Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 404 - 503 of 528 • previousnext

s-404 ὁρῶμεν, παῖ, κἀπὶ συμφοραῖσί μοι γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.
s-405 πάρεσμεν·
s-406 ἀλλὰ σῖγ̓ ἔχουσα πρόσμενε.
s-407 ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης ἔνεστιν·
s-408 εὖ δ̓ ἔξοισθα πειραθεῖσά που.
s-409 ὀτοτοτοτοῖ τοτοῖ, ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον, οὐ δέ ποτε λησόμενον ἁμέτερον οἷον ἔφυ κακόν.
s-410 ἔξοιδα, παῖ, ταῦτ̓·
s-411 πᾶς ἐμοί, πᾶς ἂν πρέποι παρὼν ἐννέπειν τάδε δίκᾳ χρόνος·
s-412 μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα.
s-413 ξύμφημι κἀγώ·
s-414 τοιγαροῦν σῴζου τόδε.
s-415 τίς οὖν ἂν ἀξίαν γε σοῦ πεφηνότος μεταβάλοιτ̓ ἂν ὧδε σιγὰν λόγων;
s-416 τότ̓ εἶδες, εὖτε θεοί μ̓ ἐπώτρυναν μολεῖν
s-417 ἔφρασας ὑπερτέραν τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν ἁμέτερα πρὸς μέλαθρα·
s-418 δαιμόνιον αὐτὸ τίθημ̓ ἐγώ.
s-419 τὰ μέν σ̓ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ δέδοικα λίαν ἡδονῇ νικωμένην.
s-420 τί μὴ ποήσω;
s-421 μή μ̓ ἀποστερήσῃς τῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι.
s-422 κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών.
s-423 ξυναινεῖς;
s-424 νῦν δ̓ ἔχω σε·
s-425 προυφάνης δὲ φιλτάταν ἔχων πρόσοψιν, ἇς ἐγὼ οὐ δ̓ ἂν ἐν κακοῖς λαθοίμαν.
s-426 χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.
s-427 δ̓ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ σήμαιν̓, ὅπου φανέντες κεκρυμμένοι γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.
s-428 ὅταν γὰρ εὐτυχήσωμεν, τότε χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.
s-429 οὐ γὰρ ἂν καλῶς ὑπηρετοίην τῷ παρόντι δαίμονι.
s-430 μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι, κἀπεί σ̓ ἐσεῖδον, οὔ ποτ̓ ἐκλήξω χαρᾷ δακρυρροοῦσα·
s-431 πῶς γὰρ ἂν λήξαιμ̓ ἐγώ, ἥτις μιᾷ σε τῇδ̓ ὁδῷ θανόντα τε καὶ ζῶντ̓ ἐσεῖδον;
s-432 εἴργασαι δέ μ̓ ἄσκοπα·
s-433 γὰρ ἂν καλῶς ἔσωσ̓ ἐμαυτὴν καλῶς ἀπωλόμην.
s-434 σιγᾶν ἐπῄνεσ̓ ὡς ἐπ̓ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος.
s-435 εἴσιτ̓, ξένοι, ἄλλως τε καὶ φέροντες οἷ̓ ἂν οὔ τε τις δόμων ἀπώσαιτ̓ οὔ τ̓ ἂν ἡσθείη λαβών.
s-436 νῦν δ̓ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ.
s-437 πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;
s-438 ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.
s-439 ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.
s-440 εἷς τῶν ἐν Ἅιδου μάνθαν̓ ἐνθάδ̓ ὢν ἀνήρ.
s-441 χαίρουσιν οὖν τούτοισιν;
s-442 τελουμένων εἴποιμ̓ ἄν·
s-443 τίς οὗτός ἐστ̓, ἀδελφέ;
s-444 πρὸς θεῶν φράσον.
s-445 οὐχὶ ξυνίης;
s-446 οὐ δέ γ̓ ἐς θυμὸν φέρω.
s-447 οὐκ οἶσθ̓ ὅτῳ μ̓ ἔδωκας εἰς χέρας ποτέ;
s-448 τί φωνεῖς;
s-449 μή μ̓ ἔλεγχε πλείοσιν λόγοις.
s-450 χαῖῤ, πάτερ·
s-451 πατέρα γὰρ εἰσορᾶν δοκῶ·
s-452 χαῖῤ·
s-453 ἀρκεῖν δοκεῖ μοι·
s-454 τοὺς γὰρ ἐν μέσῳ λόγους πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τ̓ ἴσαι, αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.
s-455 εἰ δ̓ ἐφέξετον, φροντίζεθ̓ ὡς τούτοις τε καὶ σοφωτέροις ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.
s-456 οὐκ ἂν μακρῶν ἔθ̓ ἡμὶν οὐδὲν ἂν λόγων, Πυλάδη, τόδ̓ εἴη τοὔργον, ἀλλ̓ ὅσον τάχος χωρεῖν ἔσω, πατρῷα προσκύσανθ̓ ἕδη θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε.
s-457 ἴδεθ̓ ὅποι προνέμεται τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης.
s-458 βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες, ὥστ̓ οὐ μακρὰν ἔτ̓ ἀμμενεῖ τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.
s-459 παράγεται γὰρ ἐνέρων δολιόπους ἀρωγὸς εἴσω στέγας, ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια, νεακόνητον αἷμα χειροῖν ἔχων·
s-460 Μαίας δὲ παῖς Ἑρμῆς σφ̓ ἄγει δόλον σκότῳ κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτ̓ ἀμμένει.
s-461 φίλταται γυναῖκες, ἅνδρες αὐτίκα τελοῦσι τοὔργον·
s-462 ἀλλὰ σῖγα πρόσμενε.
s-463 τί νῦν πράσσουσιν;
s-464 μὲν ἐς τάφον λέβητα κοσμεῖ, τὼ δ̓ ἐφέστατον πέλας.
s-465 σὺ δ̓ ἐκτὸς ᾖξας πρὸς τί;
s-466 βοᾷ τις ἔνδον·
s-467 οὐκ ἀκούετ̓, φίλαι;
s-468 ἤκουσ̓ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.
s-469 ἰδοὺ μάλ̓ αὖ θροεῖ τις.
s-470 τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν.
s-471 ἀλλ̓ οὐκ ἐκ σέθεν ᾠκτίρεθ̓ οὗτος οὐ δ̓ γεννήσας πατήρ.
s-472 ὤμοι πέπληγμαι.
s-473 παῖσον, εἰ σθένεις, διπλῆν.
s-474 τελοῦσ̓ ἀραί·
s-475 ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.
s-476 παλίρρυτον γὰρ αἷμ̓ ὑπεξαιροῦσι τῶν κτανόντων οἱ πάλαι θανόντες.
s-477 καὶ μὴν πάρεισιν οἵδε·
s-478 φοινία δὲ χεὶρ στάζει θυηλῆς Ἄρεος, οὐ δ̓ ἔχω ψέγειν.
s-479 Ὀρέστα, πῶς κυρεῖτε;
s-480 τέθνηκεν τάλαινα;
s-481 μηκέτ̓ ἐκφοβοῦ μητρῷον ὥς σε λῆμ̓ ἀτιμάσει ποτέ.
s-482 παύσασθε·
s-483 λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.
s-484 εἰσορᾶτε ποῦ τὸν ἄνδῤ;
s-485 θάρσει·
s-486 τελοῦμεν.
s-487 καὶ δὴ βέβηκα.
s-488 τἀνθάδ̓ ἂν μέλοιτ̓ ἐμοί.
s-489 δἰ ὠτὸς ἂν παῦρά γ̓ ὡς ἠπίως ἐννέπειν πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς ὀρούσῃ πρὸς δίκας ἀγῶνα.
s-490 ἔξοιδα·
s-491 δίδασκέ με.
s-492 φίλης γὰρ προξένου κατήνυσαν.
s-493 καὶ θανόντ̓ ἤγγειλαν ὡς ἐτητύμως;
s-494 πάρεστ̓ ἄῤ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;
s-495 πολλὰ χαίρειν μ̓ εἶπας οὐκ εἰωθότως.
s-496 χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνει τάδε.
s-497 καὶ δὴ τελεῖται τἀπ̓ ἐμοῦ·
s-498 τῷ γὰρ χρόνῳ νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.
s-499 Ζεῦ, δέδορκα φάσμ̓ ἄνευ φθόνου μὲν οὐ πεπτωκός·
s-500 εἰ δ̓ ἔπεστι νέμεσις, οὐ λέγω.
s-501 χαλᾶτε πᾶν κάλυμμ̓ ἀπ̓ ὀφθαλμῶν, ὅπως τὸ συγγενές τοι κἀπ̓ ἐμοῦ θρήνων τύχῃ.
s-502 αὐτὸς σὺ βάσταζ̓·
s-503 μηκέτ̓ ἄλλοσε σκόπει.

Text viewDownload CoNNL-U