s-404
| ἀλλ̓ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· |
s-405
| πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος νύκτα δἰ ὀρφναίην, ὅτε θ̓ εὕδουσι βροτοὶ ἄλλοι; |
s-406
| ἦ σ̓ αὐτὸν θυμὸς ἀνῆκε; |
s-407
| τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Δόλων, ὑπὸ δ̓ ἔτρεμε γυῖα· |
s-408
| τὸν δ̓ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· |
s-409
| ἀλλ̓ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· |
s-410
| ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν; |
s-411
| ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ̓ Ἀχαιούς. |
s-412
| τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ̓ ἀτρεκέως καταλέξω. |
s-413
| Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί, βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου νόσφιν ἀπὸ φλοίσβου· |
s-414
| ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι εὕδουσι· |
s-415
| Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν· |
s-416
| τὸν δ̓ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
s-417
| πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν εὕδουσ̓ ἦ ἀπάνευθε; |
s-418
| δίειπέ μοι ὄφρα δαείω. |
s-419
| τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ̓ ἀτρεκέως καταλέξω. |
s-420
| ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα; |
s-421
| τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· |
s-422
| ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· |
s-423
| τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· |
s-424
| μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ· |
s-425
| εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων· |
s-426
| ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ ἁψάμενος λίσσεσθαι, ὃ δ̓ αὐχένα μέσσον ἔλασσε φασγάνῳ ἀΐξας, ἀπὸ δ̓ ἄμφω κέρσε τένοντε· |
s-427
| φθεγγομένου δ̓ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. |
s-428
| τοῦ δ̓ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· |
s-429
| καὶ τά γ̓ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς ὑψόσ̓ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα· |
s-430
| χαῖρε θεὰ τοῖσδεσσι· |
s-431
| σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ πάντων ἀθανάτων ἐπιδωσόμεθ̓· |
s-432
| ἀλλὰ καὶ αὖτις πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς. |
s-433
| ὣς ἄῤ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ̓ ἀείρας θῆκεν ἀνὰ μυρίκην· |
s-434
| δέελον δ̓ ἐπὶ σῆμά τ̓ ἔθηκε συμμάρψας δόνακας μυρίκης τ̓ ἐριθηλέας ὄζους, μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν. |
s-435
| τὼ δὲ βάτην προτέρω διά τ̓ ἔντεα καὶ μέλαν αἷμα, αἶψα δ̓ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες. |
s-436
| οἳ δ̓ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν καλὰ παῤ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον τριστοιχί· |
s-437
| Ῥῆσος δ̓ ἐν μέσῳ εὗδε, παῤ αὐτῷ δ̓ ὠκέες ἵπποι ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο. |
s-438
| τὸν δ̓ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν· |
s-439
| ἀλλ̓ ἄγε δὴ πρόφερε κρατερὸν μένος· |
s-440
| οὐ δέ τί σε χρὴ ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ̓ ἵππους· |
s-441
| ὣς φάτο, τῷ δ̓ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη, κτεῖνε δ̓ ἐπιστροφάδην· |
s-442
| τῶν δὲ στόνος ὄρνυτ̓ ἀεικὴς ἄορι θεινομένων, ἐρυθαίνετο δ̓ αἵματι γαῖα. |
s-443
| ἀήθεσσον γὰρ ἔτ̓ αὐτῶν. |
s-444
| ἀλλ̓ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα ἀσθμαίνοντα· |
s-445
| ῥοίζησεν δ̓ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ. |
s-446
| εἷος ὃ ταῦθ̓ ὥρμαινε κατὰ φρένα, τόφρα δ̓ Ἀθήνη ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον· |
s-447
| νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος. |
s-448
| ὣς φάθ̓, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, καρπαλίμως δ̓ ἵππων ἐπεβήσετο· |
s-449
| κόψε δ̓ Ὀδυσσεὺς τόξῳ· |
s-450
| τοὶ δ̓ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν. |
s-451
| οὐ δ̓ ἀλαοσκοπιὴν εἶχ̓ ἀργυρότοξος Ἀπόλλων ὡς ἴδ̓ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν· |
s-452
| Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς θυνόντων ἄμυδις· |
s-453
| θηεῦντο δὲ μέρμερα ἔργα ὅσσ̓ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας. |
s-454
| μάστιξεν δ̓ ἵππους, τὼ δ̓ οὐκ ἀέκοντε πετέσθην νῆας ἔπι γλαφυράς· |
s-455
| ἵππων μ̓ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. |
s-456
| αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης ὧδ̓ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους· |
s-457
| ἀλλ̓ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ. |
s-458
| οὔ πω πᾶν εἴρητο ἔπος ὅτ̓ ἄῤ ἤλυθον αὐτοί. |
s-459
| καί ῥ̓ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· |
s-460
| πρῶτος δ̓ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ· |
s-461
| αἰεὶ μὲν Τρώεσσ̓ ἐπιμίσγομαι, οὐ δέ τί φημι μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής· |
s-462
| ἀλλ̓ οὔ πω τοίους ἵππους ἴδον οὐ δὲ νόησα. |
s-463
| ἀλλά τιν̓ ὔμμ̓ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα· |
s-464
| τὸν δ̓ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
s-465
| τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν, τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί. |
s-466
| ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους καγχαλόων· |
s-467
| ἅμα δ̓ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί. |
s-468
| νηῒ δ̓ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος θῆκ̓ Ὀδυσεύς, ὄφῤ ἱρὸν ἑτοιμασσαίατ̓ Ἀθήνῃ. |
s-469
| αὐτοὶ δ̓ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς. |
s-470
| αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ, ἔς ῥ̓ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. |
s-471
| τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ̓ ἐλαίῳ δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον. |
s-472
| ἠὼς δ̓ ἐκ λεχέων παῤ ἀγαυοῦ Τιθωνοῖο ὄρνυθ̓, ἵν̓ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι· |
s-473
| Ζεὺς δ̓ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν. |
s-474
| τοῖσι δ̓ ἄφαρ πόλεμος γλυκίων γένετ̓ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. |
s-475
| ἐν δ̓ αὐτὸς ἐδύσετο νώροπα χαλκόν. |
s-476
| δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. |
s-477
| τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ. |
s-478
| κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν τρεῖς ἑκάτερθ̓ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων. |
s-479
| ἀμφὶ δ̓ ἄῤ ὤμοισιν βάλετο ξίφος· |
s-480
| κρατὶ δ̓ ἐπ̓ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον ἵππουριν· |
s-481
| δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. |
s-482
| εἵλετο δ̓ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ ὀξέα· |
s-483
| τῆλε δὲ χαλκὸς ἀπ̓ αὐτόφιν οὐρανὸν εἴσω λάμπ̓· |
s-484
| ἐπὶ δ̓ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης. |
s-485
| ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ̓ ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες ῥώοντ̓· |
s-486
| ἄσβεστος δὲ βοὴ γένετ̓ ἠῶθι πρό. |
s-487
| φθὰν δὲ μέγ̓ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, ἱππῆες δ̓ ὀλίγον μετεκίαθον· |
s-488
| ἐν δὲ κυδοιμὸν ὦρσε κακὸν Κρονίδης, κατὰ δ̓ ὑψόθεν ἧκεν ἐέρσας αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ̓ ἔμελλε πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. |
s-489
| ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ̓ ἀλλήλοισι θορόντες δῄουν, οὐ δ̓ ἕτεροι μνώοντ̓ ὀλοοῖο φόβοιο. |
s-490
| Ἔρις δ̓ ἄῤ ἔχαιρε πολύστονος εἰσορόωσα· |
s-491
| πάντες δ̓ ᾐτιόωντο κελαινεφέα Κρονίωνα οὕνεκ̓ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι. |
s-492
| τῶν μὲν ἄῤ οὐκ ἀλέγιζε πατήρ· |
s-493
| τόφρα μάλ̓ ἀμφοτέρων βέλἐ ἥπτετο, πῖπτε δὲ λαός· |
s-494
| ἤτοι ὅ γ̓ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη· |
s-495
| δάμασσε δέ μιν μεμαῶτα. |
s-496
| καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας· |
s-497
| ὃ μὲν νόθος ἡνιόχευεν, Ἄντιφος αὖ παρέβασκε περικλυτός· |
s-498
| ὥ ποτ̓ Ἀχιλλεὺς Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, ποιμαίνοντ̓ ἐπ̓ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων. |
s-499
| δὴ τότε γ̓ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ̓ ἔβαλ̓ ἵππων. |
s-500
| σπερχόμενος δ̓ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ γιγνώσκων· |
s-501
| καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν εἶδεν, ὅτ̓ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς. |
s-502
| ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα, τὼ δὲ κυκηθήτην· |
s-503
| τὼ δ̓ αὖτ̓ ἐκ δίφρου γουναζέσθην· |