s-104
| μή πω νοῦ τοσόνδ̓ εἴην κενή. |
s-105
| χωρήσομαί τἄῤ οἷπερ ἐστάλην ὁδοῦ. |
s-106
| ποῖ δ̓ ἐμπορεύει; |
s-107
| μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς. |
s-108
| πῶς εἶπας; |
s-109
| τοῦτο γὰρ λέξαι θέλεις. |
s-110
| τῷ τοῦτ̓ ἤρεσεν; |
s-111
| ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γ̓ ἀλλὰ νῦν. |
s-112
| ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι; |
s-113
| εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμ̓ ἂν τότε. |
s-114
| ἀλλ̓ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι. |
s-115
| λέγ̓ ἀλλὰ τοῦτο· |
s-116
| πολλά τοι σμικροὶ λόγοι ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς. |
s-117
| πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν. |
s-118
| εἰ γάρ μ̓ ἀπώσει, σὺν κακῷ μέτει πάλιν. |
s-119
| ἀλλ̓, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν τύμβῳ προσάψῃς μηδέν· |
s-120
| ἀλλ̓ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει κρύψον νιν, ἔνθα μή ποτ̓ εἰς εὐνὴν πατρὸς τούτων πρόσεισι μηδέν· |
s-121
| ἀλλ̓ ὅταν θάνῃ κειμήλἰ αὐτῇ ταῦτα σῳζέσθω κάτω. |
s-122
| ἀρχὴν δ̓ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς οὐκ ἄν ποθ̓ ὅν γ̓ ἔκτεινε, τῷδ̓ ἐπέστεφε. |
s-123
| ἆρα μὴ δοκεῖς λυτήρἰ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν; |
s-124
| ἀλλὰ ταῦτα μὲν μέθες· |
s-125
| αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν, καὶ παῖδ̓ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς ἐχθροῖσιν αὐτοῦ ζῶντ̓ ἐπεμβῆναι ποδί, ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα. |
s-126
| ὅμως δ̓, ἀδελφή, σοί θ̓ ὑπούργησον τάδε ἐμοί τ̓ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί. |
s-127
| πρὸς εὐσέβειαν ἡ κόρη λέγει· |
s-128
| δράσω· |
s-129
| τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον δυοῖν ἐρίζειν, ἀλλ̓ ἐπισπεύδειν τὸ δρᾶν. |
s-130
| μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου. |
s-131
| ὕπεστί μοι θάρσος, ἁδυπνόων κλύουσαν ἀρτίως ὀνειράτων. |
s-132
| ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς κρυπτομένα λόχοις χαλκόπους Ἐρινύς. |
s-133
| πρὸ τῶνδέ τοί μ̓ ἔχει μή ποτε μή ποθ̓ ἡμῖν ἀψεγὲς πελᾶν τέρας τοῖς δρῶσι καὶ συνδρῶσιν. |
s-134
| ὦ Πέλοπος ἁ πρόσθεν πολύπονος ἱππεία, ὡς ἔμολες αἰανὴς τᾷδε γᾷ. |
s-135
| εὖτε γὰρ ὁ ποντισθεὶς Μυρτίλος ἐκοιμάθη, παγχρύσων δίφρων δυστάνοις αἰκίαις πρόρριζος ἐκριφθείς, οὔ τί πω ἔλειπεν ἐκ τοῦδ̓ οἴκου πολύπονος αἰκία. |
s-136
| ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει· |
s-137
| οὐ γὰρ πάρεστ̓ Αἴγισθος, ὅς σ̓ ἐπεῖχ̓ ἀεὶ μή τοι θυραίαν γ̓ οὖσαν αἰσχύνειν φίλους· |
s-138
| νῦν δ̓ ὡς ἄπεστ̓ ἐκεῖνος, οὐδὲν ἐντρέπει ἐμοῦ γε· |
s-139
| ἐγὼ δ̓ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά. |
s-140
| καλῶς ἔξοιδα· |
s-141
| τῶνδ̓ ἄρνησις οὐκ ἔνεστί μοι· |
s-142
| εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων ἔθυσεν αὐτήν· |
s-143
| ἀλλ̓ οὐ μετῆν αὐτοῖσι τήν γ̓ ἐμὴν κτανεῖν. |
s-144
| ἀλλ̓ ἀντ̓ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν τἄμ̓, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην; |
s-145
| δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω· |
s-146
| φαίη δ̓ ἂν ἡ θανοῦσά γ̓, εἰ φωνὴν λάβοι. |
s-147
| ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις δύσθυμος· |
s-148
| εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε. |
s-149
| ἐρεῖς μὲν οὐχὶ νῦν γέ μ̓ ὡς ἄρξασά τι λυπηρὸν εἶτα σοῦ τάδ̓ ἐξήκουσ̓ ὕπο· |
s-150
| ἀλλ̓ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θ̓ ὕπερ λέξαιμ̓ ἂν ὀρθῶς τῆς κασιγνήτης θ̓ ὁμοῦ. |
s-151
| καὶ μὴν ἐφίημ̓· |
s-152
| εἰ δέ μ̓ ὧδ̓ ἀεὶ λόγους ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν. |
s-153
| καὶ δὴ λέγω σοι. |
s-154
| πατέρα φὴς κτεῖναι. |
s-155
| ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος ποινὰς τὰ πολλὰ πνεύματ̓ ἔσχ̓ ἐν Αὐλίδι· |
s-156
| πατήρ ποθ̓ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς παίζων κατ̓ ἄλσος ἐξεκίνησεν ποδοῖν στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών. |
s-157
| κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη κατεῖχ̓ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην. |
s-158
| ὧδ̓ ἦν τὰ κείνης θύματ̓· |
s-159
| ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς. |
s-160
| εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ̓ ἄλλου, σύ τοι πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις. |
s-161
| πῶς ταῦτ̓ ἐπαινέσαιμ̓ ἄν; |
s-162
| ἢ καὶ ταῦτ̓ ἐρεῖς ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις; |
s-163
| ἀλλ̓ οὐ γὰρ οὐ δὲ νουθετεῖν ἔξεστί σε, ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα κακοστομοῦμεν. |
s-164
| ὃ δ̓ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών, τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον· |
s-165
| ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα ἐπῃτιάσω· |
s-166
| εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. |
s-167
| ὁρῶ μένος πνέουσαν· |
s-168
| εἰ δὲ σὺν δίκῃ ξύνεστι, τοῦδε φροντίδ̓ οὐκέτ̓ εἰσορῶ. |
s-169
| ποίας δ̓ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος, ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν, καὶ ταῦτα τηλικοῦτος; |
s-170
| ἆρά σοι δοκεῖ χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ; |
s-171
| εὖ νυν ἐπίστω τῶνδέ μ̓ αἰσχύνην ἔχειν, κεἰ μὴ δοκῶ σοι· |
s-172
| μανθάνω δ̓ ὁθούνεκα ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα. |
s-173
| ἀλλ̓ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ ἔργ̓ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ· |
s-174
| αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ̓ ἐκδιδάσκεται. |
s-175
| ὦ θρέμμ̓ ἀναιδές, ἦ σ̓ ἐγὼ καὶ τἄμ̓ ἔπη καὶ τἄργα τἀμὰ πόλλ̓ ἄγαν λέγειν ποεῖ. |
s-176
| σύ τοι λέγεις νιν, οὐκ ἐγώ· |
s-177
| σὺ γὰρ ποεῖς τοὔργον· |
s-178
| τὰ δ̓ ἔργα τοὺς λόγους εὑρίσκεται. |
s-179
| ἀλλ̓ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους τοῦδ̓ οὐκ ἀλύξεις, εὖτ̓ ἂν Αἴγισθος μόλῃ. |
s-180
| ὁρᾷς; |
s-181
| πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι λέγειν ἃ χρῄζοιμ̓, οὐ δ̓ ἐπίστασαι κλύειν. |
s-182
| οὔκουν ἐάσεις οὐ δ̓ ὑπ̓ εὐφήμου βοῆς θῦσαί μ̓, ἐπειδὴ σοί γ̓ ἐφῆκα πᾶν λέγειν; |
s-183
| κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε, κεκρυμμένην μου βάξιν· |
s-184
| ἀλλ̓ ὧδ̓ ἄκουε· |
s-185
| τῇδε γὰρ κἀγὼ φράσω. |
s-186
| ταῦτ̓, ὦ Λύκεἰ Ἄπολλον, ἵλεως κλύων δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα. |
s-187
| τὰ δ̓ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ ἐπαξιῶ σε δαίμον̓ ὄντ̓ ἐξειδέναι· |
s-188
| τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθ̓ ὁρᾶν. |
s-189
| αὐτὸς ᾔκασας καλῶς. |
s-190
| ἦ καὶ δάμαρτα τήνδ̓ ἐπεικάζων κυρῶ κείνου; |
s-191
| πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν. |
s-192
| ἥδε σοι κείνη πάρα. |
s-193
| ὦ χαῖῤ, ἄνασσα· |
s-194
| σοὶ φέρων ἥκω λόγους ἡδεῖς φίλου παῤ ἀνδρὸς Αἰγίσθῳ θ̓ ὁμοῦ. |
s-195
| ἐδεξάμην τὸ ῥηθέν· |
s-196
| εἰδέναι δέ σου πρώτιστα χρῄζω τίς σ̓ ἀπέστειλεν βροτῶν. |
s-197
| εἰπέ· |
s-198
| τέθνηκ̓ Ὀρέστης· |
s-199
| ἐν βραχεῖ ξυνθεὶς λέγω. |
s-200
| τί φής, τί φής, ὦ ξεῖνε; |
s-201
| μὴ ταύτης κλύε. |
s-202
| θανόντ̓ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω. |
s-203
| ἀπωλόμην δύστηνος, οὐδέν εἰμ̓ ἔτι. |