Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 703 - 802 of 6003 • previousnext

s-703 μετὰ δέ σφι Μολίονε θωρήσσοντο παῖδ̓ ἔτ̓ ἐόντ̓, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
s-704 τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
s-705 ἀλλ̓ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ̓ Ἀθήνη ἄγγελος ἦλθε θέουσ̓ ἀπ̓ Ὀλύμπου θωρήσσεσθαι ἔννυχος, οὐ δ̓ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν ἀλλὰ μάλ̓ ἐσσυμένους πολεμίζειν.
s-706 οὐ δέ με Νηλεὺς εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
s-707 οὐ γάρ πώ τί μ̓ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
s-708 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
s-709 ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες ἔνδιοι ἱκόμεσθ̓ ἱερὸν ῥόον Ἀλφειοῖο.
s-710 ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·
s-711 ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
s-712 εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, συμφερόμεσθα μάχῃ Διί τ̓ εὐχόμενοι καὶ Ἀθήνῃ.
s-713 ἀλλ̓ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, Μούλιον αἰχμητήν·
s-714 τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, ἤριπε δ̓ ἐν κονίῃσιν·
s-715 ἐγὼ δ̓ ἐς δίφρον ὀρούσας στῆν ῥα μετὰ προμάχοισιν·
s-716 αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, πεντήκοντα δ̓ ἕλον δίφρους, δύο δ̓ ἀμφὶς ἕκαστον φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
s-717 ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·
s-718 τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο κτείνοντές τ̓ αὐτοὺς ἀνά τ̓ ἔντεα καλὰ λέγοντες, ὄφῤ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρης τ̓ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη κέκληται·
s-719 ἔνθ̓ ἄνδρα κτείνας πύματον λίπον·
s-720 αὐτὰρ Ἀχαιοὶ ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ̓ ἔχον ὠκέας ἵππους, πάντες δ̓ εὐχετόωντο θεῶν Διὶ Νέστορί τ̓ ἀνδρῶν.
s-721 αὐτὰρ Ἀχιλλεὺς οἶος τῆς ἀρετῆς ἀπονήσεται·
s-722 τέ μιν οἴω πολλὰ μετακλαύσεσθαι ἐπεί κ̓ ἀπὸ λαὸς ὄληται.
s-723 Πηλῆος δ̓ ἱκόμεσθα δόμους εὖ ναιετάοντας λαὸν ἀγείροντες κατ̓ Ἀχαιΐδα πουλυβότειραν.
s-724 γέρων δ̓ ἱππηλάτα Πηλεὺς πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ αὐλῆς ἐν χόρτῳ·
s-725 ἔχε δὲ χρύσειον ἄλεισον σπένδων αἴθοπα οἶνον ἐπ̓ αἰθομένοις ἱεροῖσι.
s-726 σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ̓ ἔπειτα στῆμεν ἐνὶ προθύροισι·
s-727 αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ̓ ἅμ̓ ἕπεσθαι·
s-728 σφὼ δὲ μάλ̓ ἠθέλετον, τὼ δ̓ ἄμφω πόλλ̓ ἐπέτελλον.
s-729 Πηλεὺς μὲν παιδὶ γέρων ἐπέτελλ̓ Ἀχιλῆϊ αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
s-730 τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, πρεσβύτερος δὲ σύ ἐσσι·
s-731 ἀλλ̓ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ̓ ὑποθέσθαι καί οἱ σημαίνειν·
s-732 δὲ πείσεται εἰς ἀγαθόν περ.
s-733 ὣς ἐπέτελλ̓ γέρων, σὺ δὲ λήθεαι·
s-734 ἀλλ̓ ἔτι καὶ νῦν ταῦτ̓ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
s-735 τίς δ̓ οἶδ̓ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις παρειπών;
s-736 ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
s-737 καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δ̓ ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι·
s-738 ῥεῖα δέ κ̓ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
s-739 ὣς φάτο, τῷ δ̓ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, βῆ δὲ θέειν παρὰ νῆας ἐπ̓ Αἰακίδην Ἀχιλῆα.
s-740 κατὰ δὲ νότιος ῥέεν ἱδρὼς ὤμων καὶ κεφαλῆς, ἀπὸ δ̓ ἕλκεος ἀργαλέοιο αἷμα μέλαν κελάρυζε·
s-741 νόος γε μὲν ἔμπεδος ἦεν.
s-742 τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, καί ῥ̓ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
s-743 ἀλλ̓ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ̓ ἥρως, ῥ̓ ἔτι που σχήσουσι πελώριον Ἕκτοῤ Ἀχαιοί, ἤδη φθίσονται ὑπ̓ αὐτοῦ δουρὶ δαμέντες;
s-744 τὸν δ̓ αὖτ̓ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
s-745 οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε χερσὶν ὕπο Τρώων·
s-746 τῶν δὲ σθένος ὄρνυται αἰέν.
s-747 ἀλλ̓ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, μηροῦ δ̓ ἔκταμ̓ ὀϊστόν, ἀπ̓ αὐτοῦ δ̓ αἷμα κελαινὸν νίζ̓ ὕδατι λιαρῷ, ἐπὶ δ̓ ἤπια φάρμακα πάσσε ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
s-748 δ̓ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
s-749 τὸν δ̓ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
s-750 τί ῥέξομεν Εὐρύπυλ̓ ἥρως;
s-751 ἀλλ̓ οὐ δ̓ ὧς περ σεῖο μεθήσω τειρομένοιο.
s-752 , καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν ἐς κλισίην·
s-753 θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
s-754 ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ ὀξὺ βέλος περιπευκές, ἀπ̓ αὐτοῦ δ̓ αἷμα κελαινὸν νίζ̓ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν χερσὶ διατρίψας ὀδυνήφατον, οἱ ἁπάσας ἔσχ̓ ὀδύνας·
s-755 τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ̓ αἷμα.
s-756 οὐ δ̓ ἄῤ ἔμελλε τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν·
s-757 θεῶν δ̓ ἀέκητι τέτυκτο ἀθανάτων·
s-758 τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
s-759 ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνἰ Ἀχιλλεὺς καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
s-760 τῶν πάντων ὁμόσε στόματ̓ ἔτραπε Φοῖβος Ἀπόλλων, ἐννῆμαρ δ̓ ἐς τεῖχος ἵει ῥόον·
s-761 ὗε δ̓ ἄρα Ζεὺς συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
s-762 αὐτὸς δ̓ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτ̓, ἐκ δ̓ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, λεῖα δ̓ ἐποίησεν παῤ ἀγάρροον Ἑλλήσποντον, αὖτις δ̓ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε τεῖχος ἀμαλδύνας·
s-763 ποταμοὺς δ̓ ἔτρεψε νέεσθαι κὰρ ῥόον, περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
s-764 ὣς ἄῤ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων θησέμεναι·
s-765 τότε δ̓ ἀμφὶ μάχη ἐνοπή τε δεδήει τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων βαλλόμεν̓·
s-766 Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
s-767 οὐ δέ οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ̓ ἄκρῳ χείλει ἐφεσταότες·
s-768 κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
s-769 ἔνθ̓ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
s-770 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
s-771 εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετ̓ ἀρήγειν, τ̓ ἂν ἔγωγ̓ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι, νωνύμνους ἀπολέσθαι ἀπ̓ Ἄργεος ἐνθάδ̓ Ἀχαιούς·
s-772 εἰ δέ χ̓ ὑποστρέψωσι, παλίωξις δὲ γένηται ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ, οὐκέτ̓ ἔπειτ̓ ὀΐω οὐ δ̓ ἄγγελον ἀπονέεσθαι ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ̓ Ἀχαιῶν.
s-773 ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες Ἕκτορι πάντες ἑπώμεθ̓ ἀολλέες·
s-774 αὐτὰρ Ἀχαιοὶ οὐ μενέουσ̓ εἰ δή σφιν ὀλέθρου πείρατ̓ ἐφῆπται.
s-775 ὣς φάτο Πουλυδάμας, ἅδε δ̓ Ἕκτορι μῦθος ἀπήμων, αὐτίκα δ̓ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
s-776 οὐ δὲ μὲν ἄλλοι Τρῶες ἐφ̓ ἵππων ἠγερέθοντο, ἀλλ̓ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
s-777 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ̓ ἐπὶ τάφρῳ·
s-778 οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες πένταχα κοσμηθέντες ἅμ̓ ἡγεμόνεσσιν ἕποντο.
s-779 καί σφιν Κεβριόνης τρίτος εἵπετο·
s-780 πὰρ δ̓ ἄῤ ὄχεσφιν ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
s-781 Σαρπηδὼν δ̓ ἡγήσατ̓ ἀγακλειτῶν ἐπικούρων, πρὸς δ̓ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
s-782 οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι τῶν ἄλλων μετά γ̓ αὐτόν·
s-783 δ̓ ἔπρεπε καὶ διὰ πάντων.
s-784 οἳ δ̓ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι βάν ῥ̓ ἰθὺς Δαναῶν λελιημένοι, οὐ δ̓ ἔτ̓ ἔφαντο σχήσεσθ̓, ἀλλ̓ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
s-785 ἔνθ̓ ἄλλοι Τρῶες τηλεκλειτοί τ̓ ἐπίκουροι βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
s-786 πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
s-787 εἴσατο γὰρ νηῶν ἐπ̓ ἀριστερά, τῇ περ Ἀχαιοὶ ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
s-788 τῇ ῥ̓ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ̓ ἅμ̓ ἕποντο ὀξέα κεκλήγοντες·
s-789 ἔφαντο γὰρ οὐκ ἔτ̓ Ἀχαιοὺς σχήσεσθ̓, ἀλλ̓ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι νήπιοι, ἐν δὲ πύλῃσι δύ̓ ἀνέρας εὗρον ἀρίστους υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην, τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
s-790 οἳ δ̓ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας ὑψόσ̓ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην Ἀσιάδην τ̓ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
s-791 αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ̓ ἐν ὄρεσσιν ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα, δοχμώ τ̓ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων γίγνεται εἰς κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
s-792 ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς ἄντην βαλλομένων·
s-793 μάλα γὰρ κρατερῶς ἐμάχοντο λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
s-794 οἳ δ̓ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων βάλλον ἀμυνόμενοι σφῶν τ̓ αὐτῶν καὶ κλισιάων νηῶν τ̓ ὠκυπόρων·
s-795 κόρυθες δ̓ ἀμφ̓ αὖον ἀΰτευν βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
s-796 δή ῥα τότ̓ ᾤμωξεν καὶ πεπλήγετο μηρὼ Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
s-797 Ζεῦ πάτερ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο πάγχυ μάλ̓·
s-798 οὐ γὰρ ἔγωγ̓ ἐφάμην ἥρωας Ἀχαιοὺς σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
s-799 ὣς ἔφατ̓, οὐ δὲ Διὸς πεῖθε φρένα ταῦτ̓ ἀγορεύων·
s-800 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
s-801 ἄλλοι δ̓ ἀμφ̓ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
s-802 πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον·

Text viewDownload CoNNL-U