Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 2 - 101 of 528 • previousnext

s-2 πρὶν οὖν τιν̓ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης, ξυνάπτετον λόγοισιν·
s-3 φίλτατ̓ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.
s-4 ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν γέρων, ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν, ἀλλ̓ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ ἡμᾶς τ̓ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.
s-5 τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς, εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
s-6 ἐγὼ γὰρ ἡνίχ̓ ἱκόμην τὸ Πυθικὸν μαντεῖον, ὡς μάθοιμ̓ ὅτῳ τρόπῳ πατρὶ δίκας ἀροίμην τῶν φονευσάντων πάρα, χρῇ μοι τοιαῦθ̓ Φοῖβος ὧν πεύσει τάχα·
s-7 ὅτ̓ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν, σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ, δόμων ἔσω τῶνδ̓, ἴσθι πᾶν τὸ δρώμενον, ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.
s-8 οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ γνῶσ̓, οὐ δ̓ ὑποπτεύσουσιν ὧδ̓ ἠνθισμένον.
s-9 λόγῳ δὲ χρῶ τοιῷδ̓, ὅτι ξένος μὲν εἶ Φωκέως παῤ ἀνδρὸς Φανοτέως ἥκων·
s-10 ἄγγελλε δ̓ ὅρκον προστιθεὶς ὁθούνεκα τέθνηκ̓ Ὀρέστης ἐξ ἀναγκαίας τύχης, ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων δίφρων κυλισθείς·
s-11 ὧδ̓ μῦθος ἑστάτω.
s-12 ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο, λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς στέψαντες εἶτ̓ ἄψορρον ἥξομεν πάλιν, τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν, καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον, ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
s-13 ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς λόγῳ μάτην θνῄσκοντας·
s-14 εἶθ̓, ὅταν δόμους ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·
s-15 σοῦ γὰρ ἔρχομαι δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·
s-16 εἴρηκα μέν νυν ταῦτα·
s-17 σοὶ δ̓ ἤδη, γέρον, τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.
s-18 νὼ δ̓ ἔξιμεν·
s-19 καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.
s-20 ἆῤ ἐστὶν δύστηνος Ἠλέκτρα·
s-21 μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ λύπης ἀντίρροπον ἄχθος.
s-22 ἀλλ̓ παντοίας φιλότητος ἀμειβόμεναι χάριν, ἐᾶτέ μ̓ ὧδ̓ ἀλύειν, αἰαῖ, ἱκνοῦμαι.
s-23 τί μοι τῶν δυσφόρων ἐφίει;
s-24 ἀλλ̓ ἐμέ γ̓ στονόεσσ̓ ἄραρεν φρένας, Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται, ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.
s-25 δὲ λάθεται ὧν τ̓ ἔπαθ̓ ὧν τ̓ ἐδάη.
s-26 τί γὰρ οὐκ ἐμοὶ ἔρχεται ἀγγελίας ἀπατώμενον;
s-27 ἀεὶ μὲν γὰρ ποθεῖ, ποθῶν δ̓ οὐκ ἀξιοῖ φανῆναι.
s-28 θάρσει μοι, θάρσει, τέκνον.
s-29 τὸν ὑπεραλγῆ χόλον νέμουσα μήθ̓ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτ̓ ἐπιλάθου·
s-30 ἀλλ̓ ἐμὲ μὲν πολὺς ἀπολέλοιπεν ἤδη βίοτος ἀνέλπιστος, οὐ δ̓ ἔτ̓ ἀρκῶ·
s-31 οἷς θεὸς μέγας Ὀλύμπιος ποίνιμα πάθεα παθεῖν πόροι, μη δέ ποτ̓ ἀγλαΐας ἀποναίατο τοιάδ̓ ἀνύσαντες ἔργα.
s-32 φράζου μὴ πόρσω φωνεῖν.
s-33 οὐ γνώμαν ἴσχεις ἐξ οἵων τὰ παρόντ̓ οἰκείας εἰς ἄτας ἐμπίπτεις οὕτως αἰκῶς;
s-34 πολὺ γάρ τι κακῶν ὑπερεκτήσω, σᾷ δυσθύμῳ τίκτουσ̓ ἀεὶ ψυχᾷ πολέμους·
s-35 δεινοῖς ἠναγκάσθην, δεινοῖς·
s-36 ἔξοιδ̓, οὐ λάθει μ̓ ὀργά.
s-37 ἀλλ̓ ἐν γὰρ δεινοῖς οὐ σχήσω ταύτας ἄτας, ὄφρα με βίος ἔχῃ.
s-38 ἄνετέ μ̓ ἄνετε, παράγοροι·
s-39 τάδε γὰρ ἄλυτα κεκλήσεται, οὐ δέ ποτ̓ ἐκ καμάτων ἀποπαύσομαι ἀνάριθμος ὧδε θρήνων.
s-40 καὶ τί μέτρον κακότατος ἔφυ;
s-41 ἐν τίνι τοῦτ̓ ἔβλαστ̓ ἀνθρώπων;
s-42 μήτ̓ εἴην ἔντιμος τούτοις μήτ̓, εἴ τῳ πρόσκειμαι χρηστῷ, ξυνναίοιμ̓ εὔκηλος, γονέων ἐκτίμους ἴσχουσα πτέρυγας ὀξυτόνων γόων.
s-43 εἰ γὰρ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν κείσεται τάλας, οἱ δὲ μὴ πάλιν δώσουσ̓ ἀντιφόνους δίκας, ἔρροι τ̓ ἂν αἰδὼς ἁπάντων τ̓ εὐσέβεια θνατῶν.
s-44 ἐγὼ μέν, παῖ, καὶ τὸ σὸν σπεύδουσ̓ ἅμα καὶ τοὐμὸν αὐτῆς ἦλθον·
s-45 εἰ δὲ μὴ καλῶς λέγω, σὺ νίκα·
s-46 σοὶ γὰρ ἑψόμεσθ̓ ἅμα.
s-47 αἰσχύνομαι μέν, γυναῖκες, εἰ δοκῶ πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.
s-48 ἀλλ̓ βία γὰρ ταῦτ̓ ἀναγκάζει με δρᾶν, σύγγνωτε·
s-49 πρῶτα μὲν τὰ μητρός, μ̓ ἐγείνατο, ἔχθιστα συμβέβηκεν·
s-50 ἀλλ̓ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις, εὑροῦσ̓ ἐκείνην ἡμέραν, ἐν τότε πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ θεοῖσιν ἔμμην̓ ἱερὰ τοῖς σωτηρίοις.
s-51 οὐ δὲ γὰρ κλαῦσαι πάρα τοσόνδ̓ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
s-52 αὕτη γὰρ λόγοισι γενναία γυνὴ φωνοῦσα τοιάδ̓ ἐξονειδίζει κακά·
s-53 δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ τέθνηκεν;
s-54 κακῶς ὄλοιο, μη δέ σ̓ ἐκ γόων ποτὲ τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
s-55 τάδ̓ ἐξυβρίζει·
s-56 τηνικαῦτα δ̓ ἐμμανὴς βοᾷ παραστᾶσ̓·
s-57 οὐ σὸν τόδ̓ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν κλέψασ̓ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
s-58 ἀλλ̓ ἴσθι τοι τίσουσά γ̓ ἀξίαν δίκην.
s-59 τοιαῦθ̓ ὑλακτεῖ, σὺν δ̓ ἐποτρύνει πέλας κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών, πάντ̓ ἄναλκις οὗτος, πᾶσα βλάβη, σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.
s-60 ἐγὼ δ̓ Ὀρέστην τῶνδε προσμένουσ̓ ἀεὶ παυστῆῤ ἐφήξειν τάλαιν̓ ἀπόλλυμαι.
s-61 ἐν οὖν τοιούτοις οὔ τε σωφρονεῖν, φίλαι, οὔ τ̓ εὐσεβεῖν πάρεστιν·
s-62 κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ̓ ἔχει;
s-63 ὡς νῦν ἀπόντος ἱστόρει·
s-64 καὶ δή σ̓ ἐρωτῶ·
s-65 τοῦ κασιγνήτου τί φής, ἥξοντος μέλλοντος;
s-66 εἰδέναι θέλω.
s-67 φησίν γε·
s-68 φάσκων δ̓ οὐδὲν ὧν λέγει ποεῖ.
s-69 φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ̓ ἀνὴρ πράσσων μέγα.
s-70 καὶ μὴν ἔγωγ̓ ἔσωσ̓ ἐκεῖνον οὐκ ὄκνῳ.
s-71 θάρσει·
s-72 πέφυκεν ἐσθλός, ὥστ̓ ἀρκεῖν φίλοις.
s-73 πέποιθ̓, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.
s-74 μὴ νῦν ἔτ̓ εἴπῃς μηδέν·
s-75 τίν̓ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις ἐλθοῦσα φωνεῖς, κασιγνήτη, φάτιν, κοὐδ̓ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;
s-76 τοιαῦτα δ̓ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.
s-77 εἰ δ̓ ἐλευθέραν με δεῖ ζῆν, τῶν κρατούντων ἐστὶ πάντ̓ ἀκουστέα.
s-78 ἔπειθ̓ ἑλοῦ γε θάτεῤ, φρονεῖν κακῶς τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·
s-79 οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;
s-80 ἐπεὶ δίδαξον, μάθ̓ ἐξ ἐμοῦ, τί μοι κέρδος γένοιτ̓ ἂν τῶνδε ληξάσῃ γόων.
s-81 οὐ ζῶ;
s-82 ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ̓, οὐ δ̓ εἴ μοι τὰ σὰ μέλλοι τις οἴσειν δῶῤ, ἐφ̓ οἷσι νῦν χλιδᾷς, τούτοις ὑπεικάθοιμι·
s-83 σοὶ δὲ πλουσία τράπεζα κείσθω καὶ περιρρείτω βίος.
s-84 ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον βόσκημα·
s-85 νῦν δ̓ ἐξὸν πατρὸς πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ τῆς μητρός·
s-86 οὕτω γὰρ φανεῖ πλείστοις κακή, θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
s-87 οὐ δ̓ ἂν ἐμνήσθην ποτέ, εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν ἤκουσ̓, ταύτην τῶν μακρῶν σχήσει γόων.
s-88 φέῤ εἰπὲ δὴ τὸ δεινόν·
s-89 εἰ γὰρ τῶνδέ μοι μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ̓ ἔτι.
s-90 ἀλλ̓ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ̓ ἐγώ.
s-91 μέλλουσι γάρ σ̓, εἰ τῶνδε μὴ λήξεις γόων, ἐνταῦθα πέμψειν ἔνθα μή ποθ̓ ἡλίου φέγγος προσόψει, ζῶσα δ̓ ἐν κατηρεφεῖ στέγῃ χθονὸς τῆσδ̓ ἐκτὸς ὑμνήσεις κακά.
s-92 πρὸς ταῦτα φράζου καί με μή ποθ̓ ὕστερον παθοῦσα μέμψῃ·
s-93 ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;
s-94 ἀλλ̓ ἐξίκοιτο τοῦδέ γ̓ οὕνεκ̓ ἐν τάχει.
s-95 τίν̓, τάλαινα, τόνδ̓ ἐπηράσω λόγον;
s-96 βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;
s-97 μή μ̓ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.
s-98 ἀλλ̓ οὐ διδάσκω·
s-99 σὺ ταῦτα θώπεὐ·
s-100 οὐκ ἐμοὺς τρόπους λέγεις.
s-101 πεσούμεθ̓, εἰ χρή, πατρὶ τιμωρούμενοι.

Text viewDownload CoNNL-U