Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 101 - 200 of 528 • previousnext

s-101 πεσούμεθ̓, εἰ χρή, πατρὶ τιμωρούμενοι.
s-102 ταῦτ̓ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.
s-103 σὺ δ̓ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;
s-104 μή πω νοῦ τοσόνδ̓ εἴην κενή.
s-105 χωρήσομαί τἄῤ οἷπερ ἐστάλην ὁδοῦ.
s-106 ποῖ δ̓ ἐμπορεύει;
s-107 μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.
s-108 πῶς εἶπας;
s-109 τοῦτο γὰρ λέξαι θέλεις.
s-110 τῷ τοῦτ̓ ἤρεσεν;
s-111 θεοὶ πατρῷοι, συγγένεσθέ γ̓ ἀλλὰ νῦν.
s-112 ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;
s-113 εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμ̓ ἂν τότε.
s-114 ἀλλ̓ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
s-115 λέγ̓ ἀλλὰ τοῦτο·
s-116 πολλά τοι σμικροὶ λόγοι ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.
s-117 πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.
s-118 εἰ γάρ μ̓ ἀπώσει, σὺν κακῷ μέτει πάλιν.
s-119 ἀλλ̓, φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν τύμβῳ προσάψῃς μηδέν·
s-120 ἀλλ̓ πνοαῖσιν βαθυσκαφεῖ κόνει κρύψον νιν, ἔνθα μή ποτ̓ εἰς εὐνὴν πατρὸς τούτων πρόσεισι μηδέν·
s-121 ἀλλ̓ ὅταν θάνῃ κειμήλἰ αὐτῇ ταῦτα σῳζέσθω κάτω.
s-122 ἀρχὴν δ̓ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς οὐκ ἄν ποθ̓ ὅν γ̓ ἔκτεινε, τῷδ̓ ἐπέστεφε.
s-123 ἆρα μὴ δοκεῖς λυτήρἰ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;
s-124 ἀλλὰ ταῦτα μὲν μέθες·
s-125 αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν, καὶ παῖδ̓ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς ἐχθροῖσιν αὐτοῦ ζῶντ̓ ἐπεμβῆναι ποδί, ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις χερσὶν στέφωμεν τανῦν δωρούμεθα.
s-126 ὅμως δ̓, ἀδελφή, σοί θ̓ ὑπούργησον τάδε ἐμοί τ̓ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.
s-127 πρὸς εὐσέβειαν κόρη λέγει·
s-128 δράσω·
s-129 τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον δυοῖν ἐρίζειν, ἀλλ̓ ἐπισπεύδειν τὸ δρᾶν.
s-130 μέτεισιν, τέκνον, οὐ μακροῦ χρόνου.
s-131 ὕπεστί μοι θάρσος, ἁδυπνόων κλύουσαν ἀρτίως ὀνειράτων.
s-132 ἥξει καὶ πολύπους καὶ πολύχειρ δεινοῖς κρυπτομένα λόχοις χαλκόπους Ἐρινύς.
s-133 πρὸ τῶνδέ τοί μ̓ ἔχει μή ποτε μή ποθ̓ ἡμῖν ἀψεγὲς πελᾶν τέρας τοῖς δρῶσι καὶ συνδρῶσιν.
s-134 Πέλοπος πρόσθεν πολύπονος ἱππεία, ὡς ἔμολες αἰανὴς τᾷδε γᾷ.
s-135 εὖτε γὰρ ποντισθεὶς Μυρτίλος ἐκοιμάθη, παγχρύσων δίφρων δυστάνοις αἰκίαις πρόρριζος ἐκριφθείς, οὔ τί πω ἔλειπεν ἐκ τοῦδ̓ οἴκου πολύπονος αἰκία.
s-136 ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει·
s-137 οὐ γὰρ πάρεστ̓ Αἴγισθος, ὅς σ̓ ἐπεῖχ̓ ἀεὶ μή τοι θυραίαν γ̓ οὖσαν αἰσχύνειν φίλους·
s-138 νῦν δ̓ ὡς ἄπεστ̓ ἐκεῖνος, οὐδὲν ἐντρέπει ἐμοῦ γε·
s-139 ἐγὼ δ̓ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.
s-140 καλῶς ἔξοιδα·
s-141 τῶνδ̓ ἄρνησις οὐκ ἔνεστί μοι·
s-142 εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων ἔθυσεν αὐτήν·
s-143 ἀλλ̓ οὐ μετῆν αὐτοῖσι τήν γ̓ ἐμὴν κτανεῖν.
s-144 ἀλλ̓ ἀντ̓ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν τἄμ̓, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;
s-145 δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·
s-146 φαίη δ̓ ἂν θανοῦσά γ̓, εἰ φωνὴν λάβοι.
s-147 ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις δύσθυμος·
s-148 εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.
s-149 ἐρεῖς μὲν οὐχὶ νῦν γέ μ̓ ὡς ἄρξασά τι λυπηρὸν εἶτα σοῦ τάδ̓ ἐξήκουσ̓ ὕπο·
s-150 ἀλλ̓ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θ̓ ὕπερ λέξαιμ̓ ἂν ὀρθῶς τῆς κασιγνήτης θ̓ ὁμοῦ.
s-151 καὶ μὴν ἐφίημ̓·
s-152 εἰ δέ μ̓ ὧδ̓ ἀεὶ λόγους ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.
s-153 καὶ δὴ λέγω σοι.
s-154 πατέρα φὴς κτεῖναι.
s-155 ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος ποινὰς τὰ πολλὰ πνεύματ̓ ἔσχ̓ ἐν Αὐλίδι·
s-156 πατήρ ποθ̓ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς παίζων κατ̓ ἄλσος ἐξεκίνησεν ποδοῖν στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.
s-157 κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη κατεῖχ̓ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.
s-158 ὧδ̓ ἦν τὰ κείνης θύματ̓·
s-159 ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.
s-160 εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ̓ ἄλλου, σύ τοι πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.
s-161 πῶς ταῦτ̓ ἐπαινέσαιμ̓ ἄν;
s-162 καὶ ταῦτ̓ ἐρεῖς ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;
s-163 ἀλλ̓ οὐ γὰρ οὐ δὲ νουθετεῖν ἔξεστί σε, πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα κακοστομοῦμεν.
s-164 δ̓ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών, τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·
s-165 ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα ἐπῃτιάσω·
s-166 εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.
s-167 ὁρῶ μένος πνέουσαν·
s-168 εἰ δὲ σὺν δίκῃ ξύνεστι, τοῦδε φροντίδ̓ οὐκέτ̓ εἰσορῶ.
s-169 ποίας δ̓ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος, ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν, καὶ ταῦτα τηλικοῦτος;
s-170 ἆρά σοι δοκεῖ χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;
s-171 εὖ νυν ἐπίστω τῶνδέ μ̓ αἰσχύνην ἔχειν, κεἰ μὴ δοκῶ σοι·
s-172 μανθάνω δ̓ ὁθούνεκα ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.
s-173 ἀλλ̓ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ ἔργ̓ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·
s-174 αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ̓ ἐκδιδάσκεται.
s-175 θρέμμ̓ ἀναιδές, σ̓ ἐγὼ καὶ τἄμ̓ ἔπη καὶ τἄργα τἀμὰ πόλλ̓ ἄγαν λέγειν ποεῖ.
s-176 σύ τοι λέγεις νιν, οὐκ ἐγώ·
s-177 σὺ γὰρ ποεῖς τοὔργον·
s-178 τὰ δ̓ ἔργα τοὺς λόγους εὑρίσκεται.
s-179 ἀλλ̓ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους τοῦδ̓ οὐκ ἀλύξεις, εὖτ̓ ἂν Αἴγισθος μόλῃ.
s-180 ὁρᾷς;
s-181 πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι λέγειν χρῄζοιμ̓, οὐ δ̓ ἐπίστασαι κλύειν.
s-182 οὔκουν ἐάσεις οὐ δ̓ ὑπ̓ εὐφήμου βοῆς θῦσαί μ̓, ἐπειδὴ σοί γ̓ ἐφῆκα πᾶν λέγειν;
s-183 κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε, κεκρυμμένην μου βάξιν·
s-184 ἀλλ̓ ὧδ̓ ἄκουε·
s-185 τῇδε γὰρ κἀγὼ φράσω.
s-186 ταῦτ̓, Λύκεἰ Ἄπολλον, ἵλεως κλύων δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα.
s-187 τὰ δ̓ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ ἐπαξιῶ σε δαίμον̓ ὄντ̓ ἐξειδέναι·
s-188 τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθ̓ ὁρᾶν.
s-189 αὐτὸς ᾔκασας καλῶς.
s-190 καὶ δάμαρτα τήνδ̓ ἐπεικάζων κυρῶ κείνου;
s-191 πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
s-192 ἥδε σοι κείνη πάρα.
s-193 χαῖῤ, ἄνασσα·
s-194 σοὶ φέρων ἥκω λόγους ἡδεῖς φίλου παῤ ἀνδρὸς Αἰγίσθῳ θ̓ ὁμοῦ.
s-195 ἐδεξάμην τὸ ῥηθέν·
s-196 εἰδέναι δέ σου πρώτιστα χρῄζω τίς σ̓ ἀπέστειλεν βροτῶν.
s-197 εἰπέ·
s-198 τέθνηκ̓ Ὀρέστης·
s-199 ἐν βραχεῖ ξυνθεὶς λέγω.
s-200 τί φής, τί φής, ξεῖνε;

Text viewDownload CoNNL-U