s-3
| καὶ νῦν ἐπέγνως εὖ μ̓ ἐπ̓ ἀνδρὶ δυσμενεῖ βάσιν κυκλοῦντ̓, Αἴαντι τῷ σακεσφόρῳ· |
s-4
| κεῖνον γάρ, οὐδέν̓ ἄλλον, ἰχνεύω πάλαι. |
s-5
| νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον ἔχει περάνας, εἴπερ εἴργασται τάδε· |
s-6
| ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ̓ ἀλώμεθα· |
s-7
| κἀγὼ ̓ θελοντὴς τῷδ̓ ὑπεζύγην πόνῳ. |
s-8
| ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν λείας ἁπάσας καὶ κατηναρισμένας ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις. |
s-9
| τήνδ̓ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει. |
s-10
| καιρὸν δ̓ ἐφήκεις· |
s-11
| πάντα γὰρ τά τ̓ οὖν πάρος τά τ̓ εἰσέπειτα σῇ κυβερνῶμαι χερί. |
s-12
| ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ. |
s-13
| ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ; |
s-14
| καὶ πρὸς τί δυσλόγιστον ὧδ̓ ᾖξεν χέρα; |
s-15
| τί δῆτα ποίμναις τήνδ̓ ἐπεμπίπτει βάσιν; |
s-16
| ἦ καὶ τὸ βούλευμ̓ ὡς ἐπ̓ Ἀργείοις τόδ̓ ἦν; |
s-17
| κἂν ἐξεπράξατ̓, εἰ κατημέλησ̓ ἐγώ. |
s-18
| νύκτωρ ἐφ̓ ὑμᾶς δόλιος ὁρμᾶται μόνος. |
s-19
| καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου; |
s-20
| ἐγώ σφ̓ ἀπείργω, δυσφόρους ἐπ̓ ὄμμασι γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς, καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε λείας ἄδαστα βουκόλων φρουρήματα· |
s-21
| ἔνθ̓ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον κύκλῳ ῥαχίζων· |
s-22
| δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον, ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς. |
s-23
| θαρσῶν δὲ μίμνε μη δὲ συμφορὰν δέχου τὸν ἄνδῤ· |
s-24
| ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν. |
s-25
| οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ· |
s-26
| Αἴαντα φωνῶ· |
s-27
| στεῖχε δωμάτων πάρος. |
s-28
| τί δρᾷς, Ἀθάνα; |
s-29
| οὐ σῖγ̓ ἀνέξει μη δὲ δειλίαν ἀρεῖ; |
s-30
| τί μὴ γένηται; |
s-31
| πρόσθεν οὐκ ἀνὴρ ὅδ̓ ἦν; |
s-32
| ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν. |
s-33
| μεμηνότ̓ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν; |
s-34
| φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. |
s-35
| ἀλλ̓ οὐ δὲ νῦν σε μὴ παρόντ̓ ἴδῃ πέλας. |
s-36
| ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα. |
s-37
| γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου. |
s-38
| σίγα νυν ἑστὼς καὶ μέν̓ ὡς κυρεῖς ἔχων. |
s-39
| μένοιμ̓ ἄν· |
s-40
| τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου; |
s-41
| ὦ χαῖῤ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον, ὡς εὖ παρέστης· |
s-42
| καί σε παγχρύσοις ἐγὼ στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν. |
s-43
| καλῶς ἔλεξας· |
s-44
| ἀλλ̓ ἐκεῖνό μοι φράσον, ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ; |
s-45
| ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα; |
s-46
| τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκ̓ ἐγώ. |
s-47
| θανόντες ἤδη τἄμ̓ ἀφαιρείσθων ὅπλα. |
s-48
| ἢ πέφευγέ σε; |
s-49
| ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω θακεῖ· |
s-50
| θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω. |
s-51
| τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν; |
s-52
| μὴ δῆτα τὸν δύστηνον ὧδέ γ̓ αἰκίσῃ. |
s-53
| χαίρειν, Ἀθάνα, τἄλλ̓ ἐγώ σ̓ ἐφίεμαι· |
s-54
| χωρῶ πρὸς ἔργον· |
s-55
| τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια; |
s-56
| ἐγὼ μὲν οὐδέν̓ οἶδ̓· |
s-57
| ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλ̓ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν. |
s-58
| τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον μηδέν ποτ̓ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, μη δ̓ ὄγκον ἄρῃ μηδέν̓, εἴ τινος πλέον ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει. |
s-59
| τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς. |
s-60
| Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου, σὲ μὲν εὖ πράσσοντ̓ ἐπιχαίρω· |
s-61
| ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς μεγάλοι θόρυβοι κατέχουσ̓ ἡμᾶς ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ λειμῶν̓ ἐπιβάντ̓ ὀλέσαι Δαναῶν βοτὰ καὶ λείαν, ἥπερ δορίληπτος ἔτ̓ ἦν λοιπή, κτείνοντ̓ αἴθωνι σιδήρῳ. |
s-62
| τοιούσδε λόγους ψιθύρους πλάσσων εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς, καὶ σφόδρα πείθει· |
s-63
| περὶ γὰρ σοῦ νῦν εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων τοῦ λέξαντος χαίρει μᾶλλον τοῖς σοῖς ἄχεσιν καθυβρίζων. |
s-64
| τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς οὐκ ἂν ἁμάρτοις· |
s-65
| κατὰ δ̓ ἄν τις ἐμοῦ τοιαῦτα λέγων οὐκ ἂν πείθοι· |
s-66
| πρὸς γὰρ τὸν ἔχονθ̓ ὁ φθόνος ἕρπει. |
s-67
| καίτοι σμικροὶ μεγάλων χωρὶς σφαλερὸν πύργου ῥῦμα πέλονται· |
s-68
| μέγαν αἰγυπιὸν δ̓ ὑποδείσαντες τάχ̓ ἂν ἐξαίφνης, εἰ σὺ φανείης, σιγῇ πτήξειαν ἄφωνοι. |
s-69
| ἢ χαλκοθώραξ μή τιν̓ Ἐνυάλιος μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις μαχαναῖς ἐτίσατο λώβαν; |
s-70
| οὔ ποτε γὰρ φρενόθεν γ̓ ἐπ̓ ἀριστερά, παῖ Τελαμῶνος, ἔβας τόσσον, ἐν ποίμναις πίτνων· |
s-71
| ἥκοι γὰρ ἂν θεία νόσος· |
s-72
| ἀλλ̓ ἀπερύκοι καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν. |
s-73
| ἐχθρῶν δ̓ ὕβρις ὧδ̓ ἀτάρβητα ὁρμᾶται ἐν εὐανέμοις βάσσαις, πάντων καγχαζόντων γλώσσαις βαρυάλγητα· |
s-74
| ἐμοὶ δ̓ ἄχος ἕστακεν. |
s-75
| νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς Αἴας θολερῷ κεῖται χειμῶνι νοσήσας. |
s-76
| τί δ̓ ἐνήλλακται τῆς ἡμερίας νὺξ ἥδε βάρος; |
s-77
| πῶς δῆτα λέγω λόγον ἄρρητον; |
s-78
| θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει. |
s-79
| μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς νύκτερος Αἴας ἀπελωβήθη. |
s-80
| τοιαῦτ̓ ἂν ἴδοις σκηνῆς ἔνδον χειροδάϊκτα σφάγἰ αἱμοβαφῆ, κείνου χρηστήρια τἀνδρός. |
s-81
| οἵαν ἐδήλωσας ἀνέρος αἴθονος ἀγγελίαν ἄτλατον οὐ δὲ φευκτάν, τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν, τὰν ὁ μέγας μῦθος ἀέξει. |
s-82
| οἴμοι φοβοῦμαι τὸ προσέρπον· |
s-83
| περίφαντος ἁνὴρ θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας. |
s-84
| κεῖθεν κεῖθεν ἄῤ ἡμῖν δεσμῶτιν ἄγων ἤλυθε ποίμνην· |
s-85
| ὧν τὴν μὲν ἔσω σφάζ̓ ἐπὶ γαίας, τὰ δὲ πλευροκοπῶν δίχ̓ ἀνερρήγνυ. |
s-86
| τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι καθ̓ ἡμῶν· |
s-87
| πεφόβημαι λιθόλευστον Ἄρη ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσ̓ ἄπλατος ἴσχει. |
s-88
| τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, μηδενὸς ἄλλου παραπράξαντος, μεγάλας ὀδύνας ὑποτείνει. |
s-89
| ἀλλ̓ εἰ πέπαυται, κάρτ̓ ἂν εὐτυχεῖν δοκῶ· |
s-90
| πότερα δ̓ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις, φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν, ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών; |
s-91
| ἡμεῖς ἄῤ οὐ νοσοῦντες ἀτώμεσθα νῦν. |
s-92
| πῶς τοῦτ̓ ἔλεξας; |
s-93
| οὐ κάτοιδ̓ ὅπως λέγεις. |
s-94
| ἆῤ ἔστι ταῦτα δὶς τόσ̓ ἐξ ἁπλῶν κακά; |
s-95
| ξύμφημι δή σοι καὶ δέδοικα μὴ ̓ κ θεοῦ πληγή τις ἥκῃ. |
s-96
| ὡς ὧδ̓ ἐχόντων τῶνδ̓ ἐπίστασθαί σε χρή. |
s-97
| τίς γάρ ποτ̓ ἀρχὴ τοῦ κακοῦ προσέπτατο; |
s-98
| δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας. |
s-99
| ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν. |
s-100
| κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ̓ ἕσπεροι λαμπτῆρες οὐκέτ̓ ᾖθον, ἄμφηκες λαβὼν ἐμαίετ̓ ἔγχος ἐξόδους ἕρπειν κενάς. |
s-101
| κἀγὼ ̓ πιπλήσσω καὶ λέγω· |
s-102
| τί χρῆμα δρᾷς, Αἴας; |