Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 301 - 400 of 6003 • previousnext

s-301 κείνους δὲ κιχησόμεθα πρὸ πυλάων ἐν φυλάκεσσ̓, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
s-302 τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
s-303 οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐ δ̓ ἀπιθήσει Ἀργείων, ὅτε κέν τιν̓ ἐποτρύνῃ καὶ ἀνώγῃ.
s-304 εἵλετο δ̓ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, βῆ δ̓ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
s-305 πρῶτον ἔπειτ̓ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ φθεγξάμενος·
s-306 τίφθ̓ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε νύκτα δἰ ἀμβροσίην, τι δὴ χρειὼ τόσον ἵκει;
s-307 τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
s-308 τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
s-309 ἀλλ̓ ἕπἐ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ̓ ἐπέοικε βουλὰς βουλεύειν, φευγέμεν ἠὲ μάχεσθαι.
s-310 βὰν δ̓ ἐπὶ Τυδεΐδην Διομήδεα·
s-311 τὸν δὲ κίχανον ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν·
s-312 ἀμφὶ δ̓ ἑταῖροι εὗδον, ὑπὸ κρασὶν δ̓ ἔχον ἀσπίδας·
s-313 αὐτὰρ γ̓ ἥρως εὗδ̓, ὑπὸ δ̓ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
s-314 τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ̓ ἄντην·
s-315 ἔγρεο Τυδέος υἱέ·
s-316 τί πάννυχον ὕπνον ἀωτεῖς;
s-317 οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται ἄγχι νεῶν, ὀλίγος δ̓ ἔτι χῶρος ἐρύκει;
s-318 ὣς φάθ̓, δ̓ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
s-319 σχέτλιός ἐσσι γεραιέ·
s-320 σὺ μὲν πόνου οὔ ποτε λήγεις.
s-321 σὺ δ̓ ἀμήχανός ἐσσι γεραιέ.
s-322 τὸν δ̓ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
s-323 ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
s-324 ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
s-325 βῆ δ̓ ἰέναι, τοὺς δ̓ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
s-326 οἳ δ̓ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, οὐ δὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, ἀλλ̓ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
s-327 πεδίον δὲ γὰρ αἰεὶ τετράφαθ̓, ὁππότ̓ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
s-328 τοὺς δ̓ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
s-329 οὕτω νῦν φίλα τέκνα φυλάσσετε·
s-330 μη δέ τιν̓ ὕπνος αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
s-331 ὣς εἰπὼν τάφροιο διέσσυτο·
s-332 τοῖς δ̓ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς ἤϊσαν·
s-333 αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
s-334 τάφρον δ̓ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος πιπτόντων·
s-335 ἔνθα καθεζόμενοι ἔπἐ ἀλλήλοισι πίφαυσκον·
s-336 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
s-337 φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ̓ ἑῷ αὐτοῦ θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, ἅσσά τε μητιόωσι μετὰ σφίσιν, μεμάασιν αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ̓ Ἀχαιούς.
s-338 ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι ἀσκηθής·
s-339 μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη πάντας ἐπ̓ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
s-340 ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
s-341 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
s-342 ὣς ἔφαθ̓, οἳ δ̓ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
s-343 αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
s-344 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
s-345 Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ τὸν μὲν δὴ ἕταρόν γ̓ αἱρήσεαι ὅν κ̓ ἐθέλῃσθα, φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
s-346 μη δὲ σύ γ̓ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω καλλείπειν, σὺ δὲ χείρον̓ ὀπάσσεαι αἰδοῖ εἴκων ἐς γενεὴν ὁρόων, μη δ̓ εἰ βασιλεύτερός ἐστιν.
s-347 ὣς ἔφατ̓, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
s-348 τοῖς δ̓ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
s-349 τούτου γ̓ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
s-350 τὸν δ̓ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
s-351 Τυδεΐδη μήτ̓ ἄρ με μάλ̓ αἴνεε μήτέ τι νείκει·
s-352 εἰδόσι γάρ τοι ταῦτα μετ̓ Ἀργείοις ἀγορεύεις.
s-353 ἀλλ̓ ἴομεν·
s-354 ὣς εἰπόνθ̓ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
s-355 ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, τε καταῖτυξ κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
s-356 Μηριόνης δ̓ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ῥινοῦ ποιητήν·
s-357 πολέσιν δ̓ ἔντοσθεν ἱμᾶσιν ἐντέτατο στερεῶς·
s-358 ἔκτοσθε δὲ λευκοὶ ὀδόντες ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα εὖ καὶ ἐπισταμένως·
s-359 μέσσῃ δ̓ ἐνὶ πῖλος ἀρήρει.
s-360 δὴ τότ̓ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
s-361 τὼ δ̓ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, βάν ῥ̓ ἰέναι, λιπέτην δὲ κατ̓ αὐτόθι πάντας ἀρίστους.
s-362 τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθηναίη·
s-363 τοὶ δ̓ οὐκ ἴδον ὀφθαλμοῖσι νύκτα δἰ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
s-364 χαῖρε δὲ τῷ ὄρνιθ̓ Ὀδυσεύς, ἠρᾶτο δ̓ Ἀθήνῃ·
s-365 κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐ δέ σε λήθω κινύμενος·
s-366 νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι ῥέξαντας μέγα ἔργον, κε Τρώεσσι μελήσῃ.
s-367 δεύτερος αὖτ̓ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
s-368 κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
s-369 ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
s-370 ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
s-371 τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
s-372 ὣς ἔφαν εὐχόμενοι, τῶν δ̓ ἔκλυε Παλλὰς Ἀθήνη.
s-373 οὐ δὲ μὲν οὐ δὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ εὕδειν, ἀλλ̓ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
s-374 τοὺς γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
s-375 τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε δώρῳ ἔπι μεγάλῳ;
s-376 ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
s-377 αὐτὰρ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
s-378 ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
s-379 Ἕκτορ ἔμ̓ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
s-380 ἀλλ̓ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, σοὶ δ̓ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐ δ̓ ἀπὸ δόξης·
s-381 ὣς φάτο καί ῥ̓ ἐπίορκον ἐπώμοσε, τὸν δ̓ ὀρόθυνεν·
s-382 οὐ δ̓ ἄῤ ἔμελλεν ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
s-383 ἀλλ̓ ὅτε δή ῥ̓ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ̓ ὅμιλον, βῆ ῥ̓ ἀν̓ ὁδὸν μεμαώς·
s-384 τὸν δὲ φράσατο προσιόντα διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
s-385 ἀλλ̓ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο τυτθόν·
s-386 ἔπειτα δέ κ̓ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν καρπαλίμως·
s-387 εἰ δ̓ ἄμμε παραφθαίησι πόδεσσιν, αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
s-388 ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην·
s-389 δ̓ ἄῤ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
s-390 τὼ μὲν ἐπεδραμέτην, δ̓ ἄῤ ἔστη δοῦπον ἀκούσας.
s-391 ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
s-392 ἀλλ̓ ὅτε δή ῥ̓ ἄπεσαν δουρηνεκὲς καὶ ἔλασσον, γνῶ ῥ̓ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ̓ ἐνώμα φευγέμεναι·
s-393 τοὶ δ̓ αἶψα διώκειν ὁρμήθησαν.
s-394 ἀλλ̓ ὅτε δὴ τάχ̓ ἔμελλε μιγήσεσθαι φυλάκεσσι φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ̓ Ἀθήνη Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων φθαίη ἐπευξάμενος βαλέειν, δὲ δεύτερος ἔλθοι.
s-395 δουρὶ δ̓ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
s-396 ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ̓ ἡμάρτανε φωτός·
s-397 δεξιτερὸν δ̓ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ ἐν γαίῃ ἐπάγη·
s-398 ἄραβος δὲ διὰ στόμα γίγνετ̓ ὀδόντων·
s-399 τὼ δ̓ ἀσθμαίνοντε κιχήτην, χειρῶν δ̓ ἁψάσθην·
s-400 δὲ δακρύσας ἔπος ηὔδα·

Text viewDownload CoNNL-U