s-503
| τὼ δ̓ αὖτ̓ ἐκ δίφρου γουναζέσθην· |
s-504
| ζώγρει Ἀτρέος υἱέ, σὺ δ̓ ἄξια δέξαι ἄποινα· |
s-505
| ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα μειλιχίοις ἐπέεσσιν· |
s-506
| ἀμείλικτον δ̓ ὄπ̓ ἄκουσαν· |
s-507
| εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, ὅς ποτ̓ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ αὖθι κατακτεῖναι μη δ̓ ἐξέμεν ἂψ ἐς Ἀχαιούς, νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην. |
s-508
| ἦ, καὶ Πείσανδρον μὲν ἀφ̓ ἵππων ὦσε χαμᾶζε δουρὶ βαλὼν πρὸς στῆθος· |
s-509
| ὃ δ̓ ὕπτιος οὔδει ἐρείσθη. |
s-510
| τοὺς μὲν ἔασ̓· |
s-511
| ὑπὸ δέ σφισιν ὦρτο κονίη ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων χαλκῷ δηϊόωντες· |
s-512
| ἀτὰρ κρείων Ἀγαμέμνων αἰὲν ἀποκτείνων ἕπετ̓ Ἀργείοισι κελεύων. |
s-513
| ὣς ἄῤ ὑπ̓ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα Τρώων φευγόντων, πολλοὶ δ̓ ἐριαύχενες ἵπποι κείν̓ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας ἡνιόχους ποθέοντες ἀμύμονας· |
s-514
| Ἕκτορα δ̓ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης ἔκ τ̓ ἀνδροκτασίης ἔκ θ̓ αἵματος ἔκ τε κυδοιμοῦ· |
s-515
| Ἀτρεΐδης δ̓ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. |
s-516
| οἳ δὲ παῤ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο μέσσον κὰπ πεδίον παῤ ἐρινεὸν ἐσσεύοντο ἱέμενοι πόλιος· |
s-517
| ἀλλ̓ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, ἔνθ̓ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. |
s-518
| τῇ δέ τ̓ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος· |
s-519
| τῆς δ̓ ἐξ αὐχέν̓ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι πρῶτον, ἔπειτα δέ θ̓ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει· |
s-520
| ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· |
s-521
| οἳ δ̓ ἐφέβοντο. |
s-522
| πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων Ἀτρεΐδεω ὑπὸ χερσί· |
s-523
| περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. |
s-524
| ἀλλ̓ ὅτε δὴ τάχ̓ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης οὐρανόθεν καταβάς· |
s-525
| ἔχε δ̓ ἀστεροπὴν μετὰ χερσίν. |
s-526
| Ἶριν δ̓ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· |
s-527
| βάσκ̓ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες· |
s-528
| αὐτὰρ ἐπεί κ̓ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται δύῃ τ̓ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. |
s-529
| ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, βῆ δὲ κατ̓ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. |
s-530
| ἀγχοῦ δ̓ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· |
s-531
| αὐτὰρ ἐπεί κ̓ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι δύῃ τ̓ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. |
s-532
| ἀρτύνθη δὲ μάχη, στὰν δ̓ ἀντίοι· |
s-533
| ἐν δ̓ Ἀγαμέμνων πρῶτος ὄρουσ̓, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων. |
s-534
| ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ̓ ἔχουσαι ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. |
s-535
| αὐτὰρ ἐπεί ῥ̓ ἥβης ἐρικυδέος ἵκετο μέτρον, αὐτοῦ μιν κατέρυκε, δίδου δ̓ ὅ γε θυγατέρα ἥν· |
s-536
| γήμας δ̓ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ̓ Ἀχαιῶν σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο. |
s-537
| ὅς ῥα τότ̓ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν. |
s-538
| τὸν δ̓ ἄορι πλῆξ̓ αὐχένα, λῦσε δὲ γυῖα. |
s-539
| ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δ̓ ἔδωκε· |
s-540
| πρῶθ̓ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλἰ ὑπέστη αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο. |
s-541
| δὴ τότε γ̓ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε, βῆ δὲ φέρων ἀν̓ ὅμιλον Ἀχαιῶν τεύχεα καλά. |
s-542
| τὸν δ̓ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. |
s-543
| στῆ δ̓ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. |
s-544
| ῥίγησέν τ̓ ἄῤ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
s-545
| ἀλλ̓ οὐ δ̓ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, ἀλλ̓ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος. |
s-546
| τοῖο δ̓ ἐπ̓ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς. |
s-547
| ἔνθ̓ Ἀντήνορος υἷες ὑπ̓ Ἀτρεΐδῃ βασιλῆϊ πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω. |
s-548
| αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ̓ αἷμα, ὀξεῖαι δ̓ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. |
s-549
| ἐς δίφρον δ̓ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· |
s-550
| ἤχθετο γὰρ κῆρ. |
s-551
| ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· |
s-552
| ὣς ἔφαθ̓, ἡνίοχος δ̓ ἵμασεν καλλίτριχας ἵππους νῆας ἔπι γλαφυράς· |
s-553
| τὼ δ̓ οὐκ ἀέκοντε πετέσθην· |
s-554
| ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. |
s-555
| Ἕκτωρ δ̓ ὡς ἐνόησ̓ Ἀγαμέμνονα νόσφι κιόντα Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· |
s-556
| οἴχετ̓ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγ̓ εὖχος ἔδωκε Ζεὺς Κρονίδης· |
s-557
| ἀλλ̓ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους ἰφθίμων Δαναῶν, ἵν̓ ὑπέρτερον εὖχος ἄρησθε. |
s-558
| ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. |
s-559
| αὐτὸς δ̓ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, ἐν δ̓ ἔπεσ̓ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. |
s-560
| ὣς ἄρα πυκνὰ καρήαθ̓ ὑφ̓ Ἕκτορι δάμνατο λαῶν. |
s-561
| Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; |
s-562
| τὸν δ̓ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· |
s-563
| ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· |
s-564
| ἦ καὶ Θυμβραῖον μὲν ἀφ̓ ἵππων ὦσε χαμᾶζε δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· |
s-565
| τοὺς μὲν ἔπειτ̓ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν· |
s-566
| ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· |
s-567
| αὐτὰρ Ἀχαιοὶ ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον. |
s-568
| τὼ δέ οἱ οὔ τι πειθέσθην· |
s-569
| κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. |
s-570
| Ἱππόδαμον δ̓ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν. |
s-571
| ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων ἐξ Ἴδης καθορῶν· |
s-572
| τοὶ δ̓ ἀλλήλους ἐνάριζον. |
s-573
| ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ Παιονίδην ἥρωα κατ̓ ἰσχίον· |
s-574
| τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ̓ ἔχεν, αὐτὰρ ὃ πεζὸς θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. |
s-575
| Ἕκτωρ δ̓ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ̓ ἐπ̓ αὐτοὺς κεκλήγων· |
s-576
| ἅμα δὲ Τρώων εἵποντο φάλαγγες. |
s-577
| ἀλλ̓ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. |
s-578
| ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος καὶ βάλεν, οὐ δ̓ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, ἄκρην κὰκ κόρυθα· |
s-579
| πλάγχθη δ̓ ἀπὸ χαλκόφι χαλκός, οὐ δ̓ ἵκετο χρόα καλόν· |
s-580
| ἐρύκακε γὰρ τρυφάλεια τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων. |
s-581
| Ἕκτωρ δ̓ ὦκ̓ ἀπέλεθρον ἀνέδραμε, μίκτο δ̓ ὁμίλῳ, στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ γαίης· |
s-582
| ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν. |
s-583
| ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ̓ ἐρωὴν τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης τόφῤ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας ἐξέλασ̓ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. |
s-584
| δουρὶ δ̓ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· |
s-585
| ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· |
s-586
| ἦ τέ τοι ἄγχι ἦλθε κακόν· |
s-587
| νῦν αὖτέ σ̓ ἐρύσατο Φοῖβος Ἀπόλλων ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. |
s-588
| ἦ θήν σ̓ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. |
s-589
| νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. |
s-590
| ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. |
s-591
| διὰ δ̓ ἀμπερὲς ἰὸς ἐν γαίῃ κατέπηκτο· |
s-592
| ὃ δὲ μάλα ἡδὺ γελάσσας ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· |
s-593
| βέβληαι οὐ δ̓ ἅλιον βέλος ἔκφυγεν· |
s-594
| ὡς ὄφελόν τοι νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. |
s-595
| τὸν δ̓ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· |
s-596
| νῦν δέ μ̓ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. |
s-597
| ἦ τ̓ ἄλλως ὑπ̓ ἐμεῖο, καὶ εἴ κ̓ ὀλίγον περ ἐπαύρῃ, ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι. |
s-598
| ὣς φάτο, τοῦ δ̓ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν ἔστη πρόσθ̓· |
s-599
| ὃ δ̓ ὄπισθε καθεζόμενος βέλος ὠκὺ ἐκ ποδὸς ἕλκ̓, ὀδύνη δὲ διὰ χροὸς ἦλθ̓ ἀλεγεινή. |
s-600
| ἐς δίφρον δ̓ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· |
s-601
| ἤχθετο γὰρ κῆρ. |
s-602
| οἰώθη δ̓ Ὀδυσεὺς δουρὶ κλυτός, οὐ δέ τις αὐτῷ Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας· |