Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 308 - 407 of 490 • previousnext

s-308 ᾤχωκ̓, ὄλωλα, διαπεπόρθημαι, φίλοι.
s-309 Αἴας ὅδ̓ ἡμῖν ἀρτίως νεοσφαγὴς κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
s-310 ὤμοι, κατέπεφνες, ἄναξ, τόνδε συνναύταν, τάλας ταλαίφρων γύναι·
s-311 τίνος ποτ̓ ἆῤ ἔπραξε χειρὶ δύσμορος;
s-312 ἐν γάρ οἱ χθονὶ πηκτὸν τόδ̓ ἔγχος περιπετὲς κατηγορεῖ.
s-313 ὤμοι ἐμᾶς ἄτας, οἶος ἄῤ αἱμάχθης, ἄφαρκτος φίλων·
s-314 ἐγὼ δ̓ πάντα κωφός, πάντ̓ ἄϊδρις, κατημέλησα.
s-315 πᾷ πᾷ κεῖται δυστράπελος, δυσώνυμος Αἴας;
s-316 οὔτοι θεατός·
s-317 οἴμοι, τί δράσω;
s-318 τίς σε βαστάσει φίλων;
s-319 ὡς ἀκμαῖ̓ ἄν, εἰ βαίη, μόλοι, πεπτῶτ̓ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
s-320 ἔμελλες, τάλας, ἔμελλες χρόνῳ στερεόφρων ἄῤ ἐξανύσσειν κακὰν μοῖραν ἀπειρεσίων πόνων.
s-321 τοῖά μοι πάννυχα καὶ φαέθοντ̓ ἀνεστέναζες ὠμόφρων ἐχθοδόπ̓ Ἀτρείδαις οὐλίῳ σὺν πάθει.
s-322 χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
s-323 οὐδέν σ̓ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι, τοιοῦδ̓ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
s-324 ξυναυδῶ.
s-325 ὤμοι, ἀναλγήτων δισσῶν ἐθρόησας ἄναυδ̓ ἔργ̓ Ἀτρειδᾶν τῷδ̓ ἄχει.
s-326 ἀλλ̓ ἀπείργοι θεός.
s-327 οὐκ ἂν τάδ̓ ἔστη τῇδε μὴ θεῶν μέτα.
s-328 ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.
s-329 ἴσως τοι, κεἰ βλέποντα μὴ ̓ πόθουν, θανόντ̓ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
s-330 οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.
s-331 ὧν γὰρ ἠράσθη τυχεῖν ἐκτήσαθ̓ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.
s-332 τί δῆτα τοῦδ̓ ἐπεγγελῷεν ἂν κάτα;
s-333 θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.
s-334 πρὸς ταῦτ̓ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
s-335 σίγησον·
s-336 αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν βοῶντος ἄτης τῆσδ̓ ἐπίσκοπον μέλος.
s-337 ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτ̓ ἐπίστασο.
s-338 ἴθ̓, ἐγκόνει, σύγκαμνε·
s-339 τοῖς θανοῦσί τοι φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.
s-340 καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν ἐφίεθ̓ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.
s-341 ἴθ̓, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
s-342 δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς, ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
s-343 πού με Τελαμών, σὸς πατὴρ ἐμός θ̓ ἅμα, δέξαιτ̓ ἂν εὐπρόσωπος ἵλεώς τ̓ ἴσως χωροῦντ̓ ἄνευ σοῦ.
s-344 οὗτος τί κρύψει;
s-345 τοιαῦτ̓ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς, ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.
s-346 τέλος δ̓ ἀπωστὸς γῆς ἀπορριφθήσομαι, δοῦλος λόγοισιν ἀντ̓ ἐλευθέρου φανείς.
s-347 καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.
s-348 οἴμοι, τί δράσω;
s-349 πῶς σ̓ ἀποσπάσω πικροῦ·
s-350 εἶδες ὡς χρόνῳ ἔμελλέ σ̓ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
s-351 σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.
s-352 Ἕκτωρ μέν, δὴ τοῦδ̓ ἐδωρήθη πάρα, ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων ἐκνάπτετ̓ αἰέν, ἔστ̓ ἀπέψυξεν βίον·
s-353 οὗτος δ̓ ἐκείνου τήνδε δωρεὰν ἔχων πρὸς τοῦδ̓ ὄλωλε θανασίμῳ πεσήματι.
s-354 ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ̓ ἀεὶ φάσκοιμ̓ ἂν ἀνθρώποισι μηχανᾶν θεούς·
s-355 ὁρῶ·
s-356 οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν μὴ συγκομίζειν, ἀλλ̓ ἐᾶν ὅπως ἔχει.
s-357 τίνος χάριν τοσόνδ̓ ἀνήλωσας λόγον;
s-358 οὔκουν ἂν εἴποις ἥντιν̓ αἰτίαν προθείς;
s-359 ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δόρει·
s-360 κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν, ἡμεῖς μὲν ἂν τήνδ̓ ἣν ὅδ̓ εἴληχεν τύχην θανόντες ἂν προυκείμεθ̓ αἰσχίστῳ μόρῳ, οὗτος δ̓ ἂν ἔζη.
s-361 νῦν δ̓ ἐνήλλαξεν θεὸς τὴν τοῦδ̓ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
s-362 πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.
s-363 εἰ γὰρ βλέποντος μὴ ̓ δυνήθημεν κρατεῖν, πάντως θανόντος γ̓ ἄρξομεν, κἂν μὴ θέλῃς, χερσὶν παρευθύνοντες·
s-364 καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
s-365 οὐ γάρ ποτ̓ οὔ τ̓ ἂν ἐν πόλει νόμοι καλῶς φέροιντ̓ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος, οὔ τ̓ ἂν στρατός γε σωφρόνως ἄρχοιτ̓ ἔτι, μηδὲν φόβου πρόβλημα μη δ̓ αἰδοῦς ἔχων.
s-366 δέος γὰρ πρόσεστιν αἰσχύνη θ̓ ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδ̓ ἐπίστασο·
s-367 ἀλλ̓ ἑστάτω μοι καὶ δέος τι καίριον, καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα οὐκ ἀντιτίσειν αὖθις ἂν λυπώμεθα.
s-368 ἕρπει παραλλὰξ ταῦτα.
s-369 πρόσθεν οὗτος ἦν αἴθων ὑβριστής, νῦν δ̓ ἐγὼ μέγ̓ αὖ φρονῶ.
s-370 καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.
s-371 Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς εἶτ̓ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.
s-372 οὐκ ἄν ποτ̓, ἄνδρες, ἄνδρα θαυμάσαιμ̓ ἔτι, ὃς μηδὲν ὢν γοναῖσιν εἶθ̓ ἁμαρτάνει, ὅθ̓ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι τοιαῦθ̓ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη·
s-373 ἄγ̓ εἴπ̓ ἀπ̓ ἀρχῆς αὖθις, σὺ φὴς ἄγειν τόνδ̓ ἄνδῤ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
s-374 οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;
s-375 ποῦ σὺ στρατηγεῖς τοῦδε;
s-376 ποῦ δὲ σοὶ λεῶν ἔξεστ̓ ἀνάσσειν ὧν ὅδ̓ ἤγαγ̓ οἴκοθεν;
s-377 Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν·
s-378 ὕπαρχος ἄλλων δεῦῤ ἔπλευσας, οὐχ ὅλων στρατηγός, ὥστ̓ Αἴαντος ἡγεῖσθαί ποτε.
s-379 ἀλλ̓ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμν̓ ἔπη κόλαζ̓ ἐκείνους·
s-380 οὐ γὰρ ἠξίου τοὺς μηδένας.
s-381 πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν καὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφου οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.
s-382 οὐ δ̓ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ·
s-383 τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ̓ , δάκνει.
s-384 τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
s-385 οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
s-386 μέγ̓ ἄν τι κομπάσειας, ἀσπίδ̓ εἰ λάβοις.
s-387 γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
s-388 ξὺν τῷ δικαίῳ γὰρ μέγ̓ ἔξεστιν φρονεῖν.
s-389 δεινόν γ̓ εἶπας, εἰ καὶ ζῇς θανών.
s-390 θεὸς γὰρ ἐκσῴζει με, τῷδε δ̓ οἴχομαι.
s-391 μή νυν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.
s-392 ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
s-393 σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ;
s-394 μισοῦντ̓ ἐμίσει·
s-395 καὶ σὺ τοῦτ̓ ἠπίστασο.
s-396 κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.
s-397 ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδ̓ ἐσφάλη.
s-398 πόλλ̓ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά.
s-399 τοῦτ̓ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.
s-400 ἕν σοι φράσω·
s-401 ἀλλ̓ ἀντακούσει τοῦτον ὡς τεθάψεται.
s-402 ἐγὼ δέ γ̓ ἄνδῤ ὄπωπα μωρίας πλέων, ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
s-403 κᾆτ̓ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ ὀργήν θ̓ ὅμοιος εἶπε τοιοῦτον λόγον·
s-404 ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
s-405 εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.
s-406 τοιαῦτ̓ ἄνολβον ἄνδῤ ἐνουθέτει παρών.
s-407 μῶν ᾐνιξάμην;

Text viewDownload CoNNL-U