s-603
| ὀχθήσας δ̓ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· |
s-604
| ὤ μοι ἐγὼ τί πάθω; |
s-605
| τοὺς δ̓ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων. |
s-606
| ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; |
s-607
| εἷος ὃ ταῦθ̓ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, τόφρα δ̓ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων, ἔλσαν δ̓ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες. |
s-608
| ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί, αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε. |
s-609
| Χερσιδάμαντα δ̓ ἔπειτα καθ̓ ἵππων ἀΐξαντα δουρὶ κατὰ πρότμησιν ὑπ̓ ἀσπίδος ὀμφαλοέσσης νύξεν· |
s-610
| ὃ δ̓ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. |
s-611
| ὣς εἰπὼν οὔτησε κατ̓ ἀσπίδα πάντοσ̓ ἐΐσην. |
s-612
| διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, πάντα δ̓ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐ δ̓ ἔτ̓ ἔασε Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός. |
s-613
| γνῶ δ̓ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν, ἂψ δ̓ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· |
s-614
| ἆ δείλ̓ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. |
s-615
| ἤτοι μέν ῥ̓ ἔμ̓ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι· |
s-616
| ἦ, καὶ ὃ μὲν φύγαδ̓ αὖτις ὑποστρέψας ἐβεβήκει, τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, δούπησεν δὲ πεσών· |
s-617
| ἆ δείλ̓ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ̓ οἰωνοὶ ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες. |
s-618
| αὐτὰρ ἔμ̓, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί. |
s-619
| ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης· |
s-620
| αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. |
s-621
| Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ̓ Ὀδυσῆος κεκλόμενοι καθ̓ ὅμιλον ἐπ̓ αὐτῷ πάντες ἔβησαν. |
s-622
| αὐτὰρ ὅ γ̓ ἐξοπίσω ἀνεχάζετο, αὖε δ̓ ἑταίρους. |
s-623
| τρὶς μὲν ἔπειτ̓ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, τρὶς δ̓ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος. |
s-624
| ἀλλ̓ ἴομεν καθ̓ ὅμιλον· |
s-625
| εὗρον ἔπειτ̓ Ὀδυσῆα Διῒ φίλον· |
s-626
| αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν ἐν νέμεϊ σκιερῷ· |
s-627
| ἐπί τε λῖν ἤγαγε δαίμων σίντην· |
s-628
| θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει· |
s-629
| Αἴας δ̓ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, στῆ δὲ παρέξ· |
s-630
| Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος. |
s-631
| ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ̓ ὁμίλου χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους. |
s-632
| οὐ δέ πω Ἕκτωρ πεύθετ̓, ἐπεί ῥα μάχης ἐπ̓ ἀριστερὰ μάρνατο πάσης ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ̓ ἄσβεστος ὀρώρει Νέστορά τ̓ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα. |
s-633
| Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων ἔγχεΐ θ̓ ἱπποσύνῃ τε, νέων δ̓ ἀλάπαζε φάλαγγας· |
s-634
| τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν. |
s-635
| αὐτίκα δ̓ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον· |
s-636
| ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. |
s-637
| μάστιξεν δ̓ ἵππους, τὼ δ̓ οὐκ ἀέκοντε πετέσθην νῆας ἔπι γλαφυράς· |
s-638
| Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν· |
s-639
| Ἕκτορ νῶϊ μὲν ἐνθάδ̓ ὁμιλέομεν Δαναοῖσιν ἐσχατιῇ πολέμοιο δυσηχέος· |
s-640
| Αἴας δὲ κλονέει Τελαμώνιος· |
s-641
| εὖ δέ μιν ἔγνων· |
s-642
| εὐρὺ γὰρ ἀμφ̓ ὤμοισιν ἔχει σάκος· |
s-643
| ἀλλὰ καὶ ἡμεῖς κεῖσ̓ ἵππους τε καὶ ἅρμ̓ ἰθύνομεν, ἔνθα μάλιστα ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες ἀλλήλους ὀλέκουσι, βοὴ δ̓ ἄσβεστος ὄρωρεν. |
s-644
| ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους μάστιγι λιγυρῇ· |
s-645
| τοὶ δὲ πληγῆς ἀΐοντες ῥίμφ̓ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς στείβοντες νέκυάς τε καὶ ἀσπίδας· |
s-646
| ὃ δὲ ἵετο δῦναι ὅμιλον ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· |
s-647
| ἐν δὲ κυδοιμὸν ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός. |
s-648
| αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ἔγχεΐ τ̓ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, Αἴαντος δ̓ ἀλέεινε μάχην Τελαμωνιάδαο. |
s-649
| Ζεὺς δὲ πατὴρ Αἴανθ̓ ὑψίζυγος ἐν φόβον ὦρσε· |
s-650
| ὣς Αἴας τότ̓ ἀπὸ Τρώων τετιημένος ἦτορ ἤϊε πόλλ̓ ἀέκων· |
s-651
| περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. |
s-652
| Αἴας δ̓ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας Τρώων ἱπποδάμων· |
s-653
| ὁτὲ δὲ τρωπάσκετο φεύγειν. |
s-654
| πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ ἱστάμενος· |
s-655
| τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. |
s-656
| τὸν δ̓ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς τεύχἐ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον ἕλκετ̓ ἐπ̓ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ δεξιόν· |
s-657
| ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν. |
s-658
| ἂψ δ̓ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆῤ ἀλεείνων, ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· |
s-659
| ὣς ἔφατ̓ Εὐρύπυλος βεβλημένος· |
s-660
| οἳ δὲ παῤ αὐτὸν πλησίοι ἔστησαν σάκἐ ὤμοισι κλίναντες δούρατ̓ ἀνασχόμενοι· |
s-661
| τῶν δ̓ ἀντίος ἤλυθεν Αἴας. |
s-662
| στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. |
s-663
| ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· |
s-664
| τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· |
s-665
| ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. |
s-666
| ὃ δὲ κλισίηθεν ἀκούσας ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ̓ ἄρα οἱ πέλεν ἀρχή. |
s-667
| τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός· |
s-668
| τίπτέ με κικλήσκεις Ἀχιλεῦ; |
s-669
| τὸν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
s-670
| δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ νῦν ὀΐω περὶ γούνατ̓ ἐμὰ στήσεσθαι Ἀχαιοὺς λισσομένους· |
s-671
| χρειὼ γὰρ ἱκάνεται οὐκέτ̓ ἀνεκτός. |
s-672
| ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι. |
s-673
| ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ̓ ἑταίρῳ, βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν. |
s-674
| οἳ δ̓ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, αὐτοὶ μέν ῥ̓ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, ἵππους δ̓ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος ἐξ ὀχέων· |
s-675
| τοὶ δ̓ ἱδρῶ ἀπεψύχοντο χιτώνων στάντε ποτὶ πνοιὴν παρὰ θῖν̓ ἁλός· |
s-676
| αὐτὰρ ἔπειτα ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον. |
s-677
| οὔατα δ̓ αὐτοῦ τέσσαῤ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, δύω δ̓ ὑπὸ πυθμένες ἦσαν. |
s-678
| ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν οἴνῳ Πραμνείῳ, ἐπὶ δ̓ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ, ἐπὶ δ̓ ἄλφιτα λευκὰ πάλυνε, πινέμεναι δ̓ ἐκέλευσεν, ἐπεί ῥ̓ ὥπλισσε κυκειῶ. |
s-679
| τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ, ἐς δ̓ ἄγε χειρὸς ἑλών, κατὰ δ̓ ἑδριάασθαι ἄνωγε. |
s-680
| νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ̓ Ἀχιλῆϊ. |
s-681
| τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο. |
s-682
| τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
s-683
| τίπτε τὰρ ὧδ̓ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, ὅσσοι δὴ βέλεσιν βεβλήαται; |
s-684
| οὐ δέ τι οἶδε πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· |
s-685
| οἳ γὰρ ἄριστοι ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. |
s-686
| βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ· |
s-687
| τοῦτον δ̓ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο ἰῷ ἀπὸ νευρῆς βεβλημένον. |
s-688
| αὐτὰρ Ἀχιλλεὺς ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐ δ̓ ἐλεαίρει. |
s-689
| ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, αὐτοί τε κτεινώμεθ̓ ἐπισχερώ; |
s-690
| οὐ γὰρ ἐμὴ ἲς ἔσθ̓ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. |
s-691
| ὃ δ̓ ἀμύνων ᾗσι βόεσσιν ἔβλητ̓ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, κὰδ δ̓ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. |
s-692
| καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω ἐννύχιοι προτὶ ἄστυ· |
s-693
| γεγήθει δὲ φρένα Νηλεύς, οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι. |
s-694
| κήρυκες δ̓ ἐλίγαινον ἅμ̓ ἠοῖ φαινομένηφι τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ̓ ἐν Ἤλιδι δίῃ· |
s-695
| πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν· |
s-696
| τῶν οἶος λιπόμην, οἳ δ̓ ἄλλοι πάντες ὄλοντο. |
s-697
| ταῦθ̓ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. |
s-698
| ἐκ δ̓ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ̓ οἰῶν εἵλετο κρινάμενος τριηκόσἰ ἠδὲ νομῆας. |
s-699
| περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι· |
s-700
| τοὺς δ̓ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας κάσχεθε, τὸν δ̓ ἐλατῆῤ ἀφίει ἀκαχήμενον ἵππων. |
s-701
| τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων ἐξέλετ̓ ἄσπετα πολλά· |
s-702
| ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ ἕρδομεν ἱρὰ θεοῖς· |