Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 203 - 302 of 490 • previousnext

s-203 παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δ̓ ἄλλ̓ ὅμοιος·
s-204 καὶ γένοἰ ἂν οὐ κακός.
s-205 καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, ὁθούνεκ̓ οὐδὲν τῶνδ̓ ἐπαισθάνει κακῶν·
s-206 ὅταν δ̓ ἵκῃ πρὸς τοῦτο, δεῖ σ̓ ὅπως πατρὸς δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ̓ τράφης.
s-207 τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
s-208 τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι λείψω τροφῆ τ̓ ἄοκνον ἔμπα, κεἰ τανῦν τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
s-209 ἀλλ̓ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος·
s-210 τὰ δ̓ ἄλλα τεύχη κοίν̓ ἐμοὶ τεθάψεται.
s-211 πύκαζε θᾶσσον·
s-212 δέδοικ̓ ἀκούων τήνδε τὴν προθυμίαν·
s-213 οὐ γάρ μ̓ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
s-214 δέσποτ̓ Αἴας, τί ποτε δρασείεις φρενί;
s-215 μὴ κρῖνε, μὴ ̓ ξέταζε·
s-216 οἴμ̓ ὡς ἀθυμῶ·
s-217 καί σε πρὸς τοῦ σοῦ τέκνου καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
s-218 ἄγαν γε λυπεῖς·
s-219 οὐ κάτοισθ̓ ἐγὼ θεοῖς ὡς οὐδὲν ἀρκεῖν εἴμ̓ ὀφειλέτης ἔτι;
s-220 εὔφημα φώνει.
s-221 τοῖς ἀκούουσιν λέγε.
s-222 σὺ δ̓ οὐχὶ πείσει;
s-223 πόλλ̓ ἄγαν ἤδη θροεῖς.
s-224 ταρβῶ γάρ, ὦναξ.
s-225 οὐ ξυνέρξεθ̓ ὡς τάχος;
s-226 μῶρά μοι δοκεῖς φρονεῖν, εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
s-227 κλεινὰ Σαλαμίς, σὺ μέν που ναίεις ἁλίπλακτος, εὐδαίμων, πᾶσιν περίφαντος ἀεί·
s-228 καί μοι δυσθεράπευτος Αἴας ξύνεστιν ἔφεδρος, ὤμοι μοι, θείᾳ μανίᾳ ξύναυλος·
s-229 ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ κρατοῦντ̓ ἐν Ἄρει·
s-230 νῦν δ̓ αὖ φρενὸς οἰοβώτας φίλοις μέγα πένθος ηὕρηται.
s-231 τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι παιδὸς δύσφορον ἄταν, ἃν οὔπω τις ἔθρεψεν δίων Αἰακιδᾶν ἄτερθε τοῦδε.
s-232 οἰκτίρω δέ νιν χήραν παῤ ἐχθροῖς παῖδά τ̓ ὀρφανὸν λιπεῖν.
s-233 ἀλλ̓ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθ̓ ἁγνίσας ἐμὰ μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
s-234 μολών τε χῶρον ἔνθ̓ ἂν ἀστιβῆ κίχω, κρύψω τόδ̓ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν, γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
s-235 ἀλλ̓ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
s-236 ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ̓ ἐδεξάμην παῤ Ἕκτορος δώρημα δυσμενεστάτου, οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
s-237 τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς εἴκειν, μαθησόμεσθα δ̓ Ἀτρείδας σέβειν.
s-238 ἄρχοντές εἰσιν, ὥσθ̓ ὑπεικτέον.
s-239 καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα ἕτοιμ̓ ὑπείκει·
s-240 τοῦτο μὲν νιφοστιβεῖς χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
s-241 ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
s-242 δεινῶν τ̓ ἄημα πνευμάτων ἐκοίμισε στένοντα πόντον·
s-243 ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
s-244 ἐπίσταμαι γὰρ ἀρτίως ὅτι τ̓ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ̓ ἐχθαρτέος, ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον τοσαῦθ̓ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, ὡς αἰὲν οὐ μενοῦντα·
s-245 τοῖς πολλοῖσι γὰρ βροτῶν ἄπιστός ἐσθ̓ ἑταιρείας λιμήν.
s-246 ἀλλ̓ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει·
s-247 σὺ δὲ ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι, εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
s-248 ἐγὼ γὰρ εἶμ̓ ἐκεῖσ̓ ὅποι πορευτέον·
s-249 ἔφριξ̓ ἔρωτι, περιχαρὴς δ̓ ἀνεπτόμαν.
s-250 νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
s-251 Ἰκαρίων δ̓ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων Δάλιος εὔγνωστος ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
s-252 ἔλυσεν αἰνὸν ἄχος ἀπ̓ ὀμμάτων Ἄρης.
s-253 πάνθ̓ μέγας χρόνος μαραίνει, κοὐδὲν ἀναύδατον φατίσαιμ̓ ἄν, εὖτέ γ̓ ἐξ ἀέλπτων Αἴας μετανεγνώσθη θυμοῦ τ̓ Ἀτρείδαις μεγάλων τε νεικέων.
s-254 ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·
s-255 Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ κρημνῶν·
s-256 μέσον δὲ προσμολὼν στρατήγιον κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
s-257 ὥστ̓ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
s-258 λήγει δ̓ ἔρις δραμοῦσα τοῦ προσωτάτω ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
s-259 τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
s-260 βραδεῖαν ἡμᾶς ἆῤ τήνδε τὴν ὁδὸν πέμπων ἔπεμψεν ̓ φάνην ἐγὼ βραδύς.
s-261 τὸν ἄνδῤ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης μὴ ̓ ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
s-262 ἀλλ̓ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
s-263 ταῦτ̓ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα, εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
s-264 τί δ̓ εἰδὼς τοῦδε πράγματος πάρει;
s-265 τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
s-266 ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
s-267 κεῖνος δ̓ ἀπ̓ οἴκων εὐθὺς ἐξορμώμενος ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
s-268 μὲν γὰρ αὐτὸν ἐννέπει·
s-269 τέκνον, δόρει βούλου κρατεῖν μέν, σὺν θεῷ δ̓ ἀεὶ κρατεῖν.
s-270 πάτερ, θεοῖς μὲν κἂν μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ̓·
s-271 ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ̓ ἐπισπάσειν κλέος.
s-272 τοσόνδ̓ ἐκόμπει μῦθον.
s-273 εἶτα δεύτερον δίας Ἀθάνας, ἡνίκ̓ ὀτρύνουσά νιν ηὐδᾶτ̓ ἐπ̓ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν, τότ̓ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ̓ ἔπος·
s-274 ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας ἵστω, καθ̓ ἡμᾶς δ̓ οὔποτ̓ ἐκρήξει μάχη.
s-275 τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς ἐκτήσατ̓ ὀργήν, οὐ κατ̓ ἄνθρωπον φρονῶν.
s-276 τοσαῦθ̓ μάντις εἶφ̓·
s-277 δ̓ εὐθὺς ἐξ ἕδρας πέμπει με σοὶ φέροντα τάσδ̓ ἐπιστολὰς Τεῦκρος φυλάσσειν.
s-278 ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
s-279 τί μ̓ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
s-280 τοῦδ̓ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ̓ ἐγώ.
s-281 οἴμοι, τί φής, ἄνθρωπε;
s-282 μῶν ὀλώλαμεν;
s-283 πάρεστ̓ ἐκεῖνος ἄρτι·
s-284 τήνδε δ̓ ἔξοδον ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
s-285 ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
s-286 οἴμοι, τί δράσω, τέκνον;
s-287 οὐχ ἱδρυτέον·
s-288 ἀλλ̓ εἶμι κἀγὼ κεῖσ̓ ὅποιπερ ἂν σθένω.
s-289 τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ̓ ἕψεται,
s-290 πέπηγε δ̓ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι, σιδηροβρῶτι θηγάνῃ νεηκονής·
s-291 ἔπηξα δ̓ αὐτὸν εὖ περιστείλας ἐγώ, εὐνούστατον τῷδ̓ ἀνδρὶ διὰ τάχους θανεῖν.
s-292 οὕτω μὲν εὐσκευοῦμεν·
s-293 ἐκ δὲ τῶνδέ μοι σὺ πρῶτος, Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
s-294 αἰτήσομαι δέ σ̓ οὐ μακρὸν γέρας λαχεῖν.
s-295 πέμψον τιν̓ ἡμῖν ἄγγελον, κακὴν φάτιν Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει, καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ̓ ἕλωρ.
s-296 τοσαῦτά σ̓, Ζεῦ, προστρέπω, καλῶ δ̓ ἅμα πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι, ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
s-297 σὺ δ̓, τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ̓ ἐμὸν γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
s-298 που τάλαινα, τήνδ̓ ὅταν κλύῃ φάτιν, ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
s-299 Θάνατε Θάνατε, νῦν μ̓ ἐπίσκεψαι μολών.
s-300 καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
s-301 πόνος πόνῳ πόνον φέρει.
s-302 πᾷ πᾷ πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;

Text viewDownload CoNNL-U