s-302
| πᾷ πᾷ πᾷ γὰρ οὐκ ἔβαν ἐγώ; |
s-303
| κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος. |
s-304
| δοῦπον αὖ κλύω τινά. |
s-305
| ἀλλ̓ οὐ δὲ μὲν δὴ τὴν ἀφ̓ ἡλίου βολῶν κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς. |
s-306
| τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας, ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον εἴ ποθι πλαζόμενον λεύσσων ἀπύοι; |
s-307
| τίνος βοὴ πάραυλος ἐξέβη νάπους; |
s-308
| ᾤχωκ̓, ὄλωλα, διαπεπόρθημαι, φίλοι. |
s-309
| Αἴας ὅδ̓ ἡμῖν ἀρτίως νεοσφαγὴς κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής. |
s-310
| ὤμοι, κατέπεφνες, ἄναξ, τόνδε συνναύταν, τάλας ὦ ταλαίφρων γύναι· |
s-311
| τίνος ποτ̓ ἆῤ ἔπραξε χειρὶ δύσμορος; |
s-312
| ἐν γάρ οἱ χθονὶ πηκτὸν τόδ̓ ἔγχος περιπετὲς κατηγορεῖ. |
s-313
| ὤμοι ἐμᾶς ἄτας, οἶος ἄῤ αἱμάχθης, ἄφαρκτος φίλων· |
s-314
| ἐγὼ δ̓ ὁ πάντα κωφός, ὁ πάντ̓ ἄϊδρις, κατημέλησα. |
s-315
| πᾷ πᾷ κεῖται ὁ δυστράπελος, δυσώνυμος Αἴας; |
s-316
| οὔτοι θεατός· |
s-317
| οἴμοι, τί δράσω; |
s-318
| τίς σε βαστάσει φίλων; |
s-319
| ὡς ἀκμαῖ̓ ἄν, εἰ βαίη, μόλοι, πεπτῶτ̓ ἀδελφὸν τόνδε συγκαθαρμόσαι. |
s-320
| ἔμελλες, τάλας, ἔμελλες χρόνῳ στερεόφρων ἄῤ ἐξανύσσειν κακὰν μοῖραν ἀπειρεσίων πόνων. |
s-321
| τοῖά μοι πάννυχα καὶ φαέθοντ̓ ἀνεστέναζες ὠμόφρων ἐχθοδόπ̓ Ἀτρείδαις οὐλίῳ σὺν πάθει. |
s-322
| χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη. |
s-323
| οὐδέν σ̓ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι, τοιοῦδ̓ ἀποβλαφθεῖσαν ἀρτίως φίλου. |
s-324
| ξυναυδῶ. |
s-325
| ὤμοι, ἀναλγήτων δισσῶν ἐθρόησας ἄναυδ̓ ἔργ̓ Ἀτρειδᾶν τῷδ̓ ἄχει. |
s-326
| ἀλλ̓ ἀπείργοι θεός. |
s-327
| οὐκ ἂν τάδ̓ ἔστη τῇδε μὴ θεῶν μέτα. |
s-328
| ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν. |
s-329
| ἴσως τοι, κεἰ βλέποντα μὴ ̓ πόθουν, θανόντ̓ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός. |
s-330
| οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ. |
s-331
| ὧν γὰρ ἠράσθη τυχεῖν ἐκτήσαθ̓ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν. |
s-332
| τί δῆτα τοῦδ̓ ἐπεγγελῷεν ἂν κάτα; |
s-333
| θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ. |
s-334
| πρὸς ταῦτ̓ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω. |
s-335
| σίγησον· |
s-336
| αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν βοῶντος ἄτης τῆσδ̓ ἐπίσκοπον μέλος. |
s-337
| ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτ̓ ἐπίστασο. |
s-338
| ἴθ̓, ἐγκόνει, σύγκαμνε· |
s-339
| τοῖς θανοῦσί τοι φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν. |
s-340
| καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν ἐφίεθ̓ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει. |
s-341
| ἴθ̓, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν. |
s-342
| ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς, ὅσας ἀνίας μοι κατασπείρας φθίνεις. |
s-343
| ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θ̓ ἅμα, δέξαιτ̓ ἂν εὐπρόσωπος ἵλεώς τ̓ ἴσως χωροῦντ̓ ἄνευ σοῦ. |
s-344
| οὗτος τί κρύψει; |
s-345
| τοιαῦτ̓ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς, ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος. |
s-346
| τέλος δ̓ ἀπωστὸς γῆς ἀπορριφθήσομαι, δοῦλος λόγοισιν ἀντ̓ ἐλευθέρου φανείς. |
s-347
| καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην. |
s-348
| οἴμοι, τί δράσω; |
s-349
| πῶς σ̓ ἀποσπάσω πικροῦ· |
s-350
| εἶδες ὡς χρόνῳ ἔμελλέ σ̓ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν; |
s-351
| σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν. |
s-352
| Ἕκτωρ μέν, ᾧ δὴ τοῦδ̓ ἐδωρήθη πάρα, ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων ἐκνάπτετ̓ αἰέν, ἔστ̓ ἀπέψυξεν βίον· |
s-353
| οὗτος δ̓ ἐκείνου τήνδε δωρεὰν ἔχων πρὸς τοῦδ̓ ὄλωλε θανασίμῳ πεσήματι. |
s-354
| ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ̓ ἀεὶ φάσκοιμ̓ ἂν ἀνθρώποισι μηχανᾶν θεούς· |
s-355
| ὁρῶ· |
s-356
| οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν μὴ συγκομίζειν, ἀλλ̓ ἐᾶν ὅπως ἔχει. |
s-357
| τίνος χάριν τοσόνδ̓ ἀνήλωσας λόγον; |
s-358
| οὔκουν ἂν εἴποις ἥντιν̓ αἰτίαν προθείς; |
s-359
| ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δόρει· |
s-360
| κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν, ἡμεῖς μὲν ἂν τήνδ̓ ἣν ὅδ̓ εἴληχεν τύχην θανόντες ἂν προυκείμεθ̓ αἰσχίστῳ μόρῳ, οὗτος δ̓ ἂν ἔζη. |
s-361
| νῦν δ̓ ἐνήλλαξεν θεὸς τὴν τοῦδ̓ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν. |
s-362
| πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος. |
s-363
| εἰ γὰρ βλέποντος μὴ ̓ δυνήθημεν κρατεῖν, πάντως θανόντος γ̓ ἄρξομεν, κἂν μὴ θέλῃς, χερσὶν παρευθύνοντες· |
s-364
| καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν. |
s-365
| οὐ γάρ ποτ̓ οὔ τ̓ ἂν ἐν πόλει νόμοι καλῶς φέροιντ̓ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος, οὔ τ̓ ἂν στρατός γε σωφρόνως ἄρχοιτ̓ ἔτι, μηδὲν φόβου πρόβλημα μη δ̓ αἰδοῦς ἔχων. |
s-366
| δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θ̓ ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδ̓ ἐπίστασο· |
s-367
| ἀλλ̓ ἑστάτω μοι καὶ δέος τι καίριον, καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα οὐκ ἀντιτίσειν αὖθις ἂν λυπώμεθα. |
s-368
| ἕρπει παραλλὰξ ταῦτα. |
s-369
| πρόσθεν οὗτος ἦν αἴθων ὑβριστής, νῦν δ̓ ἐγὼ μέγ̓ αὖ φρονῶ. |
s-370
| καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς. |
s-371
| Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς εἶτ̓ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ. |
s-372
| οὐκ ἄν ποτ̓, ἄνδρες, ἄνδρα θαυμάσαιμ̓ ἔτι, ὃς μηδὲν ὢν γοναῖσιν εἶθ̓ ἁμαρτάνει, ὅθ̓ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι τοιαῦθ̓ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη· |
s-373
| ἄγ̓ εἴπ̓ ἀπ̓ ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειν τόνδ̓ ἄνδῤ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών; |
s-374
| οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν; |
s-375
| ποῦ σὺ στρατηγεῖς τοῦδε; |
s-376
| ποῦ δὲ σοὶ λεῶν ἔξεστ̓ ἀνάσσειν ὧν ὅδ̓ ἤγαγ̓ οἴκοθεν; |
s-377
| Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν· |
s-378
| ὕπαρχος ἄλλων δεῦῤ ἔπλευσας, οὐχ ὅλων στρατηγός, ὥστ̓ Αἴαντος ἡγεῖσθαί ποτε. |
s-379
| ἀλλ̓ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμν̓ ἔπη κόλαζ̓ ἐκείνους· |
s-380
| οὐ γὰρ ἠξίου τοὺς μηδένας. |
s-381
| πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν καὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφου οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ. |
s-382
| οὐ δ̓ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ· |
s-383
| τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ̓ ᾖ, δάκνει. |
s-384
| ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν. |
s-385
| οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην. |
s-386
| μέγ̓ ἄν τι κομπάσειας, ἀσπίδ̓ εἰ λάβοις. |
s-387
| ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει. |
s-388
| ξὺν τῷ δικαίῳ γὰρ μέγ̓ ἔξεστιν φρονεῖν. |
s-389
| δεινόν γ̓ εἶπας, εἰ καὶ ζῇς θανών. |
s-390
| θεὸς γὰρ ἐκσῴζει με, τῷδε δ̓ οἴχομαι. |
s-391
| μή νυν ἀτίμα θεούς, θεοῖς σεσωσμένος. |
s-392
| ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους; |
s-393
| ἦ σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ; |
s-394
| μισοῦντ̓ ἐμίσει· |
s-395
| καὶ σὺ τοῦτ̓ ἠπίστασο. |
s-396
| κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης. |
s-397
| ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδ̓ ἐσφάλη. |
s-398
| πόλλ̓ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά. |
s-399
| τοῦτ̓ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι. |
s-400
| ἕν σοι φράσω· |
s-401
| ἀλλ̓ ἀντακούσει τοῦτον ὡς τεθάψεται. |