ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε τεῖχος ἀμαλδύνας· |
s-763
| ποταμοὺς δ̓ ἔτρεψε νέεσθαι κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ. |
s-764
| ὣς ἄῤ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων θησέμεναι· |
s-765
| τότε δ̓ ἀμφὶ μάχη ἐνοπή τε δεδήει τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων βαλλόμεν̓· |
s-766
| Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο· |
s-767
| οὐ δέ οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ̓ ἄκρῳ χείλει ἐφεσταότες· |
s-768
| κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν. |
s-769
| ἔνθ̓ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι. |
s-770
| δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· |
s-771
| εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετ̓ ἀρήγειν, ἦ τ̓ ἂν ἔγωγ̓ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι, νωνύμνους ἀπολέσθαι ἀπ̓ Ἄργεος ἐνθάδ̓ Ἀχαιούς· |
s-772
| εἰ δέ χ̓ ὑποστρέψωσι, παλίωξις δὲ γένηται ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ, οὐκέτ̓ ἔπειτ̓ ὀΐω οὐ δ̓ ἄγγελον ἀπονέεσθαι ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ̓ Ἀχαιῶν. |
s-773
| ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες Ἕκτορι πάντες ἑπώμεθ̓ ἀολλέες· |
s-774
| αὐτὰρ Ἀχαιοὶ οὐ μενέουσ̓ εἰ δή σφιν ὀλέθρου πείρατ̓ ἐφῆπται. |
s-775
| ὣς φάτο Πουλυδάμας, ἅδε δ̓ Ἕκτορι μῦθος ἀπήμων, αὐτίκα δ̓ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. |
s-776
| οὐ δὲ μὲν ἄλλοι Τρῶες ἐφ̓ ἵππων ἠγερέθοντο, ἀλλ̓ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον. |
s-777
| ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ̓ ἐπὶ τάφρῳ· |
s-778
| οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες πένταχα κοσμηθέντες ἅμ̓ ἡγεμόνεσσιν ἕποντο. |
s-779
| καί σφιν Κεβριόνης τρίτος εἵπετο· |
s-780
| πὰρ δ̓ ἄῤ ὄχεσφιν ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ. |
s-781
| Σαρπηδὼν δ̓ ἡγήσατ̓ ἀγακλειτῶν ἐπικούρων, πρὸς δ̓ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον· |
s-782
| οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι τῶν ἄλλων μετά γ̓ αὐτόν· |
s-783
| ὃ δ̓ ἔπρεπε καὶ διὰ πάντων. |
s-784
| οἳ δ̓ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι βάν ῥ̓ ἰθὺς Δαναῶν λελιημένοι, οὐ δ̓ ἔτ̓ ἔφαντο σχήσεσθ̓, ἀλλ̓ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. |
s-785
| ἔνθ̓ ἄλλοι Τρῶες τηλεκλειτοί τ̓ ἐπίκουροι βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο· |
s-786
| πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο. |
s-787
| εἴσατο γὰρ νηῶν ἐπ̓ ἀριστερά, τῇ περ Ἀχαιοὶ ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι· |
s-788
| τῇ ῥ̓ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ̓ ἅμ̓ ἕποντο ὀξέα κεκλήγοντες· |
s-789
| ἔφαντο γὰρ οὐκ ἔτ̓ Ἀχαιοὺς σχήσεσθ̓, ἀλλ̓ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι νήπιοι, ἐν δὲ πύλῃσι δύ̓ ἀνέρας εὗρον ἀρίστους υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην, τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. |
s-790
| οἳ δ̓ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας ὑψόσ̓ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην Ἀσιάδην τ̓ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε. |
s-791
| αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ̓ ἐν ὄρεσσιν ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα, δοχμώ τ̓ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται· |
s-792
| ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς ἄντην βαλλομένων· |
s-793
| μάλα γὰρ κρατερῶς ἐμάχοντο λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν. |
s-794
| οἳ δ̓ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων βάλλον ἀμυνόμενοι σφῶν τ̓ αὐτῶν καὶ κλισιάων νηῶν τ̓ ὠκυπόρων· |
s-795
| κόρυθες δ̓ ἀμφ̓ αὖον ἀΰτευν βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι. |
s-796
| δή ῥα τότ̓ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα· |
s-797
| Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο πάγχυ μάλ̓· |
s-798
| οὐ γὰρ ἔγωγ̓ ἐφάμην ἥρωας Ἀχαιοὺς σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους. |
s-799
| ὣς ἔφατ̓, οὐ δὲ Διὸς πεῖθε φρένα ταῦτ̓ ἀγορεύων· |
s-800
| Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι. |
s-801
| ἄλλοι δ̓ ἀμφ̓ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν· |
s-802
| πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον· |
s-803
| Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ νηῶν ἠμύνοντο· |