Dependency Tree

Universal Dependencies - Ancient Greek - Perseus

LanguageAncient Greek
ProjectPerseus
Corpus Parttrain
AnnotationCelano, Giuseppe G. A.; Zeman, Daniel

Select a sentence

Showing 2 - 101 of 490 • previousnext

s-2 ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
s-3 καὶ νῦν ἐπέγνως εὖ μ̓ ἐπ̓ ἀνδρὶ δυσμενεῖ βάσιν κυκλοῦντ̓, Αἴαντι τῷ σακεσφόρῳ·
s-4 κεῖνον γάρ, οὐδέν̓ ἄλλον, ἰχνεύω πάλαι.
s-5 νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον ἔχει περάνας, εἴπερ εἴργασται τάδε·
s-6 ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ̓ ἀλώμεθα·
s-7 κἀγὼ ̓ θελοντὴς τῷδ̓ ὑπεζύγην πόνῳ.
s-8 ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν λείας ἁπάσας καὶ κατηναρισμένας ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
s-9 τήνδ̓ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
s-10 καιρὸν δ̓ ἐφήκεις·
s-11 πάντα γὰρ τά τ̓ οὖν πάρος τά τ̓ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
s-12 ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
s-13 καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
s-14 καὶ πρὸς τί δυσλόγιστον ὧδ̓ ᾖξεν χέρα;
s-15 τί δῆτα ποίμναις τήνδ̓ ἐπεμπίπτει βάσιν;
s-16 καὶ τὸ βούλευμ̓ ὡς ἐπ̓ Ἀργείοις τόδ̓ ἦν;
s-17 κἂν ἐξεπράξατ̓, εἰ κατημέλησ̓ ἐγώ.
s-18 νύκτωρ ἐφ̓ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
s-19 καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
s-20 ἐγώ σφ̓ ἀπείργω, δυσφόρους ἐπ̓ ὄμμασι γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς, καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε λείας ἄδαστα βουκόλων φρουρήματα·
s-21 ἔνθ̓ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον κύκλῳ ῥαχίζων·
s-22 δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον, ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
s-23 θαρσῶν δὲ μίμνε μη δὲ συμφορὰν δέχου τὸν ἄνδῤ·
s-24 ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
s-25 οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·
s-26 Αἴαντα φωνῶ·
s-27 στεῖχε δωμάτων πάρος.
s-28 τί δρᾷς, Ἀθάνα;
s-29 οὐ σῖγ̓ ἀνέξει μη δὲ δειλίαν ἀρεῖ;
s-30 τί μὴ γένηται;
s-31 πρόσθεν οὐκ ἀνὴρ ὅδ̓ ἦν;
s-32 ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.
s-33 μεμηνότ̓ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
s-34 φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
s-35 ἀλλ̓ οὐ δὲ νῦν σε μὴ παρόντ̓ ἴδῃ πέλας.
s-36 ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
s-37 γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.
s-38 σίγα νυν ἑστὼς καὶ μέν̓ ὡς κυρεῖς ἔχων.
s-39 μένοιμ̓ ἄν·
s-40 τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου;
s-41 χαῖῤ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον, ὡς εὖ παρέστης·
s-42 καί σε παγχρύσοις ἐγὼ στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
s-43 καλῶς ἔλεξας·
s-44 ἀλλ̓ ἐκεῖνό μοι φράσον, ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
s-45 καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
s-46 τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκ̓ ἐγώ.
s-47 θανόντες ἤδη τἄμ̓ ἀφαιρείσθων ὅπλα.
s-48 πέφευγέ σε;
s-49 ἥδιστος, δέσποινα, δεσμώτης ἔσω θακεῖ·
s-50 θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
s-51 τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
s-52 μὴ δῆτα τὸν δύστηνον ὧδέ γ̓ αἰκίσῃ.
s-53 χαίρειν, Ἀθάνα, τἄλλ̓ ἐγώ σ̓ ἐφίεμαι·
s-54 χωρῶ πρὸς ἔργον·
s-55 τούτου τίς ἄν σοι τἀνδρὸς προνούστερος δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;
s-56 ἐγὼ μὲν οὐδέν̓ οἶδ̓·
s-57 ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλ̓ ὅσοιπερ ζῶμεν κούφην σκιάν.
s-58 τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον μηδέν ποτ̓ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, μη δ̓ ὄγκον ἄρῃ μηδέν̓, εἴ τινος πλέον χειρὶ βρίθεις μακροῦ πλούτου βάθει.
s-59 τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
s-60 Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου, σὲ μὲν εὖ πράσσοντ̓ ἐπιχαίρω·
s-61 ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς μεγάλοι θόρυβοι κατέχουσ̓ ἡμᾶς ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ λειμῶν̓ ἐπιβάντ̓ ὀλέσαι Δαναῶν βοτὰ καὶ λείαν, ἥπερ δορίληπτος ἔτ̓ ἦν λοιπή, κτείνοντ̓ αἴθωνι σιδήρῳ.
s-62 τοιούσδε λόγους ψιθύρους πλάσσων εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς, καὶ σφόδρα πείθει·
s-63 περὶ γὰρ σοῦ νῦν εὔπειστα λέγει, καὶ πᾶς κλύων τοῦ λέξαντος χαίρει μᾶλλον τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
s-64 τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς οὐκ ἂν ἁμάρτοις·
s-65 κατὰ δ̓ ἄν τις ἐμοῦ τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
s-66 πρὸς γὰρ τὸν ἔχονθ̓ φθόνος ἕρπει.
s-67 καίτοι σμικροὶ μεγάλων χωρὶς σφαλερὸν πύργου ῥῦμα πέλονται·
s-68 μέγαν αἰγυπιὸν δ̓ ὑποδείσαντες τάχ̓ ἂν ἐξαίφνης, εἰ σὺ φανείης, σιγῇ πτήξειαν ἄφωνοι.
s-69 χαλκοθώραξ μή τιν̓ Ἐνυάλιος μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις μαχαναῖς ἐτίσατο λώβαν;
s-70 οὔ ποτε γὰρ φρενόθεν γ̓ ἐπ̓ ἀριστερά, παῖ Τελαμῶνος, ἔβας τόσσον, ἐν ποίμναις πίτνων·
s-71 ἥκοι γὰρ ἂν θεία νόσος·
s-72 ἀλλ̓ ἀπερύκοι καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
s-73 ἐχθρῶν δ̓ ὕβρις ὧδ̓ ἀτάρβητα ὁρμᾶται ἐν εὐανέμοις βάσσαις, πάντων καγχαζόντων γλώσσαις βαρυάλγητα·
s-74 ἐμοὶ δ̓ ἄχος ἕστακεν.
s-75 νῦν γὰρ δεινὸς μέγας ὠμοκρατὴς Αἴας θολερῷ κεῖται χειμῶνι νοσήσας.
s-76 τί δ̓ ἐνήλλακται τῆς ἡμερίας νὺξ ἥδε βάρος;
s-77 πῶς δῆτα λέγω λόγον ἄρρητον;
s-78 θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.
s-79 μανίᾳ γὰρ ἁλοὺς ἡμὶν κλεινὸς νύκτερος Αἴας ἀπελωβήθη.
s-80 τοιαῦτ̓ ἂν ἴδοις σκηνῆς ἔνδον χειροδάϊκτα σφάγἰ αἱμοβαφῆ, κείνου χρηστήρια τἀνδρός.
s-81 οἵαν ἐδήλωσας ἀνέρος αἴθονος ἀγγελίαν ἄτλατον οὐ δὲ φευκτάν, τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν, τὰν μέγας μῦθος ἀέξει.
s-82 οἴμοι φοβοῦμαι τὸ προσέρπον·
s-83 περίφαντος ἁνὴρ θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.
s-84 κεῖθεν κεῖθεν ἄῤ ἡμῖν δεσμῶτιν ἄγων ἤλυθε ποίμνην·
s-85 ὧν τὴν μὲν ἔσω σφάζ̓ ἐπὶ γαίας, τὰ δὲ πλευροκοπῶν δίχ̓ ἀνερρήγνυ.
s-86 τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι καθ̓ ἡμῶν·
s-87 πεφόβημαι λιθόλευστον Ἄρη ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσ̓ ἄπλατος ἴσχει.
s-88 τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, μηδενὸς ἄλλου παραπράξαντος, μεγάλας ὀδύνας ὑποτείνει.
s-89 ἀλλ̓ εἰ πέπαυται, κάρτ̓ ἂν εὐτυχεῖν δοκῶ·
s-90 πότερα δ̓ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις, φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν, κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
s-91 ἡμεῖς ἄῤ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
s-92 πῶς τοῦτ̓ ἔλεξας;
s-93 οὐ κάτοιδ̓ ὅπως λέγεις.
s-94 ἆῤ ἔστι ταῦτα δὶς τόσ̓ ἐξ ἁπλῶν κακά;
s-95 ξύμφημι δή σοι καὶ δέδοικα μὴ ̓ κ θεοῦ πληγή τις ἥκῃ.
s-96 ὡς ὧδ̓ ἐχόντων τῶνδ̓ ἐπίστασθαί σε χρή.
s-97 τίς γάρ ποτ̓ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
s-98 δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
s-99 ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.
s-100 κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ̓ ἕσπεροι λαμπτῆρες οὐκέτ̓ ᾖθον, ἄμφηκες λαβὼν ἐμαίετ̓ ἔγχος ἐξόδους ἕρπειν κενάς.
s-101 κἀγὼ ̓ πιπλήσσω καὶ λέγω·

Text viewDownload CoNNL-U