s-201
| μὴ ταύτης κλύε. |
s-202
| θανόντ̓ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω. |
s-203
| ἀπωλόμην δύστηνος, οὐδέν εἰμ̓ ἔτι. |
s-204
| κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω. |
s-205
| δρόμου δ̓ ἰσώσας τῇ φύσει τὰ τέρματα νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας. |
s-206
| χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω οὐκ οἶδα τοιοῦδ̓ ἀνδρὸς ἔργα καὶ κράτη· |
s-207
| ἓν δ̓ ἴσθ̓· |
s-208
| ὅταν δέ τις θεῶν βλάπτῃ, δύναιτ̓ ἂν οὐ δ̓ ἂν ἰσχύων φυγεῖν. |
s-209
| στάντες δ̓ ὅθ̓ αὐτοὺς οἱ τεταγμένοι βραβῆς κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· |
s-210
| οἱ δ̓ ἅμα ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν ἔσεισαν· |
s-211
| ἐν δὲ πᾶς ἐμεστώθη δρόμος κτύπου κροτητῶν ἁρμάτων· |
s-212
| κόνις δ̓ ἄνω φορεῖθ̓· |
s-213
| ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι χνόας τις αὐτῶν καὶ φρυάγμαθ̓ ἱππικά. |
s-214
| ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί. |
s-215
| καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι· |
s-216
| ἔπειτα δ̓ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι βίᾳ φέρουσιν· |
s-217
| ἐκ δ̓ ὑποστροφῆς τελοῦντες ἕκτον ἕβδομόν τ̓ ἤδη δρόμον μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις· |
s-218
| ἤλαυνε δ̓ ἔσχατος μέν, ὑστέρας ἔχων πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων· |
s-219
| καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους ὠρθοῦθ̓ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων· |
s-220
| ἔπειτα λύων ἡνίαν ἀριστερὰν κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν παίσας· |
s-221
| ἐν δ̓ ἑλίσσεται τμητοῖς ἱμᾶσι· |
s-222
| τοῦ δὲ πίπτοντος πέδῳ πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον. |
s-223
| στρατὸς δ̓ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα δίφρων, ἀνωλόλυξε τὸν νεανίαν, οἷ̓ ἔργα δράσας οἷα λαγχάνει κακά, φορούμενος πρὸς οὖδας, ἄλλοτ̓ οὐρανῷ σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται, μόλις κατασχεθόντες ἱππικὸν δρόμον, ἔλυσαν αἱματηρόν, ὥστε μηδένα γνῶναι φίλων ἰδόντ̓ ἂν ἄθλιον δέμας. |
s-224
| καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι, ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός. |
s-225
| τοιαῦτά σοι ταῦτ̓ ἐστίν, ὡς μὲν ἐν λόγῳ ἀλγεινά, τοῖς δ̓ ἰδοῦσιν, οἵπερ εἴδομεν, μέγιστα πάντων ὧν ὄπωπ̓ ἐγὼ κακῶν. |
s-226
| τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος. |
s-227
| λυπηρῶς δ̓ ἔχει, εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς. |
s-228
| τί δ̓ ὧδ̓ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ; |
s-229
| δεινὸν τὸ τίκτειν ἐστίν· |
s-230
| οὐδὲ γὰρ κακῶς πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται. |
s-231
| ἆῤ ἔχει καλῶς; |
s-232
| κεῖνος δ̓ ὡς ἔχει καλῶς ἔχει. |
s-233
| ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως. |
s-234
| ὕβριζε· |
s-235
| νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις. |
s-236
| οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε. |
s-237
| πολλῶν ἂν ἥκοις, ὦ ξέν̓, ἄξιος τυχεῖν, εἰ τήνδ̓ ἔπαυσας τῆς πολυγλώσσου βοῆς. |
s-238
| οὐκοῦν ἀποστείχοιμ̓ ἄν, εἰ τάδ̓ εὖ κυρεῖ. |
s-239
| ἀλλ̓ εἴσιθ̓ εἴσω· |
s-240
| τήνδε δ̓ ἔκτοθεν βοᾶν ἔα τά θ̓ αὑτῆς καὶ τὰ τῶν φίλων κακά. |
s-241
| Ὀρέστα φίλταθ̓, ὥς μ̓ ἀπώλεσας θανών. |
s-242
| νῦν δὲ ποῖ με χρὴ μολεῖν; |
s-243
| μόνη γάρ εἰμι, σοῦ τ̓ ἀπεστερημένη καὶ πατρός. |
s-244
| ἆρά μοι καλῶς ἔχει; |
s-245
| ὦ παῖ, τί δακρύεις; |
s-246
| μηδὲν μέγ̓ ἀΰσῃς. |
s-247
| ἀπολεῖς. |
s-248
| εἰ τῶν φανερῶς οἰχομένων εἰς Ἀΐδαν ἐλπίδ̓ ὑποίσεις, κατ̓ ἐμοῦ τακομένας μᾶλλον ἐπεμβάσει. |
s-249
| οἶδα γὰρ ἄνακτ̓ Ἀμφιάρεων χρυσοδέτοις ἕρκεσι κρυφθέντα γυναικῶν· |
s-250
| πάμψυχος ἀνάσσει. |
s-251
| ἐδάμη. |
s-252
| οἶδ̓ οἶδ̓· |
s-253
| ἐμοὶ δ̓ οὔτις ἔτ̓ ἔσθ̓· |
s-254
| δειλαία δειλαίων κυρεῖς. |
s-255
| εἴδομεν ἁθρήνεις. |
s-256
| τί φής; |
s-257
| πᾶσι θνατοῖς ἔφυ μόρος. |
s-258
| κέκευθεν, οὔ τε του τάφου ἀντιάσας οὔ τε γόων παῤ ἡμῶν. |
s-259
| ὑφ̓ ἡδονῆς τοι, φιλτάτη, διώκομαι τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν· |
s-260
| πόθεν δ̓ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστ̓ ἰδεῖν; |
s-261
| καὶ τίνος βροτῶν λόγον τόνδ̓ εἰσακούσασ̓ ὧδε πιστεύεις ἄγαν; |
s-262
| ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ σημεῖ̓ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ. |
s-263
| ἐς τί μοι βλέψασα θάλπει τῷδ̓ ἀνηκέστῳ πυρί; |
s-264
| πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς. |
s-265
| καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην. |
s-266
| ἐσχάτης δ̓ ὁρῶ πυρᾶς νεώρη βόστρυχον τετμημένον· |
s-267
| κεὐθὺς τάλαιν̓ ὡς εἶδον, ἐμπαίει τί μοι ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν πάντων Ὀρέστου τοῦθ̓ ὁρᾶν τεκμήριον· |
s-268
| καὶ νῦν θ̓ ὁμοίως καὶ τότ̓ ἐξεπίσταμαι μή του τόδ̓ ἀγλάϊσμα πλὴν κείνου μολεῖν· |
s-269
| τῷ γὰρ προσήκει πλήν γ̓ ἐμοῦ καὶ σοῦ τόδε; |
s-270
| ᾗ γε μηδὲ πρὸς θεοὺς ἔξεστ̓ ἀκλαύστῳ τῆσδ̓ ἀποστῆναι στέγης. |
s-271
| ἀλλ̓ οὐ δὲ μὲν δὴ μητρὸς οὔθ̓ ὁ νοῦς φιλεῖ τοιαῦτα πράσσειν οὔ τε δρῶσ̓ ἐλάνθαν̓ ἄν· |
s-272
| ἀλλ̓ ἔστ̓ Ὀρέστου ταῦτα τἀπιτύμβια. |
s-273
| ἀλλ̓, ὦ φίλη, θάρσυνε· |
s-274
| τοῖς αὐτοῖσί τοι οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ. |
s-275
| νῷν ἦν τὰ πρόσθεν στυγνός· |
s-276
| ἡ δὲ νῦν ἴσως πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν. |
s-277
| φεῦ, τῆς ἀνοίας ὥς σ̓ ἐποικτίρω πάλαι. |
s-278
| οὐ πρὸς ἡδονὴν λέγω τάδε; |
s-279
| πῶς δ̓ οὐκ ἐγὼ κάτοιδ̓ ἅ γ̓ εἶδον ἐμφανῶς; |
s-280
| τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι σωτήρἰ ἔρρει· |
s-281
| μηδὲν εἰς κεῖνόν γ̓ ὅρα. |
s-282
| τοῦ τάδ̓ ἤκουσας βροτῶν; |
s-283
| τοῦ γὰρ ἀνθρώπων ποτ̓ ἦν τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα; |
s-284
| οὕτως ἔχει σοι ταῦτ̓· |
s-285
| ἐὰν δέ μοι πίθῃ, τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος. |
s-286
| ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ; |
s-287
| οὐ γὰρ ὧδ̓ ἄφρων ἔφυν. |
s-288
| ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ. |
s-289
| ὁρῶ. |
s-290
| ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν. |
s-291
| ἐγὼ δ̓ ἕως μὲν τὸν κασίγνητον βίῳ θάλλοντ̓ ἔτ̓ εἰσήκουον, εἶχον ἐλπίδας φόνου ποτ̓ αὐτὸν πράκτοῤ ἵξεσθαι πατρός· |
s-292
| οὐδὲν γάρ σε δεῖ κρύπτειν μ̓ ἔτι. |
s-293
| ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίν̓ ἐλπίδων βλέψασ̓ ἔτ̓ ὀρθήν; |
s-294
| ᾗ πάρεστι μὲν στένειν πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ, πάρεστι δ̓ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε. |
s-295
| καὶ τῶνδε μέντοι μηκέτ̓ ἐλπίσῃς ὅπως τεύξει ποτ̓· |
s-296
| οὐ γὰρ ὧδ̓ ἄβουλός ἐστ̓ ἀνὴρ Αἴγισθος ὥστε σόν ποτ̓ ἢ κἀμὸν γένος βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ. |
s-297
| ἀλλ̓ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν, πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω θανόντος οἴσει τοῦ κασιγνήτου θ̓ ἅμα· |
s-298
| ἔπειτα δ̓, ὥσπερ ἐξέφυς, ἐλευθέρα καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων τεύξει· |
s-299
| φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν. |
s-300
| τίς γάρ ποτ̓ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν τοιοῖσδ̓ ἐπαίνοις οὐχὶ δεξιώσεται· |