Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 401 - 500 of 490 • previous

s-401 ἀλλ̓ ἀντακούσει τοῦτον ὡς τεθάψεται.
s-402 ἐγὼ δέ γ̓ ἄνδῤ ὄπωπα μωρίας πλέων, ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
s-403 κᾆτ̓ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ ὀργήν θ̓ ὅμοιος εἶπε τοιοῦτον λόγον·
s-404 ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
s-405 εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.
s-406 τοιαῦτ̓ ἄνολβον ἄνδῤ ἐνουθέτει παρών.
s-407 μῶν ᾐνιξάμην;
s-408 ἄπειμι·
s-409 ἄφερπέ νυν·
s-410 ἀλλ̓ ὡς δύνασαι, Τεῦκρε, ταχύνας σπεῦσον κοίλην κάπετόν τιν̓ ἰδεῖν τῷδ̓, ἔνθα βροτοῖς τὸν ἀείμνηστον τάφον εὐρώεντα καθέξει.
s-411 παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας ἱκέτης ἔφαψαι πατρός, ὅς σ̓ ἐγείνατο.
s-412 θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου, ἱκτήριον θησαυρόν.
s-413 εἰ δέ τις στρατοῦ βίᾳ σ̓ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ, κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός, γένους ἅπαντος ῥίζαν ἐξημημένος, αὔτως ὅπωσπερ τόνδ̓ ἐγὼ τέμνω πλόκον.
s-414 κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
s-415 ἐκεῖνος οὔ τε στεφάνων οὔ τε βαθεῖαν κυλίκων νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν, οὔ τε γλυκὺν αὐλῶν ὄτοβον, δύσμορος, οὔ τ̓ ἐννυχίαν τέρψιν ἰαύειν.
s-416 ἐρώτων δ̓ ἐρώτων ἀπέπαυσεν, ὤμοι.
s-417 κεῖμαι δ̓, ἀμέριμνος οὕτως, ἀεὶ πυκιναῖς δρόσοις τεγγόμενος κόμας, λυγρᾶς μνήματα Τροίας.
s-418 καὶ πρὶν μὲν αἰὲν νυχίου δείματος ἦν μοι προβολὰ καὶ βελέων θούριος Αἴας·
s-419 νῦν δ̓ οὗτος ἀνεῖται στυγερῷ δαίμονι·
s-420 τίς μοι, τίς ἔτ̓ οὖν τέρψις ἐπέσται;
s-421 γενοίμαν ἵν̓ ὑλᾶεν ἔπεστι πόντου πρόβλημ̓ ἁλίκλυστον, ἄκραν ὑπὸ πλάκα Σουνίου, τὰς ἱερὰς ὅπως προσείποιμεν Ἀθάνας.
s-422 σὲ δὴ τὰ δεινὰ ῥήματ̓ ἀγγέλλουσί μοι τλῆναι καθ̓ ἡμῶν ὧδ̓ ἀνοιμωκτὶ χανεῖν;
s-423 ποίου κέκραγας ἀνδρὸς ὧδ̓ ὑπέρφρονα;
s-424 ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε κατάστασις γένοιτ̓ ἂν οὐδενὸς νόμου, εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
s-425 μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
s-426 καὶ σοὶ προσέρπον τοῦτ̓ ἐγὼ τὸ φάρμακον ὁρῶ τάχ̓, εἰ μὴ νοῦν κατακτήσει τινά·
s-427 οὐ σωφρονήσεις;
s-428 σοῦ γὰρ λέγοντος οὐκέτ̓ ἂν μάθοιμ̓ ἐγώ·
s-429 τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
s-430 εἴθ̓ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·
s-431 τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
s-432 τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς χάρις διαρρεῖ καὶ προδοῦσ̓ ἁλίσκεται, εἰ σοῦ γ̓ ὅδ̓ ἁνὴρ οὐ δ̓ ἐπὶ σμικρῶν λόγων, Αἴας, ἔτ̓ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει.
s-433 ἀλλ̓ οἴχεται δὴ πάντα ταῦτ̓ ἐρριμμένα.
s-434 τίς ταῦτ̓ ἀπεῖρξεν;
s-435 ἆῤ ὑμὶν οὗτος ταῦτ̓ ἔδρασεν ἔνδικα;
s-436 δύστηνε, ποῖ βλέπων ποτ̓ αὐτὰ καὶ θροεῖς;
s-437 οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
s-438 τοιοῦτος ὢν τοιῷδ̓ ὀνειδίζεις σποράν;
s-439 ἔκκριτον δέ νιν δώρημα κείνῳ ̓ δωκεν Ἀλκμήνης γόνος.
s-440 ἆῤ ὧδ̓ ἄριστος ἐξ ἀριστέοιν δυοῖν βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος, οὓς νῦν σὺ τοιοῖσδ̓ ἐν πόνοισι κειμένους ὠθεῖς ἀθάπτους, οὐ δ̓ ἐπαισχύνει λέγων;
s-441 εὖ νυν τόδ̓ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που, βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.
s-442 πρὸς ταῦθ̓ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·
s-443 τηλόθεν γὰρ ᾐσθόμην βοὴν Ἀτρειδῶν τῷδ̓ ἐπ̓ ἀλκίμῳ νεκρῷ.
s-444 ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
s-445 ἤκουσεν αἰσχρά·
s-446 τί γάρ σ̓ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
s-447 οὔ φησ̓ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
s-448 εἴπ̓·
s-449 ἄκουέ νυν.
s-450 τὸν ἄνδρα τόνδε πρὸς θεῶν μὴ τλῇς ἄθαπτον ὧδ̓ ἀναλγήτως βαλεῖν·
s-451 μη δ̓ βία σε μηδαμῶς νικησάτω τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
s-452 ὥστ̓ οὐκ ἂν ἐνδίκως γ̓ ἀτιμάζοιτό σοι·
s-453 οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους φθείροις ἄν.
s-454 σὺ ταῦτ̓, Ὀδυσσεῦ, τοῦδ̓ ὑπερμαχεῖς ἐμοί;
s-455 ἐμίσουν δ̓, ἡνίκ̓ ἦν μισεῖν καλόν.
s-456 οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
s-457 μὴ χαῖῤ, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
s-458 κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
s-459 παῦσαι·
s-460 κρατεῖς τοι τῶν φίλων νικώμενος.
s-461 μέμνησ̓ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
s-462 ὅδ̓ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ̓ ἦν.
s-463 τί ποτε ποήσεις;
s-464 ἐχθρὸν ὧδ̓ αἰδεῖ νέκυν;
s-465 νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
s-466 τοιούσδ̓ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;
s-467 σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
s-468 ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς.
s-469 ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;
s-470 καὶ γὰρ αὐτὸς ἐνθάδ̓ ἵξομαι.
s-471 πάνθ̓ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
s-472 σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.
s-473 ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γ̓ ἔσει.
s-474 σοὶ δὲ δρᾶν ἔξεσθ̓ χρῇς.
s-475 ὅστις σ̓, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστ̓ ἀνήρ.
s-476 καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ̓ ἀγγέλλομαι, ὅσον τότ̓ ἐχθρὸς , τοσόνδ̓ εἶναι φίλος.
s-477 καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
s-478 ἄριστ̓ Ὀδυσσεῦ, πάντ̓ ἔχω σ̓ ἐπαινέσαι λόγοισι, καί μ̓ ἔψευσας ἐλπίδος πολύ.
s-479 τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ μόνος παρέστης χερσίν, οὐ δ̓ ἔτλης παρὼν θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα, ὡς στρατηγὸς οὑπιβρόντητος μολὼν αὐτός τε χὠ ξύναιμος ἠθελησάτην λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
s-480 τοιγάρ σφ̓ Ὀλύμπου τοῦδ̓ πρεσβεύων πατὴρ μνήμων τ̓ Ἐρινὺς καὶ τελεσφόρος Δίκη κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
s-481 τὰ δ̓ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
s-482 ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ·
s-483 σὺ δὲ ἀνὴρ καθ̓ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
s-484 ἀλλ̓ ἤθελον μέν·
s-485 εἰ δὲ μή ̓ στί σοι φίλον πράσσειν τάδ̓ ἡμᾶς, εἶμ̓ ἐπαινέσας τὸ σόν.
s-486 ἤδη γὰρ πολὺς ἐκτέταται χρόνος.
s-487 ἀλλ̓ οἱ μὲν κοίλην κάπετον χερσὶ ταχύνατε, τοὶ δ̓ ὑψίβατον τρίποδ̓ ἀμφίπυρον λουτρῶν ὁσίων θέσθ̓ ἐπίκαιρον·
s-488 μία δ̓ ἐκ κλισίας ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον κόσμον φερέτω.
s-489 παῖ, σὺ δὲ πατρός γ̓, ὅσον ἰσχύεις, φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ τάσδ̓ ἐπικούφιζ̓·
s-490 ἔτι γὰρ θερμαὶ σύριγγες ἄνω φυσῶσι μέλαν μένος.

Text viewDownload CoNNL-U