Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 102 - 201 of 490 • previousnext

s-102 τί χρῆμα δρᾷς, Αἴας;
s-103 τί τήνδ̓ ἄκλητος οὔθ̓ ὑπ̓ ἀγγέλων κληθεὶς ἀφορμᾷς πεῖραν οὔ τε τοῦ κλύων σάλπιγγος;
s-104 ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.
s-105 γύναι, γυναιξὶ κόσμον σιγὴ φέρει.
s-106 κἀγὼ μαθοῦσ̓ ἔληξ̓, δ̓ ἐσσύθη μόνος.
s-107 καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·
s-108 ἔσω δ̓ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ ταύρους, κύνας βοτῆρας, εὔερόν τ̓ ἄγραν.
s-109 κἄπειτ̓ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν, ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται, καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, παίσας κάρα ̓ θώϋξεν·
s-110 ἐν δ̓ ἐρειπίοις νεκρῶν ἐρειφθεὶς ἕζετ̓ ἀρνείου φόνου, κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
s-111 καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
s-112 ἔπειτ̓ ἐμοὶ τὰ δείν̓ ἐπηπείλησ̓ ἔπη, εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος, κἀνήρετ̓ ἐν τῷ πράγματος κυροῖ ποτέ.
s-113 κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
s-114 δ̓ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς, ἃς οὔποτ̓ αὐτοῦ πρόσθεν εἰσήκουσ̓ ἐγώ·
s-115 πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους τοιούσδ̓ ἀεί ποτ̓ ἀνδρὸς ἐξηγεῖτ̓ ἔχειν·
s-116 νῦν δ̓ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών·
s-117 φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
s-118 οὐκ ἠκούσατε Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν;
s-119 ἁνὴρ ἔοικεν νοσεῖν τοῖς πάλαι νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.
s-120 Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
s-121 τί ποτε μενοινᾷ;
s-122 Τεῦκρον καλῶ.
s-123 τὸν εἰσαεὶ λεηλατήσει χρόνον, ἐγὼ δ̓ ἀπόλλυμαι;
s-124 ἁνὴρ φρονεῖν ἔοικεν.
s-125 ἀλλ̓ ἀνοίγετε.
s-126 τάχ̓ ἄν τιν̓ αἰδῶ κἀπ̓ ἐμοὶ βλέψας λάβοι.
s-127 ἰδού, διοίγω·
s-128 προσβλέπειν δ̓ ἔξεστί σοι τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.
s-129 οἴμ̓ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
s-130 δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.
s-131 ἰὼ γένος ναΐας ἀρωγὸν τέχνας, ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν, σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντ̓·
s-132 εὔφημα φώνει·
s-133 μὴ κακὸν κακῷ διδοὺς ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.
s-134 ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον, τὸν ἐν δαΐοις ἄτρεστον μάχαις, ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
s-135 ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.
s-136 μή, δέσποτ̓ Αἴας, λίσσομαί σ̓, αὔδα τάδε.
s-137 οὐκ ἄψορρον ἐκνεμεῖ πόδα;
s-138 τί δῆτ̓ ἂν ἀλγοίης ἐπ̓ ἐξειργασμένοις;
s-139 οὐ γὰρ γένοιτ̓ ἂν ταῦθ̓ ὅπως οὐχ ὧδ̓ ἔχειν.
s-140 ἴδοιμι μήν νιν, καίπερ ὧδ̓ ἀτώμενος.
s-141 μηδὲν μέγ̓ εἴπῃς·
s-142 ὅταν κατεύχῃ ταῦθ̓, ὁμοῦ κἀμοὶ θανεῖν εὔχου·
s-143 τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
s-144 ἀλλά μ̓ Διὸς ἀλκίμα θεὸς ὀλέθρἰ αἰκίζει.
s-145 ποῖ τις οὖν φύγῃ;
s-146 ποῖ μολὼν μενῶ;
s-147 εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδ̓ ὁμοῦ πέλας, μώραις δ̓ ἄγραις προσκείμεθα, πᾶς δὲ στρατὸς δίπαλτος ἄν με χειρὶ φονεύοι.
s-148 τοῦτό τις φρονῶν ἴστω.
s-149 Σκαμάνδριοι γείτονες ῥοαί, εὔφρονες Ἀργείοις, οὐκέτ̓ ἄνδρα μὴ τόνδ̓ ἴδητ̓, ἔπος ἐξερῶ μέγ̓, οἷον οὔτινα Τροία στρατοῦ δέρχθη χθονὸς μολόντ̓ ἀπὸ Ἑλλανίδος·
s-150 τανῦν δ̓ ἄτιμος ὧδε πρόκειμαι.
s-151 οὔτοι σ̓ ἀπείργειν οὐ δ̓ ὅπως ἐῶ λέγειν ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.
s-152 τίς ἄν ποτ̓ ᾤεθ̓ ὧδ̓ ἐπώνυμον τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
s-153 νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ καὶ τρίς·
s-154 τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
s-155 ὅτου πατὴρ μὲν τῆσδ̓ ἀπ̓ Ἰδαίας χθονὸς τὰ πρῶτα καλλιστεῖ̓ ἀριστεύσας στρατοῦ πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·
s-156 ἐγὼ δ̓ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει οὐ δ̓ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς, ἄτιμος Ἀργείοισιν ὧδ̓ ἀπόλλυμαι.
s-157 καίτοι τοσοῦτόν γ̓ ἐξεπίστασθαι δοκῶ·
s-158 εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι κρίνειν ἔμελλε κράτος ἀριστείας τινί, οὐκ ἄν τις αὔτ̓ ἔμαρψεν ἄλλος ἀντ̓ ἐμοῦ.
s-159 νῦν δ̓ αὔτ̓ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας ἔπραξαν, ἀνδρὸς τοῦδ̓ ἀπώσαντες κράτη.
s-160 κεἰ μὴ τόδ̓ ὄμμα καὶ φρένες διάστροφοι γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε δίκην κατ̓ ἄλλου φωτὸς ὧδ̓ ἐψήφισαν.
s-161 νῦν δ̓ Διὸς γοργῶπις ἀδάματος θεὰ ἤδη μ̓ ἐπ̓ αὐτοῖς χεῖῤ ἐπεντύνοντ̓ ἐμὴν ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον, ὥστ̓ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
s-162 εἰ δέ τις θεῶν βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.
s-163 καὶ νῦν τί χρὴ δρᾶν;
s-164 ὅστις ἐμφανῶς θεοῖς ἐχθαίρομαι, μισεῖ δέ μ̓ Ἑλλήνων στρατός, ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
s-165 πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας μόνους τ̓ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
s-166 πῶς με τλήσεταί ποτ̓ εἰσιδεῖν γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ, ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;
s-167 ἀλλ̓ ὧδέ γ̓ Ἀτρείδας ἂν εὐφράναιμί που.
s-168 οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·
s-169 ἀλλ̓ καλῶς ζῆν καλῶς τεθνηκέναι τὸν εὐγενῆ χρή.
s-170 πάντ̓ ἀκήκοας λόγον.
s-171 παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.
s-172 ἐγὼ δ̓ ἐλευθέρου μὲν ἐξέφυν πατρός, εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·
s-173 νῦν δ̓ εἰμὶ δούλη·
s-174 θεοῖς γὰρ ὧδ̓ ἔδοξέ που καὶ σῇ μάλιστα χειρί.
s-175 γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς, ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ̓ ἡμέρᾳ βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
s-176 καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ λόγοις ἰάπτων·
s-177 ἴδετε τὴν ὁμευνέτιν Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ, οἵας λατρείας ἀνθ̓ ὅσου ζήλου τρέφει.
s-178 τοιαῦτ̓ ἐρεῖ τις·
s-179 σὺ γάρ μοι πατρίδ̓ ᾔστωσας δόρει, καὶ μητέῤ ἄλλη μοῖρα τὸν φύσαντά τε καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
s-180 τίς δῆτ̓ ἐμοὶ γένοιτ̓ ἂν ἀντὶ σοῦ πατρίς;
s-181 ἐν σοὶ πᾶσ̓ ἔγωγε σῴζομαι.
s-182 ἀλλ̓ ἴσχε κἀμοῦ μνῆστιν·
s-183 ἀνδρί τοι χρεὼν μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
s-184 χάρις χάριν γάρ ἐστιν τίκτουσ̓ ἀεί·
s-185 ὅτου δ̓ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος, οὐκ ἂν γένοιτ̓ ἔθ̓ οὗτος εὐγενὴς ἀνήρ.
s-186 αἰνοίης γὰρ ἂν τὰ τῆσδ̓ ἔπη.
s-187 καὶ κάρτ̓ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ, ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
s-188 ἀλλ̓ φίλ̓ Αἴας, πάντ̓ ἔγωγε πείσομαι.
s-189 κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
s-190 καὶ μὴν φόβοισί γ̓ αὐτὸν ἐξελυσάμην.
s-191 τί μοι λέγεις;
s-192 ἀλλ̓ οὖν ἐγὼ ̓ φύλαξα τοῦτό γ̓ ἀρκέσαι.
s-193 ἐπῄνεσ̓ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
s-194 τί δῆτ̓ ἂν ὡς ἐκ τῶνδ̓ ἂν ὠφελοῖμί σε;
s-195 καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
s-196 τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
s-197 παῖ, πατὴρ καλεῖ σε.
s-198 δεῦρο προσπόλων ἄγ̓ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
s-199 ἕρποντι φωνεῖς λελειμμένῳ λόγων;
s-200 καὶ δὴ κομίζει προσπόλων ὅδ̓ ἐγγύθεν.
s-201 αἶῤ αὐτόν, αἶρε δεῦρο·

Text viewDownload CoNNL-U