s-202
| ταρβήσει γὰρ οὒ νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον, εἴπερ δικαίως ἔστ̓ ἐμὸς τὰ πατρόθεν. |
s-203
| ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δ̓ ἄλλ̓ ὅμοιος· |
s-204
| καὶ γένοἰ ἂν οὐ κακός. |
s-205
| καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, ὁθούνεκ̓ οὐδὲν τῶνδ̓ ἐπαισθάνει κακῶν· |
s-206
| ὅταν δ̓ ἵκῃ πρὸς τοῦτο, δεῖ σ̓ ὅπως πατρὸς δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ̓ τράφης. |
s-207
| τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν. |
s-208
| τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι λείψω τροφῆ τ̓ ἄοκνον ἔμπα, κεἰ τανῦν τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων. |
s-209
| ἀλλ̓ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος· |
s-210
| τὰ δ̓ ἄλλα τεύχη κοίν̓ ἐμοὶ τεθάψεται. |
s-211
| πύκαζε θᾶσσον· |
s-212
| δέδοικ̓ ἀκούων τήνδε τὴν προθυμίαν· |
s-213
| οὐ γάρ μ̓ ἀρέσκει γλῶσσά σου τεθηγμένη. |
s-214
| ὦ δέσποτ̓ Αἴας, τί ποτε δρασείεις φρενί; |
s-215
| μὴ κρῖνε, μὴ ̓ ξέταζε· |
s-216
| οἴμ̓ ὡς ἀθυμῶ· |
s-217
| καί σε πρὸς τοῦ σοῦ τέκνου καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ. |
s-218
| ἄγαν γε λυπεῖς· |
s-219
| οὐ κάτοισθ̓ ἐγὼ θεοῖς ὡς οὐδὲν ἀρκεῖν εἴμ̓ ὀφειλέτης ἔτι; |
s-220
| εὔφημα φώνει. |
s-221
| τοῖς ἀκούουσιν λέγε. |
s-222
| σὺ δ̓ οὐχὶ πείσει; |
s-223
| πόλλ̓ ἄγαν ἤδη θροεῖς. |
s-224
| ταρβῶ γάρ, ὦναξ. |
s-225
| οὐ ξυνέρξεθ̓ ὡς τάχος; |
s-226
| μῶρά μοι δοκεῖς φρονεῖν, εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς. |
s-227
| ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που ναίεις ἁλίπλακτος, εὐδαίμων, πᾶσιν περίφαντος ἀεί· |
s-228
| καί μοι δυσθεράπευτος Αἴας ξύνεστιν ἔφεδρος, ὤμοι μοι, θείᾳ μανίᾳ ξύναυλος· |
s-229
| ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ κρατοῦντ̓ ἐν Ἄρει· |
s-230
| νῦν δ̓ αὖ φρενὸς οἰοβώτας φίλοις μέγα πένθος ηὕρηται. |
s-231
| ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι παιδὸς δύσφορον ἄταν, ἃν οὔπω τις ἔθρεψεν δίων Αἰακιδᾶν ἄτερθε τοῦδε. |
s-232
| οἰκτίρω δέ νιν χήραν παῤ ἐχθροῖς παῖδά τ̓ ὀρφανὸν λιπεῖν. |
s-233
| ἀλλ̓ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθ̓ ἁγνίσας ἐμὰ μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς· |
s-234
| μολών τε χῶρον ἔνθ̓ ἂν ἀστιβῆ κίχω, κρύψω τόδ̓ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν, γαίας ὀρύξας ἔνθα μή τις ὄψεται· |
s-235
| ἀλλ̓ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω. |
s-236
| ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ̓ ἐδεξάμην παῤ Ἕκτορος δώρημα δυσμενεστάτου, οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα. |
s-237
| τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς εἴκειν, μαθησόμεσθα δ̓ Ἀτρείδας σέβειν. |
s-238
| ἄρχοντές εἰσιν, ὥσθ̓ ὑπεικτέον. |
s-239
| καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα ἕτοιμ̓ ὑπείκει· |
s-240
| τοῦτο μὲν νιφοστιβεῖς χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει· |
s-241
| ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν· |
s-242
| δεινῶν τ̓ ἄημα πνευμάτων ἐκοίμισε στένοντα πόντον· |
s-243
| ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν; |
s-244
| ἐπίσταμαι γὰρ ἀρτίως ὅτι ὅ τ̓ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ̓ ἐχθαρτέος, ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον τοσαῦθ̓ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, ὡς αἰὲν οὐ μενοῦντα· |
s-245
| τοῖς πολλοῖσι γὰρ βροτῶν ἄπιστός ἐσθ̓ ἑταιρείας λιμήν. |
s-246
| ἀλλ̓ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· |
s-247
| σὺ δὲ ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι, εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ. |
s-248
| ἐγὼ γὰρ εἶμ̓ ἐκεῖσ̓ ὅποι πορευτέον· |
s-249
| ἔφριξ̓ ἔρωτι, περιχαρὴς δ̓ ἀνεπτόμαν. |
s-250
| νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι. |
s-251
| Ἰκαρίων δ̓ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων ὁ Δάλιος εὔγνωστος ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων. |
s-252
| ἔλυσεν αἰνὸν ἄχος ἀπ̓ ὀμμάτων Ἄρης. |
s-253
| πάνθ̓ ὁ μέγας χρόνος μαραίνει, κοὐδὲν ἀναύδατον φατίσαιμ̓ ἄν, εὖτέ γ̓ ἐξ ἀέλπτων Αἴας μετανεγνώσθη θυμοῦ τ̓ Ἀτρείδαις μεγάλων τε νεικέων. |
s-254
| ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω· |
s-255
| Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ κρημνῶν· |
s-256
| μέσον δὲ προσμολὼν στρατήγιον κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ. |
s-257
| ὥστ̓ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη. |
s-258
| λήγει δ̓ ἔρις δραμοῦσα τοῦ προσωτάτω ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου. |
s-259
| τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον. |
s-260
| βραδεῖαν ἡμᾶς ἆῤ ὁ τήνδε τὴν ὁδὸν πέμπων ἔπεμψεν ἢ ̓ φάνην ἐγὼ βραδύς. |
s-261
| τὸν ἄνδῤ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης μὴ ̓ ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ. |
s-262
| ἀλλ̓ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου. |
s-263
| ταῦτ̓ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα, εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται. |
s-264
| τί δ̓ εἰδὼς τοῦδε πράγματος πάρει; |
s-265
| τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον. |
s-266
| ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων. |
s-267
| κεῖνος δ̓ ἀπ̓ οἴκων εὐθὺς ἐξορμώμενος ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός. |
s-268
| ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· |
s-269
| τέκνον, δόρει βούλου κρατεῖν μέν, σὺν θεῷ δ̓ ἀεὶ κρατεῖν. |
s-270
| πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ̓· |
s-271
| ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ̓ ἐπισπάσειν κλέος. |
s-272
| τοσόνδ̓ ἐκόμπει μῦθον. |
s-273
| εἶτα δεύτερον δίας Ἀθάνας, ἡνίκ̓ ὀτρύνουσά νιν ηὐδᾶτ̓ ἐπ̓ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν, τότ̓ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ̓ ἔπος· |
s-274
| ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας ἵστω, καθ̓ ἡμᾶς δ̓ οὔποτ̓ ἐκρήξει μάχη. |
s-275
| τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς ἐκτήσατ̓ ὀργήν, οὐ κατ̓ ἄνθρωπον φρονῶν. |
s-276
| τοσαῦθ̓ ὁ μάντις εἶφ̓· |
s-277
| ὁ δ̓ εὐθὺς ἐξ ἕδρας πέμπει με σοὶ φέροντα τάσδ̓ ἐπιστολὰς Τεῦκρος φυλάσσειν. |
s-278
| ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά. |
s-279
| τί μ̓ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε; |
s-280
| τοῦδ̓ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ̓ ἐγώ. |
s-281
| οἴμοι, τί φής, ἄνθρωπε; |
s-282
| μῶν ὀλώλαμεν; |
s-283
| πάρεστ̓ ἐκεῖνος ἄρτι· |
s-284
| τήνδε δ̓ ἔξοδον ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν. |
s-285
| ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη. |
s-286
| οἴμοι, τί δράσω, τέκνον; |
s-287
| οὐχ ἱδρυτέον· |
s-288
| ἀλλ̓ εἶμι κἀγὼ κεῖσ̓ ὅποιπερ ἂν σθένω. |
s-289
| τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ̓ ἕψεται, |
s-290
| πέπηγε δ̓ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι, σιδηροβρῶτι θηγάνῃ νεηκονής· |
s-291
| ἔπηξα δ̓ αὐτὸν εὖ περιστείλας ἐγώ, εὐνούστατον τῷδ̓ ἀνδρὶ διὰ τάχους θανεῖν. |
s-292
| οὕτω μὲν εὐσκευοῦμεν· |
s-293
| ἐκ δὲ τῶνδέ μοι σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον. |
s-294
| αἰτήσομαι δέ σ̓ οὐ μακρὸν γέρας λαχεῖν. |
s-295
| πέμψον τιν̓ ἡμῖν ἄγγελον, κακὴν φάτιν Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει, καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ̓ ἕλωρ. |
s-296
| τοσαῦτά σ̓, ὦ Ζεῦ, προστρέπω, καλῶ δ̓ ἅμα πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι, ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ. |
s-297
| σὺ δ̓, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ̓ ἐμὸν γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ. |
s-298
| ἦ που τάλαινα, τήνδ̓ ὅταν κλύῃ φάτιν, ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει. |
s-299
| ὦ Θάνατε Θάνατε, νῦν μ̓ ἐπίσκεψαι μολών. |
s-300
| καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών. |
s-301
| πόνος πόνῳ πόνον φέρει. |