Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 102 - 201 of 6003 • previousnext

s-102 ἀλλὰ πίθεσθ̓·
s-103 ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
s-104 ἤδη γάρ ποτ̓ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ̓ οἵ γ̓ ἀθέριζον.
s-105 κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
s-106 καλέσαντο γὰρ αὐτοί·
s-107 καὶ μαχόμην κατ̓ ἔμ̓ αὐτὸν ἐγώ·
s-108 κείνοισι δ̓ ἂν οὔ τις τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
s-109 καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·
s-110 μήτε σὺ τόνδ̓ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, ἀλλ̓ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
s-111 μήτε σὺ Πηλείδη ἔθελ̓ ἐριζέμεναι βασιλῆϊ ἀντιβίην, ἐπεὶ οὔ ποθ̓ ὁμοίης ἔμμορε τιμῆς σκηπτοῦχος βασιλεύς, τε Ζεὺς κῦδος ἔδωκεν.
s-112 εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, ἀλλ̓ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
s-113 Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος·
s-114 αὐτὰρ ἔγωγε λίσσομ̓ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
s-115 τὸν δ̓ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
s-116 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
s-117 τὸν δ̓ ἄῤ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·
s-118 γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·
s-119 ἄλλοισιν δὴ ταῦτ̓ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε σήμαιν̓·
s-120 οὐ γὰρ ἔγωγ̓ ἔτι σοὶ πείσεσθαι ὀΐω.
s-121 ἄλλο δέ τοι ἐρέω, σὺ δ̓ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
s-122 χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης οὔ τε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ̓ ἀφέλεσθέ γε δόντες·
s-123 εἰ δ̓ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·
s-124 αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
s-125 ὣς τώ γ̓ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν ἀνστήτην, λῦσαν δ̓ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·
s-126 Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
s-127 Ἀτρεΐδης δ̓ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν, ἐν δ̓ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ̓ ἑκατόμβην βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον εἷσεν ἄγων·
s-128 ἐν δ̓ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
s-129 οἳ μὲν ἔπειτ̓ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, λαοὺς δ̓ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
s-130 οἳ δ̓ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, ἕρδον δ̓ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ταύρων ἠδ̓ αἰγῶν παρὰ θῖν̓ ἁλὸς ἀτρυγέτοιο·
s-131 κνίση δ̓ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
s-132 ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν·
s-133 οὐ δ̓ Ἀγαμέμνων λῆγ̓ ἔριδος τὴν πρῶτον ἐπηπείλησ̓ Ἀχιλῆϊ, ἀλλ̓ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
s-134 ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
s-135 χειρὸς ἑλόντ̓ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
s-136 εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἐλθὼν σὺν πλεόνεσσι·
s-137 τό οἱ καὶ ῥίγιον ἔσται.
s-138 ὣς εἰπὼν προΐει, κρατερὸν δ̓ ἐπὶ μῦθον ἔτελλε·
s-139 τὼ δ̓ ἀέκοντε βάτην παρὰ θῖν̓ ἁλὸς ἀτρυγέτοιο, Μυρμιδόνων δ̓ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, τὸν δ̓ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ ἥμενον·
s-140 οὐ δ̓ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
s-141 αὐτὰρ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
s-142 ἀλλ̓ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην καί σφωϊν δὸς ἄγειν·
s-143 τὼ δ̓ αὐτὼ μάρτυροι ἔστων πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ̓ αὖτε χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι τοῖς ἄλλοις·
s-144 γὰρ γ̓ ὀλοιῇσι φρεσὶ θύει, οὐ δέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
s-145 ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ̓ ἑταίρῳ, ἐκ δ̓ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, δῶκε δ̓ ἄγειν·
s-146 τὼ δ̓ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
s-147 δ̓ ἀέκουσ̓ ἅμα τοῖσι γυνὴ κίεν·
s-148 αὐτὰρ Ἀχιλλεὺς δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, θῖν̓ ἔφ̓ ἁλὸς πολιῆς, ὁρόων ἐπ̓ ἀπείρονα πόντον·
s-149 πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·
s-150 μῆτερ ἐπεί μ̓ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι Ζεὺς ὑψιβρεμέτης·
s-151 νῦν δ̓ οὐ δέ με τυτθὸν ἔτισεν·
s-152 γάρ μ̓ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἠτίμησεν·
s-153 ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
s-154 ὣς φάτο δάκρυ χέων, τοῦ δ̓ ἔκλυε πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
s-155 τέκνον τί κλαίεις;
s-156 τί δέ σε φρένας ἵκετο πένθος;
s-157 ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
s-158 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
s-159 οἶσθα·
s-160 τί τοι ταῦτα ἰδυίῃ πάντ̓ ἀγορεύω;
s-161 καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, ἐκ δ̓ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
s-162 ἔνθ̓ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θ̓ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
s-163 ἀλλ̓ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ̓ ἐπὶ μῦθον ἔτελλε·
s-164 χωόμενος δ̓ γέρων πάλιν ᾤχετο·
s-165 τοῖο δ̓ Ἀπόλλων εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, ἧκε δ̓ ἐπ̓ Ἀργείοισι κακὸν βέλος·
s-166 οἳ δέ νυ λαοὶ θνῇσκον ἐπασσύτεροι, τὰ δ̓ ἐπῴχετο κῆλα θεοῖο πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
s-167 ἄμμι δὲ μάντις εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
s-168 αὐτίκ̓ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
s-169 Ἀτρεΐωνα δ̓ ἔπειτα χόλος λάβεν, αἶψα δ̓ ἀναστὰς ἠπείλησεν μῦθον δὴ τετελεσμένος ἐστί·
s-170 τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·
s-171 ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·
s-172 ἐλθοῦσ̓ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
s-173 τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐ δ̓ ἔτ̓ ἔδησαν.
s-174 τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ̓ ἅλα ἔλσαι Ἀχαιοὺς κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἣν ἄτην τ̓ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
s-175 τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
s-176 μοι τέκνον ἐμόν, τί νύ σ̓ ἔτρεφον αἰνὰ τεκοῦσα;
s-177 νῦν δ̓ ἅμα τ̓ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων ἔπλεο·
s-178 τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
s-179 τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ εἶμ̓ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.
s-180 ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνἰ Ἀχαιοῖσιν, πολέμου δ̓ ἀποπαύεο πάμπαν·
s-181 Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ̓ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ̓ ἅμα πάντες ἕποντο·
s-182 δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, καὶ τότ̓ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.
s-183 ὣς ἄρα φωνήσασ̓ ἀπεβήσετο, τὸν δὲ λίπ̓ αὐτοῦ χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων·
s-184 αὐτὰρ Ὀδυσσεὺς ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
s-185 οἳ δ̓ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο ἱστία μὲν στείλαντο, θέσαν δ̓ ἐν νηῒ μελαίνῃ, ἱστὸν δ̓ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες καρπαλίμως, τὴν δ̓ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
s-186 ἐκ δ̓ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσἰ ἔδησαν·
s-187 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, ἐκ δ̓ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·
s-188 ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
s-189 τὴν μὲν ἔπειτ̓ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·
s-190 Χρύση, πρό μ̓ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ̓ ἱερὴν ἑκατόμβην ῥέξαι ὑπὲρ Δαναῶν ὄφῤ ἱλασόμεσθα ἄνακτα, ὃς νῦν Ἀργείοισι πολύστονα κήδἐ ἐφῆκεν.
s-191 ὣς εἰπὼν ἐν χερσὶ τίθει, δὲ δέξατο χαίρων παῖδα φίλην·
s-192 τοῖσιν δὲ Χρύσης μεγάλ̓ εὔχετο χεῖρας ἀνασχών·
s-193 κλῦθί μευ ἀργυρότοξ̓, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·
s-194 μὲν δή ποτ̓ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, τίμησας μὲν ἐμέ, μέγα δ̓ ἴψαο λαὸν Ἀχαιῶν·
s-195 ἠδ̓ ἔτι καὶ νῦν μοι τόδ̓ ἐπικρήηνον ἐέλδωρ·
s-196 ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
s-197 ὣς ἔφατ̓ εὐχόμενος, τοῦ δ̓ ἔκλυε Φοῖβος Ἀπόλλων.
s-198 καῖε δ̓ ἐπὶ σχίζῃς γέρων, ἐπὶ δ̓ αἴθοπα οἶνον λεῖβε·
s-199 νέοι δὲ παῤ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
s-200 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα δαίνυντ̓, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
s-201 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δ̓ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·

Text viewDownload CoNNL-U