s-404
| ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς· |
s-405
| εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος. |
s-406
| τοιαῦτ̓ ἄνολβον ἄνδῤ ἐνουθέτει παρών. |
s-407
| μῶν ᾐνιξάμην; |
s-408
| ἄπειμι· |
s-409
| ἄφερπέ νυν· |
s-410
| ἀλλ̓ ὡς δύνασαι, Τεῦκρε, ταχύνας σπεῦσον κοίλην κάπετόν τιν̓ ἰδεῖν τῷδ̓, ἔνθα βροτοῖς τὸν ἀείμνηστον τάφον εὐρώεντα καθέξει. |
s-411
| ὦ παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας ἱκέτης ἔφαψαι πατρός, ὅς σ̓ ἐγείνατο. |
s-412
| θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου, ἱκτήριον θησαυρόν. |
s-413
| εἰ δέ τις στρατοῦ βίᾳ σ̓ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ, κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός, γένους ἅπαντος ῥίζαν ἐξημημένος, αὔτως ὅπωσπερ τόνδ̓ ἐγὼ τέμνω πλόκον. |
s-414
| κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους. |
s-415
| ἐκεῖνος οὔ τε στεφάνων οὔ τε βαθεῖαν κυλίκων νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν, οὔ τε γλυκὺν αὐλῶν ὄτοβον, δύσμορος, οὔ τ̓ ἐννυχίαν τέρψιν ἰαύειν. |
s-416
| ἐρώτων δ̓ ἐρώτων ἀπέπαυσεν, ὤμοι. |
s-417
| κεῖμαι δ̓, ἀμέριμνος οὕτως, ἀεὶ πυκιναῖς δρόσοις τεγγόμενος κόμας, λυγρᾶς μνήματα Τροίας. |
s-418
| καὶ πρὶν μὲν αἰὲν νυχίου δείματος ἦν μοι προβολὰ καὶ βελέων θούριος Αἴας· |
s-419
| νῦν δ̓ οὗτος ἀνεῖται στυγερῷ δαίμονι· |
s-420
| τίς μοι, τίς ἔτ̓ οὖν τέρψις ἐπέσται; |
s-421
| γενοίμαν ἵν̓ ὑλᾶεν ἔπεστι πόντου πρόβλημ̓ ἁλίκλυστον, ἄκραν ὑπὸ πλάκα Σουνίου, τὰς ἱερὰς ὅπως προσείποιμεν Ἀθάνας. |
s-422
| σὲ δὴ τὰ δεινὰ ῥήματ̓ ἀγγέλλουσί μοι τλῆναι καθ̓ ἡμῶν ὧδ̓ ἀνοιμωκτὶ χανεῖν; |
s-423
| ποίου κέκραγας ἀνδρὸς ὧδ̓ ὑπέρφρονα; |
s-424
| ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε κατάστασις γένοιτ̓ ἂν οὐδενὸς νόμου, εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν. |
s-425
| μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται. |
s-426
| καὶ σοὶ προσέρπον τοῦτ̓ ἐγὼ τὸ φάρμακον ὁρῶ τάχ̓, εἰ μὴ νοῦν κατακτήσει τινά· |
s-427
| οὐ σωφρονήσεις; |
s-428
| σοῦ γὰρ λέγοντος οὐκέτ̓ ἂν μάθοιμ̓ ἐγώ· |
s-429
| τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω. |
s-430
| εἴθ̓ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν· |
s-431
| τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι. |
s-432
| τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς χάρις διαρρεῖ καὶ προδοῦσ̓ ἁλίσκεται, εἰ σοῦ γ̓ ὅδ̓ ἁνὴρ οὐ δ̓ ἐπὶ σμικρῶν λόγων, Αἴας, ἔτ̓ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει. |
s-433
| ἀλλ̓ οἴχεται δὴ πάντα ταῦτ̓ ἐρριμμένα. |
s-434
| τίς ταῦτ̓ ἀπεῖρξεν; |
s-435
| ἆῤ ὑμὶν οὗτος ταῦτ̓ ἔδρασεν ἔνδικα; |
s-436
| δύστηνε, ποῖ βλέπων ποτ̓ αὐτὰ καὶ θροεῖς; |
s-437
| οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα; |
s-438
| τοιοῦτος ὢν τοιῷδ̓ ὀνειδίζεις σποράν; |
s-439
| ἔκκριτον δέ νιν δώρημα κείνῳ ̓ δωκεν Ἀλκμήνης γόνος. |
s-440
| ἆῤ ὧδ̓ ἄριστος ἐξ ἀριστέοιν δυοῖν βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος, οὓς νῦν σὺ τοιοῖσδ̓ ἐν πόνοισι κειμένους ὠθεῖς ἀθάπτους, οὐ δ̓ ἐπαισχύνει λέγων; |
s-441
| εὖ νυν τόδ̓ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που, βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους. |
s-442
| πρὸς ταῦθ̓ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν· |
s-443
| τηλόθεν γὰρ ᾐσθόμην βοὴν Ἀτρειδῶν τῷδ̓ ἐπ̓ ἀλκίμῳ νεκρῷ. |
s-444
| ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά. |
s-445
| ἤκουσεν αἰσχρά· |
s-446
| τί γάρ σ̓ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν; |
s-447
| οὔ φησ̓ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ. |
s-448
| εἴπ̓· |
s-449
| ἄκουέ νυν. |
s-450
| τὸν ἄνδρα τόνδε πρὸς θεῶν μὴ τλῇς ἄθαπτον ὧδ̓ ἀναλγήτως βαλεῖν· |
s-451
| μη δ̓ ἡ βία σε μηδαμῶς νικησάτω τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν. |
s-452
| ὥστ̓ οὐκ ἂν ἐνδίκως γ̓ ἀτιμάζοιτό σοι· |
s-453
| οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους φθείροις ἄν. |
s-454
| σὺ ταῦτ̓, Ὀδυσσεῦ, τοῦδ̓ ὑπερμαχεῖς ἐμοί; |
s-455
| ἐμίσουν δ̓, ἡνίκ̓ ἦν μισεῖν καλόν. |
s-456
| οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή; |
s-457
| μὴ χαῖῤ, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς. |
s-458
| κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει. |
s-459
| παῦσαι· |
s-460
| κρατεῖς τοι τῶν φίλων νικώμενος. |
s-461
| μέμνησ̓ ὁποίῳ φωτὶ τὴν χάριν δίδως. |
s-462
| ὅδ̓ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ̓ ἦν. |
s-463
| τί ποτε ποήσεις; |
s-464
| ἐχθρὸν ὧδ̓ αἰδεῖ νέκυν; |
s-465
| νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ. |
s-466
| τοιούσδ̓ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους; |
s-467
| σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ. |
s-468
| ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς. |
s-469
| ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν; |
s-470
| καὶ γὰρ αὐτὸς ἐνθάδ̓ ἵξομαι. |
s-471
| ἦ πάνθ̓ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ. |
s-472
| σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται. |
s-473
| ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γ̓ ἔσει. |
s-474
| σοὶ δὲ δρᾶν ἔξεσθ̓ ἃ χρῇς. |
s-475
| ὅστις σ̓, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστ̓ ἀνήρ. |
s-476
| καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ̓ ἀγγέλλομαι, ὅσον τότ̓ ἐχθρὸς ἦ, τοσόνδ̓ εἶναι φίλος. |
s-477
| καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς. |
s-478
| ἄριστ̓ Ὀδυσσεῦ, πάντ̓ ἔχω σ̓ ἐπαινέσαι λόγοισι, καί μ̓ ἔψευσας ἐλπίδος πολύ. |
s-479
| τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ μόνος παρέστης χερσίν, οὐ δ̓ ἔτλης παρὼν θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα, ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν αὐτός τε χὠ ξύναιμος ἠθελησάτην λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ. |
s-480
| τοιγάρ σφ̓ Ὀλύμπου τοῦδ̓ ὁ πρεσβεύων πατὴρ μνήμων τ̓ Ἐρινὺς καὶ τελεσφόρος Δίκη κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως. |
s-481
| τὰ δ̓ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν. |
s-482
| ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ· |
s-483
| σὺ δὲ ἀνὴρ καθ̓ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο. |
s-484
| ἀλλ̓ ἤθελον μέν· |
s-485
| εἰ δὲ μή ̓ στί σοι φίλον πράσσειν τάδ̓ ἡμᾶς, εἶμ̓ ἐπαινέσας τὸ σόν. |
s-486
| ἤδη γὰρ πολὺς ἐκτέταται χρόνος. |
s-487
| ἀλλ̓ οἱ μὲν κοίλην κάπετον χερσὶ ταχύνατε, τοὶ δ̓ ὑψίβατον τρίποδ̓ ἀμφίπυρον λουτρῶν ὁσίων θέσθ̓ ἐπίκαιρον· |
s-488
| μία δ̓ ἐκ κλισίας ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον κόσμον φερέτω. |
s-489
| παῖ, σὺ δὲ πατρός γ̓, ὅσον ἰσχύεις, φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ τάσδ̓ ἐπικούφιζ̓· |
s-490
| ἔτι γὰρ θερμαὶ σύριγγες ἄνω φυσῶσι μέλαν μένος. |