s-201
| αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δ̓ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· |
s-202
| ὃ δὲ φρένα τέρπετ̓ ἀκούων. |
s-203
| ἦμος δ̓ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός· |
s-204
| ἦμος δ̓ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καὶ τότ̓ ἔπειτ̓ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· |
s-205
| τοῖσιν δ̓ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· |
s-206
| ἣ δ̓ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. |
s-207
| αὐτὰρ ἐπεί ῥ̓ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, νῆα μὲν οἵ γε μέλαιναν ἐπ̓ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ̓ ἕρματα μακρὰ τάνυσσαν· |
s-208
| αὐτοὶ δ̓ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. |
s-209
| Θέτις δ̓ οὐ λήθετ̓ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλ̓ ἥ γ̓ ἀνεδύσετο κῦμα θαλάσσης. |
s-210
| ἠερίη δ̓ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. |
s-211
| καί ῥα πάροιθ̓ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δ̓ ἄῤ ὑπ̓ ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· |
s-212
| Ζεῦ πάτερ εἴ ποτε δή σε μετ̓ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· |
s-213
| τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων ἔπλετ̓· |
s-214
| ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἠτίμησεν· |
s-215
| ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. |
s-216
| ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· |
s-217
| τόφρα δ̓ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφῤ ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ. |
s-218
| ὣς φάτο· |
s-219
| τὴν δ̓ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, ἀλλ̓ ἀκέων δὴν ἧστο· |
s-220
| Θέτις δ̓ ὡς ἥψατο γούνων ὣς ἔχετ̓ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· |
s-221
| τὴν δὲ μέγ̓ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· |
s-222
| ἣ δὲ καὶ αὔτως μ̓ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. |
s-223
| ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ Ἥρη· |
s-224
| ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· |
s-225
| εἰ δ̓ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· |
s-226
| ἦ καὶ κυανέῃσιν ἐπ̓ ὀφρύσι νεῦσε Κρονίων· |
s-227
| ἀμβρόσιαι δ̓ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ̓ ἀθανάτοιο· |
s-228
| μέγαν δ̓ ἐλέλιξεν Ὄλυμπον. |
s-229
| τώ γ̓ ὣς βουλεύσαντε διέτμαγεν· |
s-230
| θεοὶ δ̓ ἅμα πάντες ἀνέσταν ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· |
s-231
| οὐ δέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλ̓ ἀντίοι ἔσταν ἅπαντες. |
s-232
| ὣς ὃ μὲν ἔνθα καθέζετ̓ ἐπὶ θρόνου· |
s-233
| τίς δ̓ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; |
s-234
| οὐ δέ τί πώ μοι πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς. |
s-235
| τὴν δ̓ ἠμείβετ̓ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· |
s-236
| Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν· |
s-237
| ὃν δέ κ̓ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι μή τι σὺ ταῦτα ἕκαστα διείρεο μη δὲ μετάλλα. |
s-238
| τὸν δ̓ ἠμείβετ̓ ἔπειτα βοῶπις πότνια Ἥρη· |
s-239
| αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες; |
s-240
| ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων· |
s-241
| τῇ σ̓ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. |
s-242
| τὴν δ̓ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
s-243
| δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐ δέ σε λήθω· |
s-244
| ὣς ἔφατ̓ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, καί ῥ̓ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ· |
s-245
| ὄχθησαν δ̓ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· |
s-246
| ἦ δὴ λοίγια ἔργα τάδ̓ ἔσσεται οὐ δ̓ ἔτ̓ ἀνεκτά, εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· |
s-247
| ὃ γὰρ πολὺ φέρτατός ἐστιν. |
s-248
| ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· |
s-249
| ὣς ἄῤ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· |
s-250
| τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι θεινομένην, τότε δ̓ οὔ τι δυνήσομαι ἀχνύμενός περ χραισμεῖν· |
s-251
| ἤδη γάρ με καὶ ἄλλοτ̓ ἀλεξέμεναι μεμαῶτα ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, πᾶν δ̓ ἦμαρ φερόμην, ἅμα δ̓ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ̓ ἔτι θυμὸς ἐνῆεν· |
s-252
| ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα. |
s-253
| αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων· |
s-254
| ἄσβεστος δ̓ ἄῤ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. |
s-255
| ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντ̓, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ̓ Ἀπόλλων, Μουσάων θ̓ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. |
s-256
| αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι· |
s-257
| Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ̓ Ὀλύμπιος ἀστεροπητής, ἔνθα πάρος κοιμᾶθ̓ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· |
s-258
| ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· |
s-259
| ἤτοι ὅτ̓ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ αὐλῶν συρίγγων τ̓ ἐνοπὴν ὅμαδόν τ̓ ἀνθρώπων. |
s-260
| ὣς δ̓ αὔτως Μενέλαον ἔχε τρόμος· |
s-261
| οὐ δὲ γὰρ αὐτῷ ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· |
s-262
| παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας θήκατο χαλκείην, δόρυ δ̓ εἵλετο χειρὶ παχείῃ. |
s-263
| τὸν δ̓ εὗῤ ἀμφ̓ ὤμοισι τιθήμενον ἔντεα καλὰ νηῒ πάρα πρύμνῃ· |
s-264
| τῷ δ̓ ἀσπάσιος γένετ̓ ἐλθών. |
s-265
| τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· |
s-266
| τίφθ̓ οὕτως ἠθεῖε κορύσσεαι; |
s-267
| ἦ τιν̓ ἑταίρων ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; |
s-268
| μάλα τις θρασυκάρδιος ἔσται. |
s-269
| τὸν δ̓ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· |
s-270
| Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ̓ ἱεροῖσιν· |
s-271
| ἔργα δ̓ ἔρεξ̓ ὅσα φημὶ μελησέμεν Ἀργείοισι δηθά τε καὶ δολιχόν· |
s-272
| τόσα γὰρ κακὰ μήσατ̓ Ἀχαιούς. |
s-273
| ἐγὼ δ̓ ἐπὶ Νέστορα δῖον εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ̓ ἐθέλῃσιν ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ̓ ἐπιτεῖλαι. |
s-274
| κείνῳ γάρ κε μάλιστα πιθοίατο· |
s-275
| τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα. |
s-276
| τὸν δ̓ ἠμείβετ̓ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος· |
s-277
| πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις; |
s-278
| αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς, ἦε θέω μετὰ σ̓ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω; |
s-279
| φθέγγεο δ̓ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον πάντας κυδαίνων· |
s-280
| μη δὲ μεγαλίζεο θυμῷ, ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· |
s-281
| ὧδέ που ἄμμι Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν. |
s-282
| ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας· |
s-283
| αὐτὰρ ὃ βῆ ῥ̓ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν· |
s-284
| τὸν δ̓ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ εὐνῇ ἔνι μαλακῇ· |
s-285
| πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥ̓ ὁ γεραιὸς ζώννυθ̓ ὅτ̓ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ. |
s-286
| φθέγγεο, μη δ̓ ἀκέων ἐπ̓ ἔμ̓ ἔρχεο· |
s-287
| τὸν δ̓ ἠμείβετ̓ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
s-288
| πλάζομαι ὧδ̓ ἐπεὶ οὔ μοι ἐπ̓ ὄμμασι νήδυμος ὕπνος ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδἐ Ἀχαιῶν. |
s-289
| ἀλλ̓ εἴ τι δραίνεις, ἐπεὶ οὐ δὲ σέ γ̓ ὕπνος ἱκάνει, δεῦῤ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται. |
s-290
| δυσμενέες δ̓ ἄνδρες σχεδὸν εἵαται· |
s-291
| οὐ δέ τι ἴδμεν μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι. |
s-292
| τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
s-293
| ἀλλά μιν οἴω κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. |
s-294
| σοὶ δὲ μάλ̓ ἕψομ̓ ἐγώ· |
s-295
| νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι λισσόμενος· |
s-296
| χρειὼ γὰρ ἱκάνεται οὐκέτ̓ ἀνεκτός. |
s-297
| τὸν δ̓ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
s-298
| ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα· |
s-299
| τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. |
s-300
| ἀλλ̓ ἴομεν· |