Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 304 - 403 of 528 • previousnext

s-304 γυνὴ μὲν οὐ δ̓ ἀνὴρ ἔφυς, σθένεις δ̓ ἔλασσον τῶν ἐναντίων χερί.
s-305 τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;
s-306 λύει γὰρ ἡμῖν οὐδὲν οὐ δ̓ ἐπωφελεῖ βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.
s-307 πείθου·
s-308 προνοίας οὐδὲν ἀνθρώποις ἔφυ κέρδος λαβεῖν ἄμεινον οὐ δὲ νοῦ σοφοῦ.
s-309 ἀπροσδόκητον οὐδὲν εἴρηκας·
s-310 καλῶς δ̓ ᾔδη σ̓ ἀπορρίψουσαν ἁπηγγελλόμην.
s-311 οὐ γὰρ δὴ κενόν γ̓ ἀφήσομεν.
s-312 εἴθ̓ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς θνῄσκοντος εἶναι·
s-313 πᾶν γὰρ ἂν κατειργάσω.
s-314 ἄσκει τοιαύτη νοῦν δἰ αἰῶνος μένειν.
s-315 ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.
s-316 ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.
s-317 ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς.
s-318 ἀλλ̓ οὔ ποτ̓ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.
s-319 ἄπελθε·
s-320 σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.
s-321 ἔνεστιν·
s-322 ἀλλὰ σοὶ μάθησις οὐ πάρα.
s-323 ἐλθοῦσα μητρὶ ταῦτα πάντ̓ ἔξειπε σῇ.
s-324 οὐ δ̓ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σ̓ ἐγώ.
s-325 ἀλλ̓ οὖν ἐπίστω γ̓ οἷ μ̓ ἀτιμίας ἄγεις.
s-326 τῷ σῷ δικαίῳ δῆτ̓ ἐπισπέσθαι με δεῖ;
s-327 ὅταν γὰρ εὖ φρονῇς, τόθ̓ ἡγήσει σὺ νῷν.
s-328 εἴρηκας ὀρθῶς σὺ πρόσκεισαι κακῷ.
s-329 οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;
s-330 τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.
s-331 ἀλλ̓ εἰ ποήσεις ταῦτ̓, ἐπαινέσεις ἐμέ.
s-332 καὶ μὴν ποήσω γ̓ οὐδὲν ἐκπλαγεῖσά σε.
s-333 βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς.
s-334 φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.
s-335 πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.
s-336 ἄπειμι τοίνυν·
s-337 ἀλλ̓ εἴσιθ̓.
s-338 οὔ σοι μὴ μεθέψομαί ποτε, οὐ δ̓ ἢν σφόδῤ ἱμείρουσα τυγχάνῃς·
s-339 ἀλλ̓ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι φρονεῖν, φρόνει τοιαῦθ̓.
s-340 ὅταν γὰρ ἐν κακοῖς ἤδη βεβήκῃς, τἄμ̓ ἐπαινέσεις ἔπη.
s-341 χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰν ὄπα τοῖς ἔνερθ̓ Ἀτρείδαις, ἀχόρευτα φέρουσ̓ ὀνείδη·
s-342 τίς ἂν εὔπατρις ὧδε βλάστοι;
s-343 οὐδεὶς τῶν ἀγαθῶν γὰρ ζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλει νώνυμος, παῖ παῖ.
s-344 ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου, τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ, σοφά τ̓ ἀρίστα τε παῖς κεκλῆσθαι.
s-345 ἆῤ, γυναῖκες, ὀρθά τ̓ εἰσηκούσαμεν ὀρθῶς θ̓ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;
s-346 τί δ̓ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;
s-347 τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;
s-348 ἴθ̓, γύναι, δήλωσον εἰσελθοῦσ̓ ὅτι Φωκῆς ματεύουσ̓ ἄνδρες Αἴγισθόν τινες,
s-349 οὐκ οἶδα τὴν σὴν κληδόν̓·
s-350 ἀλλά μοι γέρων ἐφεῖτ̓ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.
s-351 ὥς μ̓ ὑπέρχεται φόβος.
s-352 φέροντες αὐτοῦ σμικρὰ λείψαν̓ ἐν βραχεῖ τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.
s-353 εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν, τόδ̓ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.
s-354 δόθ̓, ἥτις ἐστί, προσφέροντες·
s-355 φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ ψυχῆς Ὀρέστου λοιπόν, ὥς σ̓ ἀπ̓ ἐλπίδων οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.
s-356 νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν, δόμων δέ σ̓, παῖ, λαμπρὸν ἐξέπεμψ̓ ἐγώ.
s-357 νῦν δ̓ ἐκλέλοιπε ταῦτ̓ ἐν ἡμέρᾳ μιᾷ θανόντι σὺν σοί·
s-358 οἴχεται πατήρ·
s-359 τέθνηκ̓ ἐγὼ σοί·
s-360 φροῦδος αὐτὸς εἶ θανών·
s-361 γελῶσι δ̓ ἐχθροί·
s-362 μαίνεται δ̓ ὑφ̓ ἡδονῆς μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος τιμωρὸς αὐτός.
s-363 ἀπώλεσας δῆτ̓, κασίγνητον κάρα.
s-364 τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.
s-365 πᾶσιν γὰρ ἡμῖν τοῦτ̓ ὀφείλεται παθεῖν.
s-366 τί λέξω;
s-367 ποῖ λόγων ἀμηχανῶν ἔλθω;
s-368 κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.
s-369 τί δ̓ ἔσχες ἄλγος;
s-370 πρὸς τί τοῦτ̓ εἰπὼν κυρεῖς;
s-371 τόδ̓ ἔστ̓ ἐκεῖνο, καὶ μάλ̓ ἀθλίως ἔχον.
s-372 οὐ δή ποτ̓, ξέν̓, ἀμφ̓ ἐμοὶ στένεις τάδε;
s-373 τί δή ποτ̓, ξέν̓, ὧδ̓ ἐπισκοπῶν στένεις;
s-374 ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;
s-375 καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.
s-376 καὶ πῶς γένοιτ̓ ἂν τῶνδ̓ ἔτ̓ ἐχθίω βλέπειν;
s-377 πόθεν τοῦτ̓ ἐξεσήμηνας κακόν;
s-378 εἶτα τοῖσδε δουλεύω βίᾳ.
s-379 τίς γάρ σ̓ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;
s-380 μήτηρ καλεῖται, μητρὶ δ̓ οὐδὲν ἐξισοῖ.
s-381 οὐ δ̓ οὑπαρήξων οὐ δ̓ κωλύσων πάρα;
s-382 ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.
s-383 δύσποτμ̓, ὡς ὁρῶν σ̓ ἐποικτίρω πάλαι.
s-384 μόνος βροτῶν νυν ἴσθ̓ ἐποικτίρας ποτέ.
s-385 μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς.
s-386 οὐ δή ποθ̓ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;
s-387 ἐγὼ φράσαιμ̓ ἄν, εἰ τὸ τῶνδ̓ εὔνουν πάρα.
s-388 ἀλλ̓ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.
s-389 μέθες τόδ̓ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.
s-390 μὴ δῆτα πρὸς θεῶν τοῦτό μ̓ ἐργάσῃ, ξένε.
s-391 πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ.
s-392 οὔ φημ̓ ἐάσειν.
s-393 εὔφημα φώνει·
s-394 πρὸς δίκης γὰρ οὐ στένεις.
s-395 πῶς τὸν θανόντ̓ ἀδελφὸν οὐ δίκῃ στένω;
s-396 οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.
s-397 οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;
s-398 πῶς εἶπας, παῖ;
s-399 ζῇ γὰρ ἁνήρ;
s-400 τήνδε προσβλέψασά μου σφραγῖδα πατρὸς ἔκμαθ̓ εἰ σαφῆ λέγω.
s-401 φθέγμ̓, ἀφίκου;
s-402 μηκέτ̓ ἄλλοθεν πύθῃ,
s-403 ἔχω σε χερσίν;

Text viewDownload CoNNL-U